§200ΛΑ. καὶ μὴν ἔγωγε, ὦ φίλε Νικία, ᾤμην σε εὑρήσειν, ἐπειδὴ ἐμοῦ κατεφρόνησας Σωκράτει ἀποκριναμένου·
拉刻斯:而且确实,我亲爱的尼基亚斯,我曾以为你会找出答案,因为当你轻视正在回答苏格拉底的我时,我曾抱有很大的期望,以为你会凭着从戴蒙那里得来的智慧找到它。
πάνυ δὴ μεγάλην ἐλπίδα εἶχον, ὡς τῇ παρὰ τοῦ Δάμωνος σοφίᾳ αὐτὴν ἀνευρήσεις. ΝΙ. εὖ γε, ὦ Λάχης, ὅτι οὐδὲν οἴει σὺ ἔτι πρᾶγμα εἶναι ὅτι αὐτὸς ἄρτι ἐφάνης ἀνδρείας πέρι οὐδὲν εἰδώς, ἀλλʼ εἰ καὶ ἐγὼ ἕτερος τοιοῦτος ἀναφανήσομαι, πρὸς τοῦτο βλέπεις, καὶ οὐδὲν ἔτι διοίσει, ὡς ἔοικε, σοὶ μετʼ ἐμοῦ μηδὲν εἰδέναι ὧν προσήκει ἐπιστήμην ἔχειν ἀνδρὶ οἰομένῳ τὶ εἶναι.
尼基亚斯:真棒啊,拉刻斯,你竟然认为你自己刚才被证明对勇敢一无所知已经不再是件大事,而如果我也被证明是另一个这样的人,你就只盯着这一点,而且看来,和我一起对自己本以为是个大人物的人理应掌握的知识一无所知,对你来说也没有任何差别。
σὺ μὲν οὖν μοι δοκεῖς ὡς ἀληθῶς ἀνθρώπειον πρᾶγμα ἐργάζεσθαι οὐδὲ πρὸς σαυτὸν βλέπειν ἀλλὰ πρὸς τοὺς ἄλλους·
你在我看来,确实是在做一件地地道道的凡人常做的事,不看自己,只看别人。
ἐγὼ δʼ οἶμαι ἐμοὶ περὶ ὧν ἐλέγομεν νῦν τε ἐπιεικῶς εἰρῆσθαι, καὶ εἴ τι αὐτῶν μὴ ἱκανῶς εἴρηται, ὕστερον ἐπανορθώσεσθαι καὶ μετὰ Δάμωνος—οὗ σύ που οἴει καταγελᾶν, καὶ ταῦτα οὐδʼ ἰδὼν πώποτε τὸν Δάμωνα—καὶ μετʼ ἄλλων·
但依我看,我们讨论的这些话,目前由我来说还算说得通,如果有任何部分说得不够充分,我以后会和戴蒙——你大概在嘲笑他,而且你甚至从未见过戴蒙——以及其他人一起加以修正。
καὶ ἐπειδὰν βεβαιώσωμαι αὐτά, διδάξω καὶ σέ, καὶ οὐ φθονήσω· δοκεῖς γάρ μοι καὶ μάλα σφόδρα δεῖσθαι μαθεῖν.
等我把这些确定下来之后,我也会教你,绝不吝啬;因为在我看来,你确实非常需要学习。
ΛΑ. σοφὸς γάρ τοι σὺ εἶ, ὦ Νικία.
拉刻斯:你确实很聪明,尼基亚斯!
ἀλλʼ ὅμως ἐγὼ Λυσιμάχῳ τῷδε καὶ Μελησίᾳ συμβουλεύω σὲ μὲν καὶ ἐμὲ περὶ τῆς παιδείας τῶν νεανίσκων χαίρειν ἐᾶν, Σωκράτη δὲ τουτονί, ὅπερ ἐξ ἀρχῆς ἔλεγον, μὴ ἀφιέναι· εἰ δὲ καὶ ἐμοὶ ἐν ἡλικίᾳ ἦσαν οἱ παῖδες, ταὐτὰ ἂν ταῦτʼ ἐποίουν.
但尽管如此,我建议这里的赖西马科斯和梅勒西亚斯,在年轻人的教育问题上,让我们俩(你和我)各走各的路,而绝对不要放走这里的苏格拉底,正如我一開始所说的那样;如果我的孩子们也到了年龄,我也会照这样做的。
ΝΙ. ταῦτα μὲν κἀγὼ συγχωρῶ· ἐάνπερ ἐθέλῃ Σωκράτης τῶν μειρακίων ἐπιμελεῖσθαι, μηδένα ἄλλον ζητεῖν.
尼基亚斯:这些事我也同意;只要苏格拉底愿意照顾这些年轻人,我们就不要再找别人了。
ἐπεὶ κἂν ἐγὼ τὸν Νικήρατον τούτῳ ἥδιστα ἐπιτρέποιμι, εἰ ἐθέλοι οὗτος·
因为如果他愿意,我甚至最乐意把尼克拉托斯托付给他。
ἀλλὰ γὰρ ἄλλους μοι ἑκάστοτε συνίστησιν, ὅταν τι αὐτῷ περὶ τούτου μνησθῶ, αὐτὸς δὲ οὐκ ἐθέλει.
但每当我向他提起这件事时,他总是向我推荐别人,而他自己却不愿意。
ἀλλʼ ὅρα, ὦ Λυσίμαχε, εἴ τι σοῦ ἂν μᾶλλον ὑπακούοι Σωκράτης.
不过,赖西马科斯,你看苏格拉底是否会更听你的话。
ΛΥ. δίκαιόν γέ τοι, ὦ Νικία, ἐπεὶ καὶ ἐγὼ τούτῳ πολλὰ ἂν ἐθελήσαιμι ποιεῖν, ἃ οὐκ ἂν ἄλλοις πάνυ πολλοῖς ἐθέλοιμι.
赖西马科斯:这确实是合情合理的,尼基亚斯,因为我也愿意为他做很多事,这些事我是绝不愿意为其他极大多数人做的。
πῶς οὖν φῄς, ὦ Σώκρατες;
那么,你怎么说,苏格拉底?
ὑπακούσῃ τι καὶ συμπροθυμήσῃ ὡς βελτίστοις γενέσθαι τοῖς μειρακίοις;
你会听我们的话并和我们一起热心,使这些年轻人变得尽可能好吗?
ΣΩ. καὶ γὰρ ἂν δεινὸν εἴη, ὦ Λυσίμαχε, τοῦτό γε, μὴ ἐθέλειν τῳ συμπροθυμεῖσθαι ὡς βελτίστῳ γενέσθαι.
苏格拉底:赖西马科斯,如果不想和某人一起热心于使人变得尽可能好,那确实是一件可怕的事。
εἰ μὲν οὖν ἐν τοῖς διαλόγοις τοῖς ἄρτι ἐγὼ μὲν ἐφάνην εἰδώς, τώδε δὲ μὴ εἰδότε, δίκαιον ἂν ἦν ἐμὲ μάλιστα ἐπὶ τοῦτο τὸ ἔργον παρακαλεῖν, νῦν δʼ ὁμοίως γὰρ πάντες ἐν ἀπορίᾳ ἐγενόμεθα· τί οὖν ἄν τις ἡμῶν τίνα προαιροῖτο;
如果说在刚才的对话中,我被证明是知者,而这两位是不知者,那么特别请我来做这件事就是合情合理的;但现在,因为我们大家都同样陷入了困境,那么我们中的任何人又怎能挑选任何别的人呢?
§201ΣΩ. ἐμοὶ μὲν οὖν δὴ αὐτῷ δοκεῖ οὐδένα·
苏格拉底:因此在我自己看来,谁也不该选。
ἀλλʼ ἐπειδὴ ταῦτα οὕτως ἔχει, σκέψασθε ἄν τι δόξω συμβουλεύειν ὑμῖν.
但既然情况是样,请看我是否似乎能给你们一些建议。
ἐγὼ γάρ φημι χρῆναι, ὦ ἄνδρες —οὐδεὶς γὰρ ἔκφορος λόγος—κοινῇ πάντας ἡμᾶς ζητεῖν μάλιστα μὲν ἡμῖν αὐτοῖς διδάσκαλον ὡς ἄριστον—δεόμεθα γάρ—ἔπειτα καὶ τοῖς μειρακίοις, μήτε χρημάτων φειδομένους μήτε ἄλλου μηδενός·
因为我说,诸位——因为这个话绝对不能传出去――我们大家应该共同寻找,首先最主要是为我们自己寻找一位尽可能好的老师——因为我们需要——然后也是为年轻人寻找,既不吝惜金钱,也不吝惜任何其他东西。
ἐᾶν δὲ ἡμᾶς αὐτοὺς ἔχειν ὡς νῦν ἔχομεν οὐ συμβουλεύω.
至于让我们自己保持现在的状态,我可不建议。
εἰ δέ τις ἡμῶν καταγελάσεται, ὅτι τηλικοίδε ὄντες εἰς διδασκάλων ἀξιοῦμεν φοιτᾶν, τὸν Ὅμηρον δοκεῖ μοι χρῆναι προβάλλεσθαι, ὃς ἔφη οὐκ
"ἀγαθὴν"
εἶναι
"αἰδῶ κεχρημένῳ ἀνδρὶ παρεῖναι"
.
如果有人嘲笑我们,因为我们到了这个年纪还认为应该去投师学习,我觉得我们应该抬出荷马,他曾说“羞耻对于一个贫困的人相伴,并不是一件好事”。
καὶ ἡμεῖς οὖν ἐάσαντες χαίρειν εἴ τίς τι ἐρεῖ, κοινῇ ἡμῶν αὐτῶν καὶ τῶν μειρακίων ἐπιμέλειαν ποιησώμεθα.
因此,我们也不管别人会说什么,让我们共同照顾自己和年轻人吧。
ΛΥ. ἐμοὶ μὲν ἀρέσκει, ὦ Σώκρατες, ἃ λέγεις·
赖西马科斯:苏格拉底,我很赞同你的话。
καὶ ἐθέλω, ὅσῳπερ γεραίτατός εἰμι, τοσούτῳ προθυμότατα μανθάνειν μετὰ τῶν νεανίσκων.
而我既然是最年长的,也就最愿意极其热心地和年轻人一起学习。
ἀλλά μοι οὑτωσὶ ποίησον· αὔριον ἕωθεν ἀφίκου οἴκαδε καὶ μὴ ἄλλως ποιήσῃς, ἵνα βουλευσώμεθα περὶ αὐτῶν τούτων, τὸ δὲ νῦν εἶναι τὴν συνουσίαν διαλύσωμεν.
但是,请为我做这件事:明天清晨到我家里来,切勿食言,好让我们就这些事情进行商议。 至于现在,我们先散会吧。
ΣΩ. ἀλλὰ ποιήσω, ὦ Λυσίμαχε, ταῦτα, καὶ ἥξω παρὰ σὲ αὔριον, ἐὰν θεὸς ἐθέλῃ.
苏格拉底:赖西马科斯,我会这样做的,如果神愿意,明天我会去你那里。