Humanitext Reader

柏拉图 · 拉凯斯篇 §191

突破战阵局限寻求各种境况下通用的勇敢定义

第 10 段,共 16 段 · 希腊语

内容简介

苏格拉底通过举出斯基泰人和拉刻代蒙人在普拉提亚战役中退却时战斗的例子,指出勇敢不仅限于坚守战列,并引导拉刻斯去界定在享乐、痛苦和欲望等各种不同境遇中所共同具有的“勇敢”的定义。

§191ΣΩ. ἐγὼ φράσω, ἐὰν οἷός τε γένωμαι.
苏格拉底:如果我能做到的话,我会解释的。
ἀνδρεῖός που οὗτος, ὃν καὶ σὺ λέγεις, ὃς ἂν ἐν τῇ τάξει μένων μάχηται τοῖς πολεμίοις.
你所说的那种坚守在战列中与敌人战斗的人,无疑是勇敢的。
ΛΑ. ἐγὼ γοῦν φημι.
拉刻斯:至少我是这样认为的。
ΣΩ. καὶ γὰρ ἐγώ.
苏格拉底:我也是。
ἀλλὰ τί αὖ ὅδε, ὃς ἂν φεύγων μάχηται τοῖς πολεμίοις ἀλλὰ μὴ μένων;
但是,如果是那只退却着与敌人战斗而不是坚守原地的人,又该怎么说呢?
ΛΑ. πῶς φεύγων;
拉刻斯:怎么个退却法?
ΣΩ. ὥσπερ που καὶ Σκύθαι λέγονται οὐχ ἧττον φεύγοντες ἢ διώκοντες μάχεσθαι, καὶ Ὅμηρός που ἐπαινῶν τοὺς τοῦ Αἰνείου ἵππους "κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα" ἔφη αὐτοὺς ἐπίστασθαι διώκειν ἠδὲ φέβεσθαι·
苏格拉底:就像人们常说斯基泰人退却时和追击时一样善于战斗,而荷马在某处赞美埃涅阿斯的马匹: “在这儿在那儿极其迅疾,” 说它们懂得如何追击和退却;他也因为这一点,即因为对退却的知识而歌颂埃涅阿斯本人,称他为: “退却的策划者。
καὶ αὐτὸν τὸν Αἰνείαν κατὰ τοῦτʼ ἐνεκωμίασε, κατὰ τὴν τοῦ φόβου ἐπιστήμην, καὶ εἶπεν αὐτὸν εἶναι "μήστωρα φόβοιο. " ΛΑ. καὶ καλῶς γε, ὦ Σώκρατες·
” 拉刻斯:而且这很妥当,苏格拉底;因为他说的是战车。
περὶ ἁρμάτων γὰρ ἔλεγε. καὶ σὺ τὸ τῶν Σκυθῶν ἱππέων πέρι λέγεις·
而你说的也是关于斯基泰骑兵的事。
τὸ μὲν γὰρ ἱππικὸν οὕτω μάχεται, τὸ δὲ ὁπλιτικὸν, ὡς ἐγὼ λέγω.
骑兵确实是这样战斗的,但重装步兵是像我所说的那样战斗的。
ΣΩ. πλήν γʼ ἴσως, ὦ Λάχης, τὸ Λακεδαιμονίων.
苏格拉底:不过,拉刻斯,也许拉刻代蒙人是个例外。
Λακεδαιμονίους γάρ φασιν ἐν Πλαταιαῖς, ἐπειδὴ πρὸς τοῖς γερροφόροις ἐγένοντο, οὐκ ἐθέλειν μένοντας πρὸς αὐτοὺς μάχεσθαι, ἀλλὰ φεύγειν, ἐπειδὴ δʼ ἐλύθησαν αἱ τάξεις τῶν Περσῶν, ἀναστρεφομένους ὥσπερ ἱππέας μάχεσθαι καὶ οὕτω νικῆσαι τὴν ἐκεῖ μάχην.
因为人们说,拉刻代蒙人在普拉提亚战役中,当他们面对那些手持柳条盾的敌人时,不愿坚守原地与他们战斗,而是退却;但当波斯人的阵列瓦解后,他们便像骑兵一样转过身来战斗,从而赢得了那场战役。
ΛΑ. ἀληθῆ λέγεις.
拉刻斯:你说得对。
ΣΩ. τοῦτο τοίνυν ὃ ἄρτι ἔλεγον, ὅτι ἐγὼ αἴτιος μὴ καλῶς σε ἀποκρίνασθαι, ὅτι οὐ καλῶς ἠρόμην—βουλόμενος γάρ σου πυθέσθαι μὴ μόνον τοὺς ἐν τῷ ὁπλιτικῷ ἀνδρείους, ἀλλὰ καὶ τοὺς ἐν τῷ ἱππικῷ καὶ ἐν σύμπαντι τῷ πολεμικῷ εἴδει, καὶ μὴ μόνον τοὺς ἐν τῷ πολέμῳ, ἀλλὰ καὶ τοὺς ἐν τοῖς πρὸς τὴν θάλατταν κινδύνοις ἀνδρείους ὄντας, καὶ ὅσοι γε πρὸς νόσους καὶ ὅσοι πρὸς πενίας ἢ καὶ πρὸς τὰ πολιτικὰ ἀνδρεῖοί εἰσιν, καὶ ἔτι αὖ μὴ μόνον ὅσοι πρὸς λύπας ἀνδρεῖοί εἰσιν ἢ φόβους, ἀλλὰ καὶ πρὸς ἐπιθυμίας ἢ ἡδονὰς δεινοὶ μάχεσθαι, καὶ μένοντες καὶ ἀναστρέφοντες—εἰσὶ γάρ πού τινες, ὦ Λάχης, καὶ ἐν τοῖς τοιούτοις ἀνδρεῖοι— ΛΑ. καὶ σφόδρα, ὦ Σώκρατες.
苏格拉底:这就是我刚才所说的,是我自己没问好才导致你没回答好。 因为我想要向你请教的,不仅是那些在重装步兵中勇敢的人,还有在骑兵以及在所有战争类型中勇敢的人;不仅是战争中勇敢的人,还有在海上的危险中勇敢的人,以及那些面对疾病、贫困甚至在政治事务中勇敢的人;不仅是面对痛苦和恐惧勇敢的人,还包括那些善于与欲望和享乐作斗争的人,无论他们是坚守阵地还是转身迎战——因为拉刻斯,在这些事情中肯定也有勇敢的人。 拉刻斯:非常多,苏格拉底。
ΣΩ. οὐκοῦν ἀνδρεῖοι μὲν πάντες οὗτοί εἰσιν, ἀλλʼ οἱ μὲν ἐν ἡδοναῖς, οἱ δʼ ἐν λύπαις, οἱ δʼ ἐν ἐπιθυμίαις, οἱ δʼ ἐν φόβοις τὴν ἀνδρείαν κέκτηνται·
苏格拉底:那么,这些人都是勇敢的,但有的人是在享乐中,有的人是在痛苦中,有的人是在欲望中,有的人是在恐惧中拥有勇敢;而我认为,另一些人则在这些同样的事情中拥有懦弱。
οἱ δέ γʼ οἶμαι δειλίαν ἐν τοῖς αὐτοῖς τούτοις. ΛΑ. πάνυ γε.
拉刻斯:确实如此。
ΣΩ. τί ποτε ὂν ἑκάτερον τούτων;
苏格拉底:那么,这两个东西到底是什么?
τοῦτο ἐπυνθανόμην.
这就是我刚才所问的。
πάλιν οὖν πειρῶ εἰπεῖν ἀνδρείαν πρῶτον τί ὂν ἐν πᾶσι τούτοις ταὐτόν ἐστιν·
因此,请再次尝试说明:在所有这些情况中,作为相同事物的“勇敢”到底是什么?
ἢ οὔπω καταμανθάνεις ὃ λέγω;
还是你依然没有理解我的意思?
ΛΑ. οὐ πάνυ τι.
拉刻斯:不太明白。

词汇与语法注释

  1. 191aὃς ἂν ἐν τῇ τάξει μένων μάχηται — 关系代名词 ὃς 带有 ἄν 和虚拟语气 μάχηται,构成条件性的一般关系从句(“凡是……的人”)。分词 μένων 表示方式或伴随状况(“坚守在战列中”)。
  2. 191cΛακεδαιμονίους γάρ φασιν... οὐκ ἐθέλειν... μάχεσθαι — 由动词 φασίν(“他们说”)所支配的长宾格加不定式(A.c.I.)结构。宾格主语 Λακεδαιμονίους 与多个不定式(οὐκ ἐθέλειν, φεύγειν, μάχεσθαι, νικῆσαι)相关联,中间的分词 ἀναστρεφομένους(“转身”)也与主语一致,使用宾格复数形式。
  3. 191dδεινοὶ μάχεσθαι — 形容词 δ意诺伊(δεινοί,“可怕的”、“擅长的”)后接不定式 μάχεσθαι(“战斗”),构成解释性(epexegetic)不定式用法,用以限定形容词的具体范围(“在战斗方面是擅长的/可怕的”)。

引用这一段

柏拉图, 拉凯斯篇 §191. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:191

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。