§174καὶ ἴσως λέγεις ὃν νυνδὴ ἐγὼ ἔλεγον, τὸν εἰδότα τὰ μέλλοντα ἔσεσθαι πάντα, τὸν μάντιν.
也许你指的就是我刚才所说的那个人,那个知道未来将要发生的一切事情的人,也就是预言者。
τοῦτον ἢ ἄλλον τινὰ λέγεις;
你指的是他,还是别的什么人?
καὶ τοῦτον ἔγωγε, ἔφη, καὶ ἄλλον.
“我指的既是他,也是别人,”他说。
τίνα;
“是谁?
ἦν δʼ ἐγώ.
”我说。
ἆρα μὴ τὸν τοιόνδε, εἴ τις πρὸς τοῖς μέλλουσιν καὶ τὰ γεγονότα πάντα εἰδείη καὶ τὰ νῦν ὄντα, καὶ μηδὲν ἀγνοοῖ;
“难道不是这样的人:如果有人除了知道未来的事情之外,还知道所有过去发生的事情和现在存在的事情,并且对任何事情都一无所知?
θῶμεν γάρ τινα εἶναι αὐτόν.
因为让我们假设有这样一个人存在吧。
οὐ γὰρ οἶμαι τούτου γε ἔτι ἂν εἴποις οὐδένα ἐπιστημονέστερον ζῶντα εἶναι.
因为我想,你再也不会说有谁比这个人活得更明智了。
οὐ δῆτα.
”“确实不会。
τόδε δὴ ἔτι προσποθῶ, τίς αὐτὸν τῶν ἐπιστημῶν ποιεῖ εὐδαίμονα;
”“那么,我还想进一步请教:在这些知识中,哪一种使他幸福?
ἢ ἅπασαι ὁμοίως;
还是所有知识都同样起作用?
οὐδαμῶς ὁμοίως, ἔφη.
”“绝非同样,”他说。
ἀλλὰ ποία μάλιστα;
“那么,特别是哪一种?
ᾗ τί οἶδεν καὶ τῶν ὄντων καὶ τῶν γεγονότων καὶ τῶν μελλόντων ἔσεσθαι;
是由于知道现在、过去、未来中的什么而起作用的知识?
ἆρά γε ᾗ τὸ πεττευτικόν;
难道是知道棋戏的知识吗?
ποῖον, ἦ δʼ ὅς, πεττευτικόν;
”“什么棋戏?
ἀλλʼ ᾗ τὸ λογιστικόν;
”他说。 “那么是计算术吗?
οὐδαμῶς.
”“绝非如此。
ἀλλʼ ᾗ τὸ ὑγιεινόν;
”“那是知道健康的知识吗?
μᾶλλον, ἔφη.
”“更接近了,”他说。
ἐκείνη δʼ ἣν λέγω μάλιστα, ἦν δʼ ἐγώ, ᾗ τί;
“但是,我特别指的那一种,”我说,“是由于知道什么?
ἧι τὸ ἀγαθόν, ἔφη, καὶ τὸ κακόν.
”“由于知道善,”他说,“和恶。
ὦ μιαρέ, ἔφην ἐγώ, πάλαι με περιέλκεις κύκλῳ, ἀποκρυπτόμενος ὅτι οὐ τὸ ἐπιστημόνως ἦν ζῆν τὸ εὖ πράττειν τε καὶ εὐδαιμονεῖν ποιοῦν, οὐδὲ συμπασῶν τῶν ἄλλων ἐπιστημῶν, ἀλλὰ μιᾶς οὔσης ταύτης μόνον τῆς περὶ τὸ ἀγαθόν τε καὶ κακόν.
”“你这个恶棍! ”我说,“你早就把我带得兜圈子,隐瞒了一个事实:使我们做得良好且幸福的,并不是明智地生活,也不是所有其他知识的总和,而唯独是这单一的一种知识,即关于善和恶的知识。
ἐπεί, ὦ Κριτία, εἰ ʼθέλεις ἐξελεῖν ταύτην τὴν ἐπιστήμην ἐκ τῶν ἄλλων ἐπιστημῶν, ἧττόν τι ἡ μὲν ἰατρικὴ ὑγιαίνειν ποιήσει, ἡ δὲ σκυτικὴ ὑποδεδέσθαι, ἡ δὲ ὑφαντικὴ ἠμφιέσθαι, ἡ δὲ κυβερνητικὴ κωλύσει ἐν τῇ θαλάττῃ ἀποθνῄσκειν καὶ ἡ στρατηγικὴ ἐν πολέμῳ;
因为,克里提亚啊,如果你要把这种知识从其他知识中排除出去,难道医学使人健康、制鞋业使人穿鞋、织布业使人穿衣,以及航海术阻止人在海上死亡、军事指挥阻止人在战争中死亡的作用,会有丝毫减少吗?
οὐδὲν ἧττον, ἔφη.
”“绝不会减少,”他说。
ἀλλʼ, ὦ φίλε Κριτία, τὸ εὖ γε τούτων ἕκαστα γίγνεσθαι καὶ ὠφελίμως ἀπολελοιπὸς ἡμᾶς ἔσται ταύτης ἀπούσης.
“但是,我亲爱的克里提亚啊,如果缺少了它,这些事情中的每一件都做得良好且有益地进行,就将离我们而去。
ἀληθῆ λέγεις.
”“你说得对。
οὐχ αὕτη δέ γε, ὡς ἔοικεν, ἐστὶν ἡ σωφροσύνη, ἀλλʼ ἧς ἔργον ἐστὶν τὸ ὠφελεῖν ἡμᾶς.
”“然而,看来这并不是节制,而是其功用在于造福我们的那种知识。
οὐ γὰρ ἐπιστημῶν γε καὶ ἀνεπιστημοσυνῶν ἡ ἐπιστήμη ἐστίν, ἀλλὰ ἀγαθοῦ τε καὶ κακοῦ· ὥστε εἰ αὕτη ἐστὶν ὠφέλιμος, ἡ σωφροσύνη ἄλλο τι ἂν εἴη ἡμῖν.
因为它不是关于知识和无知的知识,而是关于善和恶的知识;因此,如果这一种是有益的,那么节制对我们来说就将是别的什么东西了。
τί δʼ, ἦ δʼ ὅς, οὐκ ἂν αὕτη ὠφελοῖ;
”“但是,”他说,“为什么它不能造福我们呢?
εἰ γὰρ ὅτι μάλιστα τῶν ἐπιστημῶν ἐπιστήμη ἐστὶν ἡ σωφροσύνη, ἐπιστατεῖ δὲ καὶ ταῖς ἄλλαις ἐπιστήμαις, καὶ ταύτης δήπου ἂν ἄρχουσα τῆς περὶ τἀγαθὸν ἐπιστήμης ὠφελοῖ ἂν ἡμᾶς.
因为,如果节制在最大程度上是关于知识的知识,并且它还监督着其他知识,那么它无疑也通过统治这种关于善的知识来造福我们。
ἦ κἂν ὑγιαίνειν ποιοῖ, ἦν δʼ ἐγώ, αὕτη, ἀλλʼ οὐχ ἡ ἰατρική;
”“那么,”我说,“难道使人健康的也是它,而不是医学吗?
καὶ τἆλλα τὰ τῶν τεχνῶν αὕτη ἂν ποιοῖ, καὶ οὐχ αἱ ἄλλαι τὸ αὑτῆς ἔργον ἑκάστη;
它也会做其他技术的工作,而不是由其他技术各自完成自己的工作吗?
ἢ οὐ πάλαι διεμαρτυρόμεθα ὅτι ἐπιστήμης μόνον ἐστὶν καὶ ἀνεπιστημοσύνης ἐπιστήμη, ἄλλου δὲ οὐδενός·
或者我们很久以前不是还极力声明,它只是关于知识和无知的知识,而不属于任何其他东西吗?
οὐχ οὕτω;
不是这样吗?
φαίνεταί γε.
”“看来确实如此。
οὐκ ἄρα ὑγιείας ἔσται δημιουργός;
”“那么它就不会是健康的创造者了?
οὐ δῆτα.
”“绝非如此。 ”