§199ΣΩ. καὶ δήπου τὰ περὶ τὸν πόλεμον αὐτοὶ ἂν μαρτυρήσαιτε ὅτι ἡ στρατηγία κάλλιστα προμηθεῖται τά τε ἄλλα καὶ περὶ τὸ μέλλον ἔσεσθαι, οὐδὲ τῇ μαντικῇ οἴεται δεῖν ὑπηρετεῖν ἀλλὰ ἄρχειν, ὡς εἰδυῖα κάλλιον τὰ περὶ τὸν πόλεμον καὶ γιγνόμενα καὶ γενησόμενα· καὶ ὁ νόμος οὕτω τάττει, μὴ τὸν μάντιν τοῦ στρατηγοῦ ἄρχειν, ἀλλὰ τὸν στρατηγὸν τοῦ μάντεως.
苏格拉底:而且关于战争的事,你们自己确实可以作证,将军之职对其他事情、特别是对未来的事情作出了最出色的深谋远虑,它不认为应该服从预言术,而应该统治预言术,因为将军之职更好地知道战争中正在发生和将要发生的事;法律也是这样规定的,不是预言者统治将军,而是将军统治预言者。
φήσομεν ταῦτα, ὦ Λάχης;
我们要这样说吗,拉刻斯?
ΛΑ. φήσομεν.
拉刻斯:我们要这样说。
ΣΩ. τί δέ; σὺ ἡμῖν, ὦ Νικία, σύμφῃς περὶ τῶν αὐτῶν τὴν αὐτὴν ἐπιστήμην καὶ ἐσομένων καὶ γιγνομένων καὶ γεγονότων ἐπαΐειν;
苏格拉底:那么,尼基亚斯,你赞同我们的看法,即同一种知识对同一些事情,无论是未来的、现在的还是过去的,都同样能理解吗?
ΝΙ. ἔγωγε· δοκεῖ γάρ μοι οὕτως, ὦ Σώκρατες.
尼基亚斯:我赞同;苏格拉底,在我看来确实如此。
ΣΩ. οὐκοῦν, ὦ ἄριστε, καὶ ἡ ἀνδρεία τῶν δεινῶν ἐπιστήμη ἐστὶν καὶ θαρραλέων, ὡς φῄς·
苏格拉底:那么,我优秀的朋友,正如你所说,勇敢就是关于可怕和激发信心之事的知识,不是吗?
ἦ γάρ; ΝΙ. ναί.
尼基亚斯:是的。
ΣΩ. τὰ δὲ δεινὰ ὡμολόγηται καὶ τὰ θαρραλέα τὰ μὲν μέλλοντα ἀγαθά, τὰ δὲ μέλλοντα κακὰ εἶναι.
苏格拉底:而可怕和激发信心之事已被同意分别是未来的恶和未来的善。
ΝΙ. πάνυ γε.
尼基亚斯:完全是这样。
ΣΩ. ἡ δέ γʼ αὐτὴ ἐπιστήμη τῶν αὐτῶν καὶ μελλόντων καὶ πάντως ἐχόντων εἶναι.
苏格拉底:但同一种知识是对同一些事情的,不论是未来的还是处于任何状态下的。
ΝΙ. ἔστι ταῦτα.
尼基亚斯:确实如此。
ΣΩ. οὐ μόνον ἄρα τῶν δεινῶν καὶ θαρραλέων ἡ ἀνδρεία ἐπιστήμη ἐστίν· οὐ γὰρ μελλόντων μόνον πέρι τῶν ἀγαθῶν τε καὶ κακῶν ἐπαΐει, ἀλλὰ καὶ γιγνομένων καὶ γεγονότων καὶ πάντως ἐχόντων, ὥσπερ αἱ ἄλλαι ἐπιστῆμαι.
苏格拉底:因此,勇敢不仅仅是关于可怕和激发信心之事的知识;因为它不仅能理解未来的善和恶,而且也能理解正在发生的、过去的以及处于任何状态下的事情,就像其他的知识一样。
ΝΙ. ἔοικέν γε.
尼基亚斯:似乎是这样。
ΣΩ. μέρος ἄρα ἀνδρείας ἡμῖν, ὦ Νικία, ἀπεκρίνω σχεδόν τι τρίτον· καίτοι ἡμεῖς ἠρωτῶμεν ὅλην ἀνδρείαν ὅτι εἴη.
苏格拉底:那么,尼基亚斯,你回答我们的其实只是勇敢的一个部分,大约三分之一;而我们问的却是整个勇敢是什么。
καὶ νῦν δή, ὡς ἔοικεν, κατὰ τὸν σὸν λόγον οὐ μόνον δεινῶν τε καὶ θαρραλέων ἐπιστήμη ἡ ἀνδρεία ἐστίν, ἀλλὰ σχεδόν τι ἡ περὶ πάντων ἀγαθῶν τε καὶ κακῶν καὶ πάντως ἐχόντων, ὡς νῦν αὖ ὁ σὸς λόγος, ἀνδρεία ἂν εἴη.
而且,现在看来,根据你的论点,勇敢不仅是关于可怕和激发信心之事的知识,而且,正如你现在的论点所显示的,它几乎成了关于一切善和恶以及处于任何状态下之事的知识。
οὕτως αὖ μετατίθεσθαι ἢ πῶς λέγεις, ὦ Νικία;
尼基亚斯,你是要这样修改,还是怎么说?
ΝΙ. ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
尼基亚斯:在我看来是这样,苏格拉底。
ΣΩ. δοκεῖ οὖν σοι, ὦ δαιμόνιε, ἀπολείπειν ἄν τι ὁ τοιοῦτος ἀρετῆς, εἴπερ εἰδείη τά τε ἀγαθὰ πάντα καὶ παντάπασιν ὡς γίγνεται καὶ γενήσεται καὶ γέγονε, καὶ τὰ κακὰ ὡσαύτως;
苏格拉底:那么,我奇异的朋友,如果一个人知道所有的善,并且完全知道它们是如何正在发生、将要发生和已经发生的,对恶也同样知道,你认为这样的人还会缺少德行的任何部分吗?
καὶ τοῦτον οἴει ἂν σὺ ἐνδεᾶ εἶναι σωφροσύνης ἢ δικαιοσύνης τε καὶ ὁσιότητος, ᾧ γε μόνῳ προσήκει καὶ περὶ θεοὺς καὶ περὶ ἀνθρώπους ἐξευλαβεῖσθαί τε τὰ δεινὰ καὶ τὰ μή, καὶ τἀγαθὰ πορίζεσθαι, ἐπισταμένῳ ὀρθῶς προσομιλεῖν;
你认为这个人还会缺乏节制、正义和敬虔吗? 只有他才配对神和对人都避开可怕之事而迎向并非可怕之事,并因为懂得如何正确地与它们交往而提供善,难道不是吗?
ΝΙ. λέγειν τὶ ὦ Σώκρατές μοι δοκεῖς.
尼基亚斯:苏格拉底,我觉得你说的很有道理。
ΣΩ. οὐκ ἄρα, ὦ Νικία, μόριον ἀρετῆς ἂν εἴη τὸ νῦν σοι λεγόμενον, ἀλλὰ σύμπασα ἀρετή.
苏格拉底:那么,尼基亚斯,你现在所说的就不是德行的一个部分,而是整个德行了。
ΝΙ. ἔοικεν.
尼基亚斯:似乎是。
ΣΩ. καὶ μὴν ἔφαμέν γε τὴν ἀνδρείαν μόριον εἶναι ἓν τῶν τῆς ἀρετῆς.
苏格拉底:然而,我们确实说过勇敢是德行各个部分中的一个。
ΝΙ. ἔφαμεν γάρ.
尼基亚斯:我们确实说过。
ΣΩ. τὸ δέ γε νῦν λεγόμενον οὐ φαίνεται.
苏格拉底:但现在所说的看来并非如此。
ΝΙ. οὐκ ἔοικεν.
尼基亚斯:似乎不是。
ΣΩ. οὐκ ἄρα ηὑρήκαμεν, ὦ Νικία, ἀνδρεία ὅτι ἔστιν.
苏格拉底:那么,尼基亚斯,我们还没有找出勇敢是什么。
ΝΙ. οὐ φαινόμεθα.
尼基亚斯:看来我们没有。