Humanitext Reader

柏拉图 · 拉凯斯篇 §192-193

作为灵魂坚忍的勇敢与对明智的探究

第 11 段,共 16 段 · 希腊语

内容简介

苏格立底以“快速”为例,要求给出适用于所有情况的“勇敢”的共性定义。拉刻斯回答是“灵魂的坚忍”,但随后在这一坚忍是否应当伴随“明智”的问题上面临矛盾。

§192ΣΩ. ἀλλʼ ὧδε λέγω, ὥσπερ ἂν εἰ τάχος ἠρώτων τί ποτʼ ἐστίν, ὃ καὶ ἐν τῷ τρέχειν τυγχάνει ὂν ἡμῖν καὶ ἐν τῷ κιθαρίζειν καὶ ἐν τῷ λέγειν καὶ ἐν τῷ μανθάνειν καὶ ἐν ἄλλοις πολλοῖς, καὶ σχεδόν τι αὐτὸ κεκτήμεθα, οὗ καὶ πέρι ἄξιον λέγειν, ἢ ἐν ταῖς τῶν χειρῶν πράξεσιν ἢ σκελῶν ἢ στόματός τε καὶ φωνῆς ἢ διανοίας·
苏格拉底:我的意思是,就像我若问起“快速”是什么,它同样存在于我们的奔跑中、弹琴中、说话中、学习中,以及许多其他活动中。 我们在手的动作、腿的动作、嘴和声音的动作,或者在思想的动作中,都拥有这种几乎可以说是值得一提的品质。
ἢ οὐχ οὕτω καὶ σὺ λέγεις;
你不也是这样认为的吗?
ΛΑ. πάνυ γε.
拉刻斯:完全同意。
ΣΩ. εἰ τοίνυν τίς με ἔροιτο· ὦ Σώκρατες, τί λέγεις τοῦτο ὃ ἐν πᾶσιν ὀνομάζεις ταχυτῆτα εἶναι;
苏格拉底:那么,如果有人问我:“苏格拉底,你在所有这些情况中所称的‘快速’,到底是什么?
εἴποιμʼ ἂν αὐτῷ ὅτι τὴν ἐν ὀλίγῳ χρόνῳ πολλὰ διαπραττομένην δύναμιν ταχυτῆτα ἔγωγε καλῶ καὶ περὶ φωνὴν καὶ περὶ δρόμον καὶ περὶ τἆλλα πάντα.
”我会对他说:“我所说的‘快速’,是指在极短时间内完成许多事情的能力,无论是在声音上、跑步上,还是在其他所有事情上。
ΛΑ. ὀρθῶς γε σὺ λέγων.
” 拉刻斯:你这样说确实非常正确。
ΣΩ. πειρῶ δὴ καὶ σύ, ὦ Λάχης, τὴν ἀνδρείαν οὕτως εἰπεῖν τίς οὖσα δύναμις ἡ αὐτὴ ἐν ἡδονῇ καὶ ἐν λύπῃ καὶ ἐν ἅπασιν οἷς νυνδὴ ἐλέγομεν αὐτὴν εἶναι, ἔπειτα ἀνδρεία κέκληται.
苏格拉底:那么,拉刻斯,请你也试着这样来说明“勇敢”:无论在享乐中、在痛苦中,还是在我们刚才所说的它所存在的所有那些情况中,它作为同一种能力究竟是什么,以至于它被称作“勇敢”?
ΛΑ. δοκεῖ τοίνυν μοι καρτερία τις εἶναι τῆς ψυχῆς, εἰ τό γε διὰ πάντων πεφυκὸς δεῖ εἰπεῖν.
拉刻斯:既然必须说出那个贯穿所有情况的本质特征,那么在我看来,它似乎是灵魂的某种坚忍。
ΣΩ. ἀλλὰ μὴν δεῖ, εἴ γε τὸ ἐρωτώμενον ἀποκρινούμεθα ἡμῖν αὐτοῖς.
苏格拉底:确实必须如此,如果我们真的要回答向自己提出的问题。
τοῦτο τοίνυν ἔμοιγε φαίνεται· οὔτι πᾶσά γε, ὡς ἐγᾦμαι, καρτερία ἀνδρεία σοι φαίνεται.
但在我看来:并非所有的坚忍在你眼里都会是勇敢。
τεκμαίρομαι δὲ ἐνθένδε· σχεδὸν γάρ τι οἶδα, ὦ Λάχης, ὅτι τῶν πάνυ καλῶν πραγμάτων ἡγῇ σὺ ἀνδρείαν εἶναι.
我是从这里推测出来的:因为我几乎确信,拉刻斯,你把勇敢视为极高尚的事物之一。
ΛΑ. εὖ μὲν οὖν ἴσθι ὅτι τῶν καλλίστων.
拉刻斯:你确实可以确信,它是最高尚的事物之一。
ΣΩ. οὐκοῦν ἡ μὲν μετὰ φρονήσεως καρτερία καλὴ κἀγαθή;
苏格拉底:那么,伴随智慧的坚忍,是高尚而美好的吗?
ΛΑ. πάνυ γε.
拉刻斯:完全同意。
ΣΩ. τί δʼ ἡ μετʼ ἀφροσύνης;
苏格拉底:那么伴随愚蠢的坚忍呢?
οὐ τοὐναντίον ταύτῃ βλαβερὰ καὶ κακοῦργος;
难道不正好相反,是有害且带坏处的吗?
ΛΑ. ναί.
拉刻斯:是的。
ΣΩ. καλὸν οὖν τι φήσεις σὺ εἶναι τὸ τοιοῦτον, ὂν κακοῦργόν τε καὶ βλαβερόν;
苏格拉底:那么,对于这种既带坏处又有害的东西,你会说它是高尚的吗?
ΛΑ. οὔκουν δίκαιόν γε, ὦ Σώκρατες.
拉刻斯:那确实说不过去,苏格拉底。
ΣΩ. οὐκ ἄρα τήν γε τοιαύτην καρτερίαν ἀνδρείαν ὁμολογήσεις εἶναι, ἐπειδήπερ οὐ καλή ἐστιν, ἡ δὲ ἀνδρεία καλόν ἐστιν.
苏格拉底:那么你就不会承认这种坚忍是勇敢,因为它不高尚,而勇敢是高尚的。
ΛΑ. ἀληθῆ λέγεις.
拉刻斯:你说得对。
ΣΩ. ἡ φρόνιμος ἄρα καρτερία κατὰ τὸν σὸν λόγον ἀνδρεία ἂν εἴη.
苏格拉底:那么,根据你的说法,明智的坚忍应该就是勇敢了。
ΛΑ. ἔοικεν.
拉刻斯:看来是这样。
ΣΩ. ἴδωμεν δή, ἡ εἰς τί φρόνιμος;
苏格拉底:那我们来看,是在什么方面的明智?
ἢ ἡ εἰς ἅπαντα καὶ τὰ μεγάλα καὶ τὰ σμικρά;
是在一切大事小事上的明智吗?
οἷον εἴ τις καρτερεῖ ἀναλίσκων ἀργύριον φρονίμως, εἰδὼς ὅτι ἀναλώσας πλέον ἐκτήσεται, τοῦτον ἀνδρεῖον καλοῖς ἄν;
例如,如果有人在花钱上明智地坚持,明知花出去会赚得更多,你会叫这个人勇敢吗?
ΛΑ. μὰ Δίʼ οὐκ ἔγωγε.
拉刻斯:凭宙斯发誓,我可不这么认为。
§193ΣΩ. ἀλλʼ οἷον εἴ τις ἰατρὸς ὤν, περιπλευμονίᾳ τοῦ ὑέος ἐχομένου ἢ ἄλλου τινὸς καὶ δεομένου πιεῖν ἢ φαγεῖν δοῦναι, μὴ κάμπτοιτο ἀλλὰ καρτεροῖ;
苏格拉底:那么,例如一个医生,当他的儿子或别的什么人患了肺炎,求他给点喝的或吃的,而医生绝不妥协,坚持不给,这又如何呢?
ΛΑ. οὐδʼ ὁπωστιοῦν οὐδʼ αὕτη.
拉刻斯:无论如何,这也不是勇敢。
ΣΩ. ἀλλʼ ἐν πολέμῳ καρτεροῦντα ἄνδρα καὶ ἐθέλοντα μάχεσθαι, φρονίμως λογιζόμενον, εἰδότα μὲν ὅτι βοηθήσουσιν ἄλλοι αὐτῷ, πρὸς ἐλάττους δὲ καὶ φαυλοτέρους μαχεῖται ἢ μεθʼ ὧν αὐτός ἐστιν, ἔτι δὲ χωρία ἔχει κρείττω, τοῦτον τὸν μετὰ τῆς τοιαύτης φρονήσεως καὶ παρασκευῆς καρτεροῦντα ἀνδρειότερον ἂν φαίης ἢ τὸν ἐν τῷ ἐναντίῳ στρατοπέδῳ ἐθέλοντα ὑπομένειν τε καὶ καρτερεῖν;
苏格拉底:那么在战争中坚守并愿意战斗的人,如果他作了明智的计算,知道会有其他人来救援,而且自己要面对的是比自己这方人数更少、战斗力更弱的敌人,并且还占据着有利地形——你会说这个凭借这种明智和准备而坚守的人,比敌方阵营中愿意坚守阵地、不屈奋斗的人更勇敢吗?
ΛΑ. τὸν ἐν τῷ ἐναντίῳ, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
拉刻斯:在我看来,是敌方阵营中的那个人,苏格拉底。
ΣΩ. ἀλλὰ μὴν ἀφρονεστέρα γε ἡ τούτου ἢ ἡ τοῦ ἑτέρου καρτερία.
苏格拉底:但是这个人的坚忍,确实比另一个人要愚蠢得多。
ΛΑ. ἀληθῆ λέγεις.
拉刻斯:你说得对。
ΣΩ. καὶ τὸν μετʼ ἐπιστήμης ἄρα ἱππικῆς καρτεροῦντα ἐν ἱππομαχίᾳ ἧττον φήσεις ἀνδρεῖον εἶναι ἢ τὸν ἄνευ ἐπιστήμης.
苏格拉底:那么,你也会说,在骑兵战中凭借骑术知识而坚忍的人,没有那个缺乏知识而坚忍的人勇敢了?
ΛΑ. ἔμοιγε δοκεῖ.
拉刻斯:在我看来确实如此。
ΣΩ. καὶ τὸν μετὰ σφενδονητικῆς ἢ τοξικῆς ἢ ἄλλης τινὸς τέχνης καρτεροῦντα.
苏格拉底:而在投石术、弓术或者其他某种技术上坚持的人也是如此?
ΛΑ. πάνυ γε.
拉刻斯:完全同意。
ΣΩ. καὶ ὅσοι ἂν ἐθέλωσιν εἰς φρέαρ καταβαίνοντες καὶ κολυμβῶντες καρτερεῖν ἐν τούτῳ τῷ ἔργῳ, μὴ ὄντες δεινοί, ἢ ἔν τινι ἄλλῳ τοιούτῳ, ἀνδρειοτέρους φήσεις τῶν ταῦτα δεινῶν.
苏格拉底:还有那些愿意下到井里潜水、在没有专业技能的情况下坚持干这种活的人,或者在其他类似事情上也是如此的人,你会说他们比那些专业人士更勇敢吗?
ΛΑ. τί γὰρ ἄν τις ἄλλο φαίη, ὦ Σώκρατες;
拉刻斯:不然还能怎么说呢,苏格拉底?
ΣΩ. οὐδέν, εἴπερ οἴοιτό γε οὕτως.
苏格拉底:如果一个人确实是这么想的,那就没别的说法了。
ΛΑ. ἀλλὰ μὴν οἶμαί γε.
拉刻斯:而我确实是这么想的。
ΣΩ. καὶ μήν που ἀφρονεστέρως γε, ὦ Λάχης, οἱ τοιοῦτοι κινδυνεύουσίν τε καὶ καρτεροῦσιν ἢ οἱ μετὰ τέχνης αὐτὸ πράττοντες.
苏格拉底:可是,拉刻斯,这样的人比起那些凭技术行事的人,微不足道地是在更愚蠢地冒险和坚持。
ΛΑ. φαίνονται.
拉刻斯:看起来是这样。
ΣΩ. οὐκοῦν αἰσχρὰ ἡ ἄφρων τόλμα τε καὶ καρτέρησις ἐν τῷ πρόσθεν ἐφάνη ἡμῖν οὖσα καὶ βλαβερά;
苏格拉底:那么,愚蠢的冒险和坚忍,在我们刚才看来不是显得可耻且有害的吗?
ΛΑ. πάνυ γε.
拉刻斯:确实如此。
ΣΩ. ἡ δέ γε ἀνδρεία ὡμολογεῖτο καλόν τι εἶναι.
苏格拉底:而勇敢此前已被同意是某种高尚的东西。
ΛΑ. ὡμολογεῖτο γάρ.
拉刻斯:确实同意过。
ΣΩ. νῦν δʼ αὖ πάλιν φαμὲν ἐκεῖνο τὸ αἰσχρόν, τὴν ἄφρονα καρτέρησιν, ἀνδρείαν εἶναι.
苏格拉底:但现在我们反而再次声称,那种可耻的事情——愚蠢的坚忍——就是勇敢。
ΛΑ. ἐοίκαμεν.
拉刻斯:我们似乎是的。
ΣΩ. καλῶς οὖν σοι δοκοῦμεν λέγειν;
苏格拉底:那么你觉得我们说得好吗?
ΛΑ. μὰ τὸν Δίʼ, ὦ Σώκρατες, ἐμοὶ μὲν οὔ.
拉刻斯:凭宙斯发誓,苏格拉底,我觉得一点也不好。
ΣΩ. οὐκ ἄρα που κατὰ τὸν σὸν λόγον δωριστὶ ἡρμόσμεθα ἐγώ τε καὶ σύ, ὦ Λάχης· τὰ γὰρ ἔργα οὐ συμφωνεῖ ἡμῖν τοῖς λόγοις.
苏格拉底:那么,拉刻斯,看来根据你自己的说法,我们俩并没有调谐在多利亚调式上;因为我们的行动与我们的言论并不和谐。
ἔργῳ μὲν γάρ, ὡς ἔοικε, φαίη ἄν τις ἡμᾶς ἀνδρείας μετέχειν, λόγῳ δʼ, ὡς ἐγᾦμαι, οὐκ ἄν, εἰ νῦν ἡμῶν ἀκούσειε διαλεγομένων.
因为在行动上,似乎有人会说我们拥有勇敢,但在言论上,我认为如果有人现在听到我们谈话,绝不会这么说。
ΛΑ. ἀληθέστατα λέγεις.
拉刻斯:你说得再对不过了。
ΣΩ. τί οὖν;
苏格拉底:那怎么办?
δοκεῖ καλὸν εἶναι οὕτως ἡμᾶς διακεῖσθαι;
我们处于这种状态,你觉得合适吗?
ΛΑ. οὐδʼ ὁπωστιοῦν.
拉刻斯:一点也不合适。
ΣΩ. βούλει οὖν ᾧ λέγομεν πειθώμεθα τό γε τοσοῦτον;
苏格拉底:那么,你愿意让我们至少在这一点上,听从我们自己所说的话吗?
ΛΑ. τὸ ποῖον δὴ τοῦτο, καὶ τίνι τούτῳ;
拉刻斯:这到底是什么事,我们又要听从什么?

词汇与语法注释

  1. 192aὥσπερ ἂν εἰ — `ὥσπερ ἂν εἰ` 后面接直说过去未完成时(此处为 `ἠρώτων`),用于引入一个与事实相反的假设性比喻,意为“正如我当时如果询问……的话”。
  2. 192cτό γε διὰ πάντων πεφυκὸς — `πεφυκὸς` 是动词 `φύω` 的完成时分词中性单数,在此作为名词性成分与 `τό` 连用,意为“天然具有的属性”或“本性”。与 `διὰ πάντων`(贯穿一切)结合,指“贯穿所有情况的共同本性”。
  3. 193aτοῦτον τὸν μετὰ τῆς τοιαύτης φρονήσεως καὶ παρασκευῆς καρτεροῦντα — 在这一长句的对比结构中,苏格拉底将“拥有知识和有利条件、作明智计算而坚守的人”与“在敌方阵营(ἐν τῷ ἐναντίῳ)中、在没有这些优势的情况下依然坚守的人”进行对比。拉刻斯违背了刚才关于勇敢是“明智的坚忍”的合意,直觉地回答后者(其坚忍更为愚蠢)“更勇敢”(ἀνδρειότερον),从而陷入了逻辑矛盾。
  4. 193eδωριστὶ ἡρμόσμεθα — “未按多利亚调式调谐”是一个比喻。基于多利亚人重视言行一致的传统名声,此处讽刺了苏格拉底和拉刻斯的“言论”(λόγος)与他们的“实际行动/生活”(ἔ格ον)未能和谐一致(harmonize)。

引用这一段

柏拉图, 拉凯斯篇 §192-193. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:192-193

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。