§178ΛΥ. τεθέασθε μὲν τὸν ἄνδρα μαχόμενον ἐν ὅπλοις, ὦ Νικία τε καὶ Λάχης·
吕西马科:尼基阿斯、拉刻斯,你们已经看到了那个人披甲格斗。
οὗ δʼ ἕνεκα ὑμᾶς ἐκελεύσαμεν συνθεάσασθαι ἐγώ τε καὶ Μελησίας ὅδε, τότε μὲν οὐκ εἴπομεν, νῦν δʼ ἐροῦμεν.
但是,我和这边的梅勒西阿斯当初为什么要请你们一起来观看,那时我们没有说明,现在则要说出来。
ἡγούμεθα γὰρ χρῆναι πρός γε ὑμᾶς παρρησιάζεσθαι.
因为我们认为,至少对你们,应当坦诚直言。
εἰσὶ γάρ τινες οἳ τῶν τοιούτων καταγελῶσι, καὶ ἐάν τις αὐτοῖς συμβουλεύσηται, οὐκ ἂν εἴποιεν ἃ νοοῦσιν, ἀλλὰ στοχαζόμενοι τοῦ συμβουλευομένου ἄλλα λέγουσι παρὰ τὴν αὑτῶν δόξαν·
毕竟有些人会对这类事情加以嘲笑,而且如果有人向他们咨询,他们也不会说出心里话,而是去揣摩咨询者的心思,说出一些违背自己真实想法的话。
ὑμᾶς δὲ ἡμεῖς ἡγησάμενοι καὶ ἱκανοὺς γνῶναι καὶ γνόντας ἁπλῶς ἂν εἰπεῖν ἃ δοκεῖ ὑμῖν, οὕτω παρελάβομεν ἐπὶ τὴν συμβουλὴν περὶ ὧν μέλλομεν ἀνακοινοῦσθαι.
至于你们,我们认为你们既有充分的判断力,又会在做出判断后直言不讳地表达自己的看法,因此才邀请你们来参与咨询,商讨我们准备交流的事情。
§179ΛΥ. ἔστιν οὖν τοῦτο, περὶ οὗ πάλαι τοσαῦτα προοιμιάζομαι, τόδε.
吕西马科:那么,我刚才作了长篇铺垫的,正是这件事情。
ἡμῖν εἰσὶν ὑεῖς οὑτοιί, ὅδε μὲν τοῦδε, πάππου ἔχων ὄνομα Θουκυδίδης, ἐμὸς δὲ αὖ ὅδε—παππῷον δὲ καὶ οὗτος ὄνομʼ ἔχει τοὐμοῦ πατρός·
我们有这几个儿子,这个是梅勒西阿斯的,继承了他祖父的名字,叫修昔底德;而这另一个是我的,他也继承了我父亲、即他祖父的名字,我们叫他阿里斯泰德。
Ἀριστείδην γὰρ αὐτὸν καλοῦμεν—ἡμῖν οὖν τούτων δέδοκται ἐπιμεληθῆναι ὡς οἷόν τε μάλιστα, καὶ μὴ ποιῆσαι ὅπερ οἱ πολλοί, ἐπειδὴ μειράκια γέγονεν, ἀνεῖναι αὐτοὺς ὅτι βούλονται ποιεῖν, ἀλλὰ νῦν δὴ καὶ ἄρχεσθαι αὐτῶν ἐπιμελεῖσθαι καθʼ ὅσον οἷοί τʼ ἐσμέν.
因此,我们决定尽可能细心地照料他们,而不像大多数人那样,在孩子长成青年时,就任由他们做自己想做的事,而是从现在起就尽我们所能开始管教他们。
εἰδότες οὖν καὶ ὑμῖν ὑεῖς ὄντας ἡγησάμεθα μεμεληκέναι περὶ αὐτῶν, εἴπερ τισὶν ἄλλοις, πῶς ἂν θεραπευθέντες γένοιντο ἄριστοι·
由于我们知道你们也有儿子,所以我们认为,如果有谁对如何培养孩子能使他们变得最优秀这个问题有过考虑,那必定是你们。
εἰ δʼ ἄρα πολλάκις μὴ προσεσχήκατε τὸν νοῦν τῷ τοιούτῳ, ὑπομνήσοντες ὅτι οὐ χρὴ αὐτοῦ ἀμελεῖν, καὶ παρακαλοῦντες ὑμᾶς ἐπὶ τὸ ἐπιμέλειάν τινα ποιήσασθαι τῶν ὑέων κοινῇ μεθʼ ἡμῶν.
不过,如果你们碰巧没有经常留心这类事情,我们想提醒你们不该忽视它,并邀请你们和我们一起,共同承担对孩子们的管教。
ὅθεν δὲ ἡμῖν ταῦτʼ ἔδοξεν, ὦ Νικία τε καὶ Λάχης, χρὴ ἀκοῦσαι, κἂν ᾖ ὀλίγῳ μακρότερα.
至于我们为什么会产生这样的想法,尼基阿斯和拉刻斯,你们应该听听,即便这会稍微长一点。
συσσιτοῦμεν γὰρ δὴ ἐγώ τε καὶ Μελησίας ὅδε, καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ.
我和梅勒西阿斯是在一起用餐的,而这几个青年也和我们同桌。
ὅπερ οὖν καὶ ἀρχόμενος εἶπον τοῦ λόγου, παρρησιασόμεθα πρὸς ὑμᾶς.
正如我开场时所说的那样,我们会对你们坦诚直言。
ἡμῶν γὰρ ἑκάτερος περὶ τοῦ ἑαυτοῦ πατρὸς πολλὰ καὶ καλὰ ἔργα ἔχει λέγειν πρὸς τοὺς νεανίσκους, καὶ ὅσα ἐν πολέμῳ ἠργάσαντο καὶ ὅσα ἐν εἰρήνῃ, διοικοῦντες τά τε τῶν συμμάχων καὶ τὰ τῆσδε τῆς πόλεως·
因为我们俩中的每一个人,都有自己父亲的许多辉煌事迹可以向青年们讲述,不论是在战争中立下的功勋,还是在和平时期管理盟友及这个城邦的事务;然而,我们自己却都没有什么成就可言。
ἡμέτερα δʼ αὐτῶν ἔργα οὐδέτερος ἔχει λέγειν. ταῦτα δὴ ὑπαισχυνόμεθά τε τούσδε καὶ αἰτιώμεθα τοὺς πατέρας ἡμῶν ὅτι ἡμᾶς μὲν εἴων τρυφᾶν, ἐπειδὴ μειράκια ἐγενόμεθα, τὰ δὲ τῶν ἄλλων πράγματα ἔπραττον·
这让我们面对这几个孩子时感到非常羞愧,我们也埋怨自己的父亲,因为他们在我们长成青年时,放任我们过着优渥的生活,自己却去处理别人的事务。
καὶ τοῖσδε τοῖς νεανίσκοις αὐτὰ ταῦτα ἐνδεικνύμεθα, λέγοντες ὅτι εἰ μὲν ἀμελήσουσιν ἑαυτῶν καὶ μὴ πείσονται ἡμῖν, ἀκλεεῖς γενήσονται, εἰ δʼ ἐπιμελήσονται, τάχʼ ἂν τῶν ὀνομάτων ἄξιοι γένοιντο ἃ ἔχουσιν.
我们把这些话原原本本地讲给这几个青年听,告诉他们,如果他们荒废自己、不听从我们的教导,他们将变得籍籍无名;但如果他们努力进取,或许很快就会配得上自己所拥有的名字。
οὗτοι μὲν οὖν φασιν πείσεσθαι· ἡμεῖς δὲ δὴ τοῦτο σκοποῦμεν, τί ἂν οὗτοι μαθόντες ἢ ἐπιτηδεύσαντες ὅτι ἄριστοι γένοιντο.
他们表示愿意听从,所以我们现在正在考虑,他们应该学习什么或操练什么,才能变得最优秀。
εἰσηγήσατο οὖν τις ἡμῖν καὶ τοῦτο τὸ μάθημα, ὅτι καλὸν εἴη τῷ νέῳ μαθεῖν ἐν ὅπλοις μάχεσθαι·
这时有人向我们推荐了这门学问,说年轻人学习披甲格斗是一件极好的事。
καὶ ἐπῄνει τοῦτον ὃν νῦν ὑμεῖς ἐθεάσασθε ἐπιδεικνύμενον, κᾆτʼ ἐκέλευε θεάσασθαι.
他还赞扬了你们刚才看到其演练的那个人,并敦促我们来看。
ἔδοξε δὴ χρῆναι αὐτούς τε ἐλθεῖν ἐπὶ θέαν τἀνδρὸς καὶ ὑμᾶς συμπαραλαβεῖν ἅμα μὲν συνθεατάς, ἅμα δὲ συμβούλους τε καὶ κοινωνούς, ἐὰν βούλησθε, περὶ τῆς τῶν ὑέων ἐπιμελείας.
因此,我们认为不仅我们自己应该来观看这个人的演练,而且也应该邀请你们一起来,既作为共同的观众,如果你们愿意的话,也作为我们照料儿子的顾问和合伙人。