§189ΛΑ. Σωκράτους δʼ ἐγὼ τῶν μὲν λόγων οὐκ ἔμπειρός εἰμι, ἀλλὰ πρότερον, ὡς ἔοικε, τῶν ἔργων ἐπειράθην, καὶ ἐκεῖ αὐτὸν ηὗρον ἄξιον ὄντα λόγων καλῶν καὶ πάσης παρρησίας.
拉刻斯:我一方面对苏格拉底的言论没有经验,但此前,正如所显得的那样,我体验过他的行动,并且在战场上我发现他配得上美好的言辞和一切直言不讳的坦诚。
εἰ οὖν καὶ τοῦτο ἔχει, συμβούλομαι τἀνδρί, καὶ ἥδιστʼ ἂν ἐξεταζοίμην ὑπὸ τοῦ τοιούτου, καὶ οὐκ ἂν ἀχθοίμην μανθάνων, ἀλλὰ καὶ ἐγὼ τῷ Σόλωνι, ἓν μόνον προσλαβών, συγχωρῶ·
因此,如果他也具备这种言论的能力,我赞同此人,并且非常乐意接受这样的人的检验,而且不会因学习而感到苦恼;不过,我也同意梭伦的话,只要加上一条:我虽然在变老,但愿意学习很多东西,不过只向好人学习。
γηράσκων γὰρ πολλὰ διδάσκεσθαι ἐθέλω ὑπὸ χρηστῶν μόνον. τοῦτο γάρ μοι συγχωρείτω, ἀγαθὸν καὶ αὐτὸν εἶναι τὸν διδάσκαλον, ἵνα μὴ δυσμαθὴς φαίνωμαι ἀηδῶς μανθάνων·
请让我得到这一条:教师本人也是好人,以免我因学习得不愉快而显得愚笨。
εἰ δὲ νεώτερος ὁ διδάσκων ἔσται ἢ μήπω ἐν δόξῃ ὢν ἤ τι ἄλλο τῶν τοιούτων ἔχων, οὐδέν μοι μέλει.
但如果教师年纪比我小,或者还没什么名气,或者有其他类似的状况,我一概不在意。
σοὶ οὖν, ὦ Σώκρατες, ἐγὼ ἐπαγγέλλομαι καὶ διδάσκειν καὶ ἐλέγχειν ἐμὲ ὅτι ἂν βούλῃ, καὶ μανθάνειν γε ὅτι αὖ ἐγὼ οἶδα·
因此,苏格拉底,我向你承诺,你可以随你的意愿来教导我、驳斥我,也请你向我学习我所知道的事。
οὕτω σὺ παρʼ ἐμοὶ διάκεισαι ἀπʼ ἐκείνης τῆς ἡμέρας ᾗ μετʼ ἐμοῦ συνδιεκινδύνευσας καὶ ἔδωκας σαυτοῦ πεῖραν ἀρετῆς ἣν χρὴ διδόναι τὸν μέλλοντα δικαίως δώσειν.
自从你与我共同面对危险,并证明了凡是想要公正证明德性的人所必须给出的那种德性的那一天起,你对我的态度就是这样确立的。
λέγʼ οὖν ὅτι σοι φίλον, μηδὲν τὴν ἡμετέραν ἡλικίαν ὑπόλογον ποιούμενος.
所以,请说出任何你喜欢的话,完全不用考虑我们的年龄。
ΣΩ. οὐ τὰ ὑμέτερα, ὡς ἔοικεν, αἰτιασόμεθα μὴ οὐχ ἕτοιμα εἶναι καὶ συμβουλεύειν καὶ συσκοπεῖν.
苏格拉底:看起来,我们绝不会指责你们这边没有准备好提出建议并共同探讨。
ΛΥ. ἀλλʼ ἡμέτερον δὴ ἔργον, ὦ Σώκρατες—ἕνα γάρ σε ἔγωγε ἡμῶν τίθημι—σκόπει οὖν ἀντʼ ἐμοῦ ὑπὲρ τῶν νεανίσκων ὅτι δεόμεθα παρὰ τῶνδε πυνθάνεσθαι, καὶ συμβούλευε διαλεγόμενος τούτοις.
吕西马科斯:但这确实是我们的任务,苏格拉底——因为我把你当作我们中的一员——所以请代替我,为了这些年轻人的利益,去探究我们需要从这些人那里了解的事情,并通过与他们讨论来提供建议。
ἐγὼ μὲν γὰρ καὶ ἐπιλανθάνομαι ἤδη τὰ πολλὰ διὰ τὴν ἡλικίαν ὧν ἂν διανοηθῶ ἐρέσθαι καὶ αὖ ἃ ἂν ἀκούσω· ἐὰν δὲ μεταξὺ ἄλλοι λόγοι γένωνται, οὐ πάνυ μέμνημαι.
因为我由于年纪大了,已经常常忘记我想问的大多数事情,以及我听到的事情;如果中途插入其他谈话,我就完全记不得了。
ὑμεῖς οὖν λέγετε καὶ διέξιτε πρὸς ὑμᾶς αὐτοὺς περὶ ὧν προυθέμεθα· ἐγὼ δʼ ἀκούσομαι καὶ ἀκούσας αὖ μετὰ Μελησίου τοῦδε ποιήσω τοῦτο ὅτι ἂν καὶ ὑμῖν δοκῇ.
所以,你们几位请针对我们提出的问题进行讨论并彻底理清;而我将倾听,听过之后,我会和这边的梅莱西阿斯一起,按照你们也认为合适的方式去办。
ΣΩ. πειστέον, ὦ Νικία τε καὶ Λάχης, Λυσιμάχῳ καὶ Μελησίᾳ.
苏格拉底:尼基阿斯和拉刻斯,我们必须顺从吕西马科斯和梅莱西阿斯。
ἃ μὲν οὖν νυνδὴ ἐπεχειρήσαμεν σκοπεῖν, τίνες οἱ διδάσκαλοι ἡμῖν τῆς τοιαύτης παιδείας γεγόνασιν ἢ τίνας ἄλλους βελτίους πεποιήκαμεν, ἴσως μὲν οὐ κακῶς εἶχεν ἐξετάζειν καὶ τὰ τοιαῦτα ἡμᾶς αὐτούς· ἀλλʼ οἶμαι καὶ ἡ τοιάδε σκέψις εἰς ταὐτὸν φέρει, σχεδὸν δέ τι καὶ μᾶλλον ἐξ ἀρχῆς εἴη ἄν.
那么,我们刚才试图考察的事情——谁曾是我们在这种教育方面的老师,或者我们让其他哪些人变得更好了——也许我们自己检验一下此类事情也不无裨益;但我认为,像下面这样的探究也会导向同一个结果,而且甚至几乎更带有根本性。
εἰ γὰρ τυγχάνομεν ἐπιστάμενοι ὁτουοῦν πέρι ὅτι παραγενόμενόν τῳ βέλτιον ποιεῖ ἐκεῖνο ᾧ παρεγένετο, καὶ προσέτι οἷοί τέ ἐσμεν αὐτὸ ποιεῖν παραγίγνεσθαι ἐκείνῳ, δῆλον ὅτι αὐτό γε ἴσμεν τοῦτο οὗ πέρι σύμβουλοι ἂν γενοίμεθα ὡς ἄν τις αὐτὸ ῥᾷστα καὶ ἄριστʼ ἂν κτήσαιτο.
因为如果我们碰巧知道任何一件事物,一旦它存在于某物之中,就会使它所存在的那件东西变得更好,并且我们还有能力使它存在于其中,那么显而易见,我们自己必定知道这件我们能作为顾问去建议人们如何最容易、最美好地获得它的事物。
ἴσως οὖν οὐ μανθάνετέ μου ὅτι λέγω, ἀλλʼ ὧδε ῥᾷον μαθήσεσθε.
也许你们现在不明白我的意思,但通过以下方式你们会更容易明白。