§185ΣΩ. οὐκοῦν καὶ νῦν χρὴ πρῶτον αὐτὸ τοῦτο σκέψασθαι, εἰ ἔστιν τις ἡμῶν τεχνικὸς περὶ οὗ βουλευόμεθα ἢ οὔ· καὶ εἰ μὲν ἔστιν, ἐκείνῳ πείθεσθαι ἑνὶ ὄντι, τοὺς δʼ ἄλλους ἐᾶν, εἰ δὲ μή, ἄλλον τινὰ ζητεῖν.
苏格拉底:那么,现在我们也必须首先考察这一点本身:在我们所讨论的事情上,我们当中是否有人是专家,还是没有;如果是有的,就应当听从他那单单一个人,而放过其他人,但如果没有,就必须寻找别人。
ἢ περὶ σμικροῦ οἴεσθε νυνὶ κινδυνεύειν καὶ σὺ καὶ Λυσίμαχος ἀλλʼ οὐ περὶ τούτου τοῦ κτήματος ὃ τῶν ὑμετέρων μέγιστον ὂν τυγχάνει;
或者,你和吕西马科认为现在所冒的风险是一件小事,而不是关乎你们拥有的最大财产?
ὑέων γάρ που ἢ χρηστῶν ἢ τἀναντία γενομένων καὶ πᾶς ὁ οἶκος ὁ τοῦ πατρὸς οὕτως οἰκήσεται, ὁποῖοι ἄν τινες οἱ παῖδες γένωνται.
因为随着儿子们变得优秀还是相反,父亲的整个家室也将如此运转,这取决于孩子们变成怎样的人。
ΜΕ. ἀληθῆ λέγεις.
麦勒西亚斯:你说得对。
ΣΩ. πολλὴν ἄρα δεῖ προμηθίαν αὐτοῦ ἔχειν.
苏格拉底:因此,必须对此有极大的预见。
ΜΕ. πάνυ γε.
麦勒西亚斯:非常对。
ΣΩ. πῶς οὖν, ὃ ἐγὼ ἄρτι ἔλεγον, ἐσκοποῦμεν ἄν, εἰ ἐβουλόμεθα σκέψασθαι τίς ἡμῶν περὶ ἀγωνίαν τεχνικώτατος;
苏格拉底:那么,正如我刚才所说,如果我们想考察我们当中谁在竞技训练上最专业,我们将如何审视呢?
ἆρʼ οὐχ ὁ μαθὼν καὶ ἐπιτηδεύσας, ᾧ καὶ διδάσκαλοι ἀγαθοὶ γεγονότες ἦσαν αὐτοῦ τούτου;
难道不就是那个学习过、实践过,并且在这件事情本身上拥有过优秀教师的人吗?
ΜΕ. ἔμοιγε δοκεῖ.
麦勒西亚斯:我正是这么想。
ΣΩ. οὐκοῦν ἔτι πρότερον, τίνος ὄντος τούτου ζητοῦμεν τοὺς διδασκάλους;
苏格拉底:那么,在那之前,我们要找的是关于什么事物的教师?
ΜΕ. πῶς λέγεις;
麦勒西亚斯:你是指什么?
ΣΩ. ὧδε ἴσως μᾶλλον κατάδηλον ἔσται.
苏格拉底:这样说或许会更明白一些。
οὔ μοι δοκεῖ ἐξ ἀρχῆς ἡμῖν ὡμολογῆσθαι τί ποτʼ ἔστιν περὶ οὗ βουλευόμεθα, ὅστις ἡμῶν τεχνικὸς καὶ τούτου ἕνεκα διδασκάλους ἐκτήσατο, καὶ ὅστις μή.
在我看来,我们起初并没有就“我们所讨论的事情究竟是什么”达成一致,因而也无法讨论我们当中谁是专家、并为了它请了教师,而谁没有。
ΝΙ. οὐ γάρ, ὦ Σώκρατες, περὶ τοῦ ἐν ὅπλοις μάχεσθαι σκοποῦμεν, εἴτε χρὴ αὐτὸ τοὺς νεανίσκους μανθάνειν εἴτε μή;
尼基阿斯:苏格拉底,难道我们不是在考察关于武装格斗,即年轻人是否应该学习它吗?
ΣΩ. πάνυ μὲν οὖν, ὦ Νικία.
苏格拉底:确实如此,尼基阿斯。
ἀλλʼ ὅταν περὶ φαρμάκου τίς του πρὸς ὀφθαλμοὺς σκοπῆται, εἴτε χρὴ αὐτὸ ὑπαλείφεσθαι εἴτε μή, πότερον οἴει τότε εἶναι τὴν βουλὴν περὶ τοῦ φαρμάκου ἢ περὶ τῶν ὀφθαλμῶν;
但是,当有人考察某种眼药水,考虑是否应该涂抹它时,你认为当时的咨询是关于药水,还是关于眼睛?
ΝΙ. περὶ τῶν ὀφθαλμῶν.
尼基阿斯:关于眼睛。
ΣΩ. οὐκοῦν καὶ ὅταν ἵππῳ χαλινὸν σκοπῆταί τις εἰ προσοιστέον ἢ μή, καὶ ὁπότε, τότε που περὶ τοῦ ἵππου βουλεύεται ἀλλʼ οὐ περὶ τοῦ χαλινοῦ;
苏格拉底:那么,当有人考察是否应该以及何时应该给马配上缰绳时,他显然是在讨论关于马,而不是关于缰绳吧?
ΝΙ. ἀληθῆ.
尼基阿斯:没错。
ΣΩ. οὐκοῦν ἑνὶ λόγῳ, ὅταν τίς τι ἕνεκά του σκοπῇ, περὶ ἐκείνου ἡ βουλὴ τυγχάνει οὖσα οὗ ἕνεκα ἐσκόπει, ἀλλʼ οὐ περὶ τοῦ ὃ ἕνεκα ἄλλου ἐζήτει.
苏格拉底:所以简而言之,当有人为了某事而考察另一事时,其咨询所指向的,正是作为目的的那件事,而不是那件为了别的事情而寻找的手段。
ΝΙ. ἀνάγκη.
尼基阿斯:必然如此。
ΣΩ. δεῖ ἄρα καὶ τὸν σύμβουλον σκοπεῖν ἆρα τεχνικός ἐστιν εἰς ἐκείνου θεραπείαν, οὗ ἕνεκα σκοπούμενοι σκοποῦμεν.
苏格拉底:因此,我们也必须考察顾问在照料那件事上是否专业,那件事正是我们进行研究所要达到的目的。
ΝΙ. πάνυ γε.
尼基阿斯:非常对。
ΣΩ. οὐκοῦν νῦν φαμεν περὶ μαθήματος σκοπεῖν τῆς ψυχῆς ἕνεκα τῆς τῶν νεανίσκων;
苏格拉底:那么,现在我们说自己考察这门学问,是为了年轻人的灵魂吗?
ΝΙ. ναί.
尼基阿斯:是的。
ΣΩ. εἴ τις ἄρα ἡμῶν τεχνικὸς περὶ ψυχῆς θεραπείαν καὶ οἷός τε καλῶς τοῦτο θεραπεῦσαι, καὶ ὅτῳ διδάσκαλοι ἀγαθοὶ γεγόνασιν, τοῦτο σκεπτέον.
苏格拉底:因此,必须考察我们当中是否有人在照料灵魂上是专家,并且能够很好地照料它,以及谁曾拥有过优秀的教师。
ΛΑ. τί δέ, ὦ Σώκρατες; οὔπω ἑώρακας ἄνευ διδασκάλων τεχνικωτέρους γεγονότας εἰς ἔνια ἢ μετὰ διδασκάλων;
拉刻斯:但是,苏格拉底,难道你从未见过有人没有教师,在某些事情上反而比有教师的人更专业吗?
ΣΩ. ἔγωγε, ὦ Λάχης· οἷς γε σὺ οὐκ ἂν ἐθέλοις πιστεῦσαι, εἰ φαῖεν ἀγαθοὶ εἶναι δημιουργοί, εἰ μή τί σοι τῆς αὑτῶν τέχνης ἔργον ἔχοιεν ἐπιδεῖξαι εὖ εἰργασμένον, καὶ ἓν καὶ πλείω.
苏格拉底:我是见过的,拉刻斯;但即使他们自称是优秀的工匠,如果他们不能向你展示他们自己手艺的、制作精良的成果——无论是单单一个还是多个——你也是不愿相信他们的。