Humanitext Reader

柏拉图 · 拉凯斯篇 §190

德性知识的必要性与拉刻斯对勇敢的初步定义

第 9 段,共 16 段 · 希腊语

内容简介

苏格拉底主张,为了建议如何获得某物,必须先了解它本身的本质(德性),并提议首先探讨德性的一部分即“勇敢”,拉刻斯随即给出了第一个定义。

§190ΣΩ. εἰ τυγχάνομεν ἐπιστάμενοι ὅτι ὄψις παραγενομένη ὀφθαλμοῖς βελτίους ποιεῖ ἐκείνους οἷς παρεγένετο, καὶ προσέτι οἷοί τʼ ἐσμὲν ποιεῖν αὐτὴν παραγίγνεσθαι ὄμμασι, δῆλον ὅτι ὄψιν γε ἴσμεν αὐτὴν ὅτι ποτʼ ἔστιν, ἧς πέρι σύμβουλοι ἂν γενοίμεθα ὡς ἄν τις αὐτὴν ῥᾷστα καὶ ἄριστα κτήσαιτο.
苏格拉底:如果我们碰巧知道,视力一旦存在于眼睛之中,就会使它所存在的那双眼睛变得更好,并且我们还有能力使它存在于眼睛之中,那么显而易见,我们自己必定知道视力本身到底是什么,关于它,我们能作为顾问去建议人们如何最容易、最美好地获得它。
εἰ γὰρ μηδʼ αὐτὸ τοῦτο εἰδεῖμεν, ὅτι ποτʼ ἔστιν ὄψις ἢ ὅτι ἔστιν ἀκοή, σχολῇ ἂν σύμβουλοί γε ἄξιοι λόγου γενοίμεθα καὶ ἰατροὶ ἢ περὶ ὀφθαλμῶν ἢ περὶ ὤτων, ὅντινα τρόπον ἀκοὴν ἢ ὄψιν κάλλιστʼ ἂν κτήσαιτό τις.
因为如果我们连这件最基本的事情都不知道,即视力到底是什么,或者听力是什么,我们作为眼睛或耳朵的医生,或者作为关于人们如何最美好地获得听力或视力的顾问,就几乎不值得一提了。
ΛΑ. ἀληθῆ λέγεις, ὦ Σώκρατες.
拉刻斯:你说得对,苏格拉底。
ΣΩ. οὐκοῦν, ὦ Λάχης, καὶ νῦν ἡμᾶς τώδε παρακαλεῖτον εἰς συμβουλήν, τίνʼ ἂν τρόπον τοῖς ὑέσιν αὐτῶν ἀρετὴ παραγενομένη ταῖς ψυχαῖς ἀμείνους ποιήσειε;
苏格拉底:那么,拉刻斯,现在这两位不也是在召集我们提供建议吗,即德性以何种方式存在于他们儿子的灵魂中,从而使他们变得更好?
ΛΑ. πάνυ γε.
拉刻斯:确实如此。
ΣΩ. ἆρʼ οὖν ἡμῖν τοῦτό γʼ ὑπάρχειν δεῖ, τὸ εἰδέναι ὅτι ποτʼ ἔστιν ἀρετή;
苏格拉底:那么,我们难道不应该至少具备这一前提,即知道德性到底是什么吗?
εἰ γάρ που μηδʼ ἀρετὴν εἰδεῖμεν τὸ παράπαν ὅτι ποτε τυγχάνει ὄν, τίνʼ ἂν τρόπον τούτου σύμβουλοι γενοίμεθʼ ἂν ὁτῳοῦν, ὅπως ἂν αὐτὸ κάλλιστα κτήσαιτο;
因为如果我们根本不知道德性到底是什么,我们又怎么能成为任何人的顾问,去建议他如何最美好地获得它呢?
ΛΑ. οὐδένα, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
拉刻斯:在我看来,苏格拉底,根本没办法。
ΣΩ. φαμὲν ἄρα, ὦ Λάχης, εἰδέναι αὐτὸ ὅτι ἔστιν.
苏格拉底:那么,拉刻斯,我们是说我们知道它是什么了。
ΛΑ. φαμὲν μέντοι.
拉刻斯:我们确实是这样说的。
ΣΩ. οὐκοῦν ὅ γε ἴσμεν, κἂν εἴποιμεν δήπου τί ἐστιν.
苏格拉底:那么,既然我们知道,我们大概也就能说出它是什么了。
ΛΑ. πῶς γὰρ οὔ;
拉刻斯:怎么会说不出呢?
ΣΩ. μὴ τοίνυν, ὦ ἄριστε, περὶ ὅλης ἀρετῆς εὐθέως σκοπώμεθα—πλέον γὰρ ἴσως ἔργον—ἀλλὰ μέρους τινὸς πέρι πρῶτον ἴδωμεν εἰ ἱκανῶς ἔχομεν πρὸς τὸ εἰδέναι· καὶ ἡμῖν, ὡς τὸ εἰκός, ῥᾴων ἡ σκέψις ἔσται.
苏格拉底:那么,我优秀的朋友,我们先不要立刻考察整个德性——因为这可能是一项更繁重的工作——而是先看看我们对它的某一部分是否有足够的认识;这样我们的考察很可能就会更容易。
ΛΑ. ἀλλʼ οὕτω ποιῶμεν, ὦ Σώκρατες, ὡς σὺ βούλει.
拉刻斯:那就按照你的意思办吧,苏格拉底。
ΣΩ. τί οὖν ἂν προελοίμεθα τῶν τῆς ἀρετῆς μερῶν;
苏格拉底:那么,我们应该先选择德性的哪一部分呢?
ἢ δῆλον δὴ ὅτι τοῦτο εἰς ὃ τείνειν δοκεῖ ἡ ἐν τοῖς ὅπλοις μάθησις;
是不是显而易见应该选择武器战斗的学习所趋向的那部分?
δοκεῖ δέ που τοῖς πολλοῖς εἰς ἀνδρείαν.
而且大多数人罐认为这是趋向于勇敢。
ἦ γάρ;
不是吗?
ΛΑ. καὶ μάλα δὴ οὕτω δοκεῖ.
拉刻斯:确实,大家正是这样认为的。
ΣΩ. τοῦτο τοίνυν πρῶτον ἐπιχειρήσωμεν, ὦ Λάχης, εἰπεῖν, ἀνδρεία τί ποτʼ ἐστίν· ἔπειτα μετὰ τοῦτο σκεψόμεθα καὶ ὅτῳ ἂν τρόπῳ τοῖς νεανίσκοις παραγένοιτο, καθʼ ὅσον οἷόν τε ἐξ ἐπιτηδευμάτων τε καὶ μαθημάτων παραγενέσθαι.
苏格拉底:那么,拉刻斯,让我们首先尝试说明勇敢到底是什么;然后,在这之后,我们再考察勇敢可以通过何种方式在青年人身上产生,只要它是可能通过训练和学习来产生的。
ἀλλὰ πειρῶ εἰπεῖν ὃ λέγω, τί ἐστιν ἀνδρεία.
请试着回答我所问的:勇敢是什么。
ΛΑ. οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ χαλεπὸν εἰπεῖν· εἰ γάρ τις ἐθέλοι ἐν τῇ τάξει μένων ἀμύνεσθαι τοὺς πολεμίους καὶ μὴ φεύγοι, εὖ ἴσθι ὅτι ἀνδρεῖος ἂν εἴη.
拉刻斯:凭宙斯起誓,苏格拉底,这不难说:因为如果有人愿意坚守在战列中防御敌人而不逃跑,你大可确信,他就是勇敢的。
ΣΩ. εὖ μὲν λέγεις, ὦ Λάχης· ἀλλʼ ἴσως ἐγὼ αἴτιος, οὐ σαφῶς εἰπών, τὸ σὲ ἀποκρίνασθαι μὴ τοῦτο ὃ διανοούμενος ἠρόμην, ἀλλʼ ἕτερον.
苏格拉底:你说得好,拉刻斯;但也许是我自己由于说得不清楚,才导致你没有回答我心里所想问的那个问题,而是回答了另一个。
ΛΑ. πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
拉刻斯:你这是什么意思,苏格拉底?

词汇与语法注释

  1. 190aὄψιν γε ἴσμεν αὐτὴν ὅτι ποτʼ ἔστιν — 先行(prolepsis)句法,将 `ὄψιν` 作为主句动词 `ἴσμεν` 的宾语,其具体内容由 `ὅτι` 从句(`ὅτι ποτʼ ἔστιν`)说明。字面意思是“我们知道视力本身到底是什么”。
  2. 190aσχολῇ ἂν — 名词 `σχολή`(余暇、缓慢)的与格副词性用法与语气小词 `ἄν` 连用,表示强烈的可能否定,意为“绝不可能”或“简直无法”。
  3. 190eτὸ σὲ ἀποκρίνασθαι — 带冠词的对格不定式短语。在此处具体说明或在同格上限制形容词 `αἴτιος`(作为原因的)的具体内容(即“你做出回答这一原因”)。

引用这一段

柏拉图, 拉凯斯篇 §190. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:190

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。