§184ΛΑ. τέως μὲν οὖν παρέθει ἐν τῇ νηὶ ἀντεχόμενος τοῦ δόρατος· ἐπεὶ δὲ δὴ παρημείβετο ἡ ναῦς τὴν ναῦν καὶ ἐπέσπα αὐτὸν τοῦ δόρατος ἐχόμενον, ἐφίει τὸ δόρυ διὰ τῆς χειρός, ἕως ἄκρου τοῦ στύρακος ἀντελάβετο.
拉刻斯:因此起初,他抓着枪,顺着船跑;但是,当那艘船正擦过对方的船,并把抓着枪的他拉扯过去时,他让枪在手中滑动,直到他抓住了枪柄末端的石突。
ἦν δὲ γέλως καὶ κρότος ὑπὸ τῶν ἐκ τῆς ὁλκάδος ἐπί τε τῷ σχήματι αὐτοῦ, καὶ ἐπειδὴ βαλόντος τινὸς λίθῳ παρὰ τοὺς πόδας αὐτοῦ ἐπὶ τὸ κατάστρωμα ἀφίεται τοῦ δόρατος, τότʼ ἤδη καὶ οἱ ἐκ τῆς τριήρους οὐκέτι οἷοί τʼ ἦσαν τὸν γέλωτα κατέχειν, ὁρῶντες αἰωρούμενον ἐκ τῆς ὁλκάδος τὸ δορυδρέπανον ἐκεῖνο.
商船上的人看到他那副样子,便发出了笑声和掌声,而当有人扔了一块石头落在他的脚边甲板上,他放开了枪时,这时连三列桨战船上的人也再也忍不住笑了,因为他们看到那把割草镰刀枪正从商船上悬空挂着。
ἴσως μὲν οὖν εἴη ἂν τὶ ταῦτα, ὥσπερ Νικίας λέγει· οἷς δʼ οὖν ἐγὼ ἐντετύχηκα, τοιαῦτʼ ἄττα ἐστίν.
或许,正像尼基阿斯所说,这些事情确有其事;但就我所遇到的人而言,情况就是这般。
ὃ οὖν καὶ ἐξ ἀρχῆς εἶπον, εἴτε οὕτω σμικρὰς ὠφελίας ἔχει μάθημα ὄν, εἴτε μὴ ὂν φασὶ καὶ προσποιοῦνται αὐτὸ εἶναι μάθημα, οὐκ ἄξιον ἐπιχειρεῖν μανθάνειν.
所以,正如我开头所说的,无论这作为一门学问只有如此微小的益处,还是它根本不是学问,而他们却声称并假装它是学问,都不值得去尝试学习。
καὶ γὰρ οὖν μοι δοκεῖ, εἰ μὲν δειλός τις ὢν οἴοιτο αὐτὸ ἐπίστασθαι, θρασύτερος ἂν διʼ αὐτὸ γενόμενος ἐπιφανέστερος γένοιτο οἷος ἦν, εἰ δὲ ἀνδρεῖος, φυλαττόμενος ἂν ὑπὸ τῶν ἀνθρώπων, εἰ καὶ σμικρὸν ἐξαμάρτοι, μεγάλας ἂν διαβολὰς ἴσχειν· ἐπίφθονος γὰρ ἡ προσποίησις τῆς τοιαύτης ἐπιστήμης, ὥστʼ εἰ μή τι θαυμαστὸν ὅσον διαφέρει τῇ ἀρετῇ τῶν ἄλλων, οὐκ ἔσθʼ ὅπως ἄν τις φύγοι τὸ καταγέλαστος γενέσθαι φάσκων ἔχειν ταύτην τὴν ἐπιστήμην.
因为在我看来,如果一个胆小的人以为自己精通此术,他会因此变得更加胆大,从而更明显地暴露他本来的面目;但如果是勇敢的人,他会被人们密切监视,即使犯了微小的错误,也会招致巨大的诽谤;因为假装拥有这种知识会招人嫉恨,所以除非一个人在美德上惊人地超越他人,否则自称拥有这种知识的人,绝无可能避免成为笑柄。
τοιαύτη τις ἔμοιγε δοκεῖ, ὦ Λυσίμαχε, ἡ περὶ τοῦτο τὸ μάθημα εἶναι σπουδή· χρὴ δʼ ὅπερ σοι ἐξ ἀρχῆς ἔλεγον, καὶ Σωκράτη τόνδε μὴ ἀφιέναι, ἀλλὰ δεῖσθαι συμβουλεύειν ὅπῃ δοκεῖ αὐτῷ περὶ τοῦ προκειμένου.
吕西马科,在我看来,对这门学问的追求就是这般;你应当像我开头对你说的那样,不要放走这位苏格拉底,而要请求他就眼前的议题提出他的看法。
ΛΥ. ἀλλὰ δέομαι ἔγωγε, ὦ Σώκρατες· καὶ γὰρ ὥσπερ τοῦ ἐπιδιακρινοῦντος δοκεῖ μοι δεῖν ἡμῖν ἡ βουλή.
吕西马科:我确实请求他,苏格拉底;因为对我来说,我们的咨询似乎需要一个,好比说,最终裁决者。
εἰ μὲν γὰρ συνεφερέσθην τώδε, ἧττον ἂν τοῦ τοιούτου ἔδει· νῦν δὲ τὴν ἐναντίαν γάρ, ὡς ὁρᾷς, Λάχης Νικίᾳ ἔθετο, εὖ δὴ ἔχει ἀκοῦσαι καὶ σοῦ ποτέρῳ τοῖν ἀνδροῖν σύμψηφος εἶ.
因为如果这两个人意见一致,就不太需要这样的人了;但正如你所见,现在拉刻斯采取了与尼基阿斯相反的立场,因此听听你也同意这两位中的哪一位确实是件好事。
ΣΩ. τί δέ, ὦ Λυσίμαχε;
苏格拉底:这是怎么回事,吕西马科?
ὁπότερʼ ἂν οἱ πλείους ἐπαινῶσιν ἡμῶν, τούτοις μέλλεις χρῆσθαι;
难道我们要赞成我们中多数人赞成的那一方,你就要遵从那一方吗?
ΛΥ. τί γὰρ ἄν τις καὶ ποιοῖ, ὦ Σώκρατες;
吕西马科:苏格拉底,不然还能怎么做呢?
ΣΩ. ἦ καὶ σύ, ὦ Μελησία, οὕτως ἂν ποιοῖς;
苏格拉底:梅勒西亚斯,你也会这样做吗?
κἂν εἴ τις περὶ ἀγωνίας τοῦ ὑέος σοι βουλὴ εἴη τί χρὴ ἀσκεῖν, ἆρα τοῖς πλείοσιν ἂν ἡμῶν πείθοιο, ἢ ʼκείνῳ ὅστις τυγχάνει ὑπὸ παιδοτρίβῃ ἀγαθῷ πεπαιδευμένος καὶ ἠσκηκώς;
如果你正为儿子的竞技训练而咨询,关于他应该练习什么,你会听从我们中的多数人,还是听从那位恰好在优秀的体育教师指导下接受过教育和训练的人?
ΜΕ. ἐκείνῳ εἰκός γε, ὦ Σώκρατες.
梅勒西亚斯:听从那个人,这是理所当然的,苏格拉底。
ΣΩ. αὐτῷ ἄρʼ ἂν μᾶλλον πείθοιο ἢ τέτταρσιν οὖσιν ἡμῖν;
苏格拉底:那么,你宁可听从他,也不听从我们四个?
ΜΕ. ἴσως.
梅勒西亚斯:也许吧。
ΣΩ. ἐπιστήμῃ γὰρ οἶμαι δεῖ κρίνεσθαι ἀλλʼ οὐ πλήθει τὸ μέλλον καλῶς κριθήσεσθαι.
苏格拉底:因为我认为,要做出正确的判断,必须依靠知识,而不是依靠人数。
ΜΕ. πῶς γὰρ οὔ;
梅勒西亚斯:当然如此。