§175ἄλλης γὰρ ἦν τέχνης ὑγίεια·
因为健康属于另一种技术,不是吗?
ἢ οὔ; ἄλλης.
“属于另一种。
οὐδʼ ἄρα ὠφελίας, ὦ ἑταῖρε· ἄλλῃ γὰρ αὖ ἀπέδομεν τοῦτο τὸ ἔργον τέχνῃ νυνδή·
”因此,我的朋友,节制也不是有益的;因为我们刚才把这种工作分配给了另一种技术,不是吗?
ἦ γάρ; πάνυ γε.
“完全是这样。
πῶς οὖν ὠφέλιμος ἔσται ἡ σωφροσύνη, οὐδεμιᾶς ὠφελίας οὖσα δημιουργός;
”那么,如果节制不能创造任何益处,它又怎么会有益呢?
οὐδαμῶς, ὦ Σώκρατες, ἔοικέν γε.
“苏格拉底,看来绝非如此。
ὁρᾷς οὖν, ὦ Κριτία, ὡς ἐγὼ πάλαι εἰκότως ἐδεδοίκη καὶ δικαίως ἐμαυτὸν ᾐτιώμην ὅτι οὐδὲν χρηστὸν περὶ σωφροσύνης σκοπῶ;
”克里提亚啊,你是否看到,我很久以前就在合理地担心并公正地指责自己,因为我对节制没有探求出任何有用的东西?
οὐ γὰρ ἄν που ὅ γε κάλλιστον πάντων ὁμολογεῖται εἶναι, τοῦτο ἡμῖν ἀνωφελὲς ἐφάνη, εἴ τι ἐμοῦ ὄφελος ἦν πρὸς τὸ καλῶς ζητεῖν.
因为,如果我对于良好地探求还有点用处的话,那被一致公认为最美的东西,绝不会对我们显得毫无用处。
νῦν δὲ πανταχῇ γὰρ ἡττώμεθα, καὶ οὐ δυνάμεθα εὑρεῖν ἐφʼ ὅτῳ ποτὲ τῶν ὄντων ὁ νομοθέτης τοῦτο τοὔνομα ἔθετο, τὴν σωφροσύνην.
但现在——因为我们在各方面都失败了,我们无法找到立法者究竟把“节制”这个名字放在了存在的哪一个事物上。
καίτοι πολλά γε συγκεχωρήκαμεν οὐ συμβαίνονθʼ ἡμῖν ἐν τῷ λόγῳ.
然而,我们已经在论证中妥协了许多不相符的事情。
καὶ γὰρ ἐπιστήμην ἐπιστήμης εἶναι συνεχωρήσαμεν, οὐκ ἐῶντος τοῦ λόγου οὐδὲ φάσκοντος εἶναι· καὶ ταύτῃ αὖ τῇ ἐπιστήμῃ καὶ τὰ τῶν ἄλλων ἐπιστημῶν ἔργα γιγνώσκειν συνεχωρήσαμεν, οὐδὲ τοῦτʼ ἐῶντος τοῦ λόγου, ἵνα δὴ ἡμῖν γένοιτο ὁ σώφρων ἐπιστήμων ὧν τε οἶδεν ὅτι οἶδεν, καὶ ὧν μὴ οἶδεν ὅτι οὐκ οἶδεν.
我们容许了存在关于知识的知识,尽管论证并不允许也不认为其存在;我们还进一步容许了这种知识也能知道其他知识的工作,尽管论证也同样不允许,以便使我们的节制者能够知道自己知道什么、不知道什么。
τοῦτο μὲν δὴ καὶ παντάπασι μεγαλοπρεπῶς συνεχωρήσαμεν, οὐδʼ ἐπισκεψάμενοι τὸ ἀδύνατον εἶναι ἅ τις μὴ οἶδεν μηδαμῶς, ταῦτα εἰδέναι ἁμῶς γέ πως· ὅτι γὰρ οὐκ οἶδεν, φησὶν αὐτὰ εἰδέναι ἡ ἡμετέρα ὁμολογία.
这确实是我们非常宽宏地容许的,甚至没有考虑到,一个人要以某种方式知道他根本不知道的事情是不可能的;因为我们的妥协声称,他知道自己不知道它们。
καίτοι, ὡς ἐγᾦμαι, οὐδενὸς ὅτου οὐχὶ ἀλογώτερον τοῦτʼ ἂν φανείη.
然而,依我之见,没有什么比这显得更荒谬了。
ἀλλʼ ὅμως οὕτως ἡμῶν εὐηθικῶν τυχοῦσα ἡ ζήτησις καὶ οὐ σκληρῶν, οὐδέν τι μᾶλλον εὑρεῖν δύναται τὴν ἀλήθειαν, ἀλλὰ τοσοῦτον κατεγέλασεν αὐτῆς, ὥστε ὃ ἡμεῖς πάλαι συνομολογοῦντες καὶ συμπλάττοντες ἐτιθέμεθα σωφροσύνην εἶναι, τοῦτο ἡμῖν πάνυ ὑβριστικῶς ἀνωφελὲς ὂν ἀπέφαινε.
但尽管如此,我们的探求遇到了我们这样温顺而不强硬的人,却依然无法找到真理,反而极大地嘲弄了它,以至于我们长期以来一致同意并共同塑造、认为是节制的东西,它却非常侮辱性地向我们表明是无用的。
τὸ μὲν οὖν ἐμὸν καὶ ἧττον ἀγανακτῶ· ὑπὲρ δὲ σοῦ, ἦν δʼ ἐγώ, ὦ Χαρμίδη, πάνυ ἀγανακτῶ, εἰ σὺ τοιοῦτος ὢν τὴν ἰδέαν καὶ πρὸς τούτῳ τὴν ψυχὴν σωφρονέστατος, μηδὲν ὀνήσῃ ἀπὸ ταύτης τῆς σωφροσύνης μηδέ τί σʼ ὠφελήσει ἐν τῷ βίῳ παροῦσα.
因此,对于我自己的部分,我还不太生气;但是,哈尔米德啊,我为你感到非常生气,如果你具有这样的外貌,而且在灵魂上最为节制,却无法从这种节制中获得任何好处,它在你的生活中存在也对你毫无益处。
ἔτι δὲ μᾶλλον ἀγανακτῶ ὑπὲρ τῆς ἐπῳδῆς ἣν παρὰ τοῦ Θρᾳκὸς ἔμαθον, εἰ μηδενὸς ἀξίου πράγματος οὖσαν αὐτὴν μετὰ πολλῆς σπουδῆς ἐμάνθανον.
我更为我从那个色雷斯人那里学到的咒语感到生气,如果它毫无价值,而我却花了极大的精力去学习它。
ταῦτʼ οὖν πάνυ μὲν οὐκ οἴομαι οὕτως ἔχειν, ἀλλʼ ἐμὲ φαῦλον εἶναι ζητητήν· ἐπεὶ τήν γε σωφροσύνην μέγα τι ἀγαθὸν εἶναι, καὶ εἴπερ γε ἔχεις αὐτό, μακάριον εἶναί σε.
然而,我并不认为事情真的是这样,而是因为我是一个糟糕的探求者;因为节制确实是一件极大的善事,如果你确实拥有它,你就是幸福的。
§176ἀλλʼ ὅρα εἰ ἔχεις τε καὶ μηδὲν δέῃ τῆς ἐπῳδῆς· εἰ γὰρ ἔχεις, μᾶλλον ἂν ἔγωγέ σοι συμβουλεύσαιμι ἐμὲ μὲν λῆρον ἡγεῖσθαι εἶναι καὶ ἀδύνατον λόγῳ ὁτιοῦν ζητεῖν, σεαυτὸν δέ, ὅσῳπερ σωφρονέστερος εἶ, τοσούτῳ εἶναι καὶ εὐδαιμονέστερον.
但是,看看你是否拥有它,是否根本不需要这个咒语;因为如果你拥有它,我宁愿建议你把我看作是一个说废话、无法通过论证探求任何事物的人,而你自己,越是节制,就越是幸福。
καὶ ὁ Χαρμίδης, ἀλλὰ μὰ Δίʼ, ἦ δʼ ὅς, ἔγωγε, ὦ Σώκρατες, οὐκ οἶδα οὔτʼ εἰ ἔχω οὔτʼ εἰ μὴ ἔχω· πῶς γὰρ ἂν εἰδείην ὅ γε μηδʼ ὑμεῖς οἷοί τέ ἐστε ἐξευρεῖν ὅτι ποτʼ ἔστιν, ὡς φῂς σύ;
哈尔米德说:“但是,凭着宙斯起誓,苏格拉底,我可不知道自己是拥有还是没有它;因为,正如你所说,连你们都无法找出它究竟是什么,我又怎么能知道呢?
ἐγὼ μέντοι οὐ πάνυ σοι πείθομαι, καὶ ἐμαυτόν, ὦ Σώκρατες, πάνυ οἶμαι δεῖσθαι τῆς ἐπῳδῆς, καὶ τό γʼ ἐμὸν οὐδὲν κωλύει ἐπᾴδεσθαι ὑπὸ σοῦ ὅσαι ἡμέραι, ἕως ἂν φῇς σὺ ἱκανῶς ἔχειν. εἶεν·
不过,我并不完全相信你,苏格拉底,我认为自己非常需要那个咒语,对我来说,没有任何事情能阻止我每天接受你的念咒,直到你认为足够为止。
ἀλλʼ, ἔφη ὁ Κριτίας, ὦ Χαρμίδη, ἢν δρᾷς τοῦτο ἔμοιγʼ ἔσται τοῦτο τεκμήριον ὅτι σωφρονεῖς, ἢν ἐπᾴδειν παρέχῃς Σωκράτει καὶ μὴ ἀπολείπῃ τούτου μήτε μέγα μήτε σμικρόν.
”“好极了,”克里提亚说,“哈尔米德,如果你这样做,这将成为你节制的证明,只要你让苏格拉底给你念咒,并且无论大事小事都不离开他。
ὡς ἀκολουθήσοντος, ἔφη, καὶ μὴ ἀπολειψομένου· δεινὰ γὰρ ἂν ποιοίην, εἰ μὴ πειθοίμην σοὶ τῷ ἐπιτρόπῳ καὶ μὴ ποιοίην ἃ κελεύεις.
”“我会跟随着他,”他说,“决不离开;因为如果我不听从你这位监护人,不按你的吩咐去做,我就会做出糟糕的事情了。
ἀλλὰ μήν, ἔφη, κελεύω ἔγωγε.
”“而且,”他说,“我确实吩咐你这样做。
ποιήσω τοίνυν, ἔφη, ἀπὸ ταυτησὶ τῆς ἡμέρας ἀρξάμενος.
”“那么,我会做的,”他说,“从今天就开始。
οὗτοι, ἦν δʼ ἐγώ, τί βουλεύεσθον ποιεῖν;
”“喂,你们两个,”我说,“你们计划做什么?
οὐδέν, ἔφη ὁ Χαρμίδης, ἀλλὰ βεβουλεύμεθα.
”“没什么,”哈尔米德说,“我们已经计划好了。
βιάσῃ ἄρα, ἦν δʼ ἐγώ, καὶ οὐδʼ ἀνάκρισίν μοι δώσεις;
”“那么,你要强迫我,”我说,“连盘问的机会也不给我吗?
ὡς βιασομένου, ἔφη, ἐπειδήπερ ὅδε γε ἐπιτάττει· πρὸς ταῦτα σὺ αὖ βουλεύου ὅτι ποιήσεις.
”“就是要强迫你,”他说,“既然这位已经下达了命令;对此,你也要反过来计划自己将要做什么。
ἀλλʼ οὐδεμία, ἔφην ἐγώ, λείπεται βουλή· σοὶ γὰρ ἐπιχειροῦντι πράττειν ὁτιοῦν καὶ βιαζομένῳ οὐδεὶς οἷός τʼ ἔσται ἐναντιοῦσθαι ἀνθρώπων.
” “但是,”我说,“没有任何计划的余地了;因为如果你试图做任何事情并诉诸强力,就没有任何人能够反抗你。
μὴ τοίνυν, ἦ δʼ ὅς, μηδὲ σὺ ἐναντιοῦ.
”“那么,”他说,“你也不要反抗。
οὐ τοίνυν, ἦν δʼ ἐγώ, ἐναντιώσομαι.
”“那么,我不反抗,”我说。