§172ἁμαρτίας γὰρ ἐξῃρημένης, ὀρθότητος δὲ ἡγουμένης, ἐν πάσῃ πράξει καλῶς καὶ εὖ πράττειν ἀναγκαῖον τοὺς οὕτω διακειμένους, τοὺς δὲ εὖ πράττοντας εὐδαίμονας εἶναι.
因为在错误被消除、正确起主导作用的情况下,处于这种状态的人在一切行动中都必然会做得体面而良好,而做得良好的人也必然是幸福的。
ἆρʼ οὐχ οὕτως, ἦν δʼ ἐγώ, ὦ Κριτία, ἐλέγομεν περὶ σωφροσύνης, λέγοντες ὅσον ἀγαθὸν εἴη τὸ εἰδέναι ἅ τε οἶδέν τις καὶ ἃ μὴ οἶδεν;
我说:“克里提亚啊,我们以前关于节制不是也这样说过吗? 我们说,知道自己知道什么和不知道什么,是多么大的一件善事啊。
πάνυ μὲν οὖν, ἔφη, οὕτως.
”“完全是这样,”他说。
νῦν δέ, ἦν δʼ ἐγώ, ὁρᾷς ὅτι οὐδαμοῦ ἐπιστήμη οὐδεμία τοιαύτη οὖσα πέφανται.
“但是现在,”我说,“你看到,这样的一种知识在任何地方都没有显现出来。
ὁρῶ, ἔφη.
”“我看到了,”他说。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, τοῦτʼ ἔχει τὸ ἀγαθὸν ἣν νῦν εὑρίσκομεν σωφροσύνην οὖσαν, τὸ ἐπιστήμην ἐπίστασθαι καὶ ἀνεπιστημοσύνην, ὅτι ὁ ταύτην ἔχων, ὅτι ἂν ἄλλο μανθάνῃ, ῥᾷόν τε μαθήσεται καὶ ἐναργέστερα πάντα αὐτῷ φανεῖται, ἅτε πρὸς ἑκάστῳ ᾧ ἂν μανθάνῃ προσκαθορῶντι τὴν ἐπιστήμην· καὶ τοὺς ἄλλους δὴ κάλλιον ἐξετάσει περὶ ὧν ἂν καὶ αὐτὸς μάθῃ, οἱ δὲ ἄνευ τούτου ἐξετάζοντες ἀσθενέστερον καὶ φαυλότερον τοῦτο δράσουσιν;
“那么,”我说,“我们现在所发现的作为节制的东西——即对知识和无知的知识——是否具有这样一种益处:拥有它的人,无论学习其他什么,都会学得更容易,一切对他来说都会显得更清晰,因为他在学习每件具体事物时,都同时注视着知识本身;而且他还能更出色地检验别人关于他自己所学到的东西,而那些没有这种知识而进行检验的人,则会做得更无力、更拙劣?
ἆρʼ, ὦ φίλε, τοιαῦτα ἄττα ἐστὶν ἃ ἀπολαυσόμεθα τῆς σωφροσύνης, ἡμεῖς δὲ μεῖζόν τι βλέπομεν καὶ ζητοῦμεν αὐτὸ μεῖζόν τι εἶναι ἢ ὅσον ἐστίν;
我的朋友啊,难道这些就是我们将从节制中获得的益处,而我们却在瞩望并寻找某种比这更大、超出其本然的东西吗?
τάχα δʼ ἄν, ἔφη, οὕτως ἔχοι.
”“也许,”他说,“正是如此。
ἴσως, ἦν δʼ ἐγώ· ἴσως δέ γε ἡμεῖς οὐδὲν χρηστὸν ἐζητήσαμεν.
”“也许吧,”我说,“但也许我们根本没有探求任何有用的东西。
τεκμαίρομαι δέ, ὅτι μοι ἄτοπʼ ἄττα καταφαίνεται περὶ σωφροσύνης, εἰ τοιοῦτόν ἐστιν.
我之所以这样推测,是因为在我看来,如果节制是这样的,那么关于它就会出现一些奇怪的事情。
ἴδωμεν γάρ, εἰ βούλει, συγχωρήσαντες καὶ ἐπίστασθαι ἐπιστήμην δυνατὸν εἶναι, καὶ ὅ γε ἐξ ἀρχῆς ἐτιθέμεθα σωφροσύνην εἶναι, τὸ εἰδέναι ἅ τε οἶδεν καὶ ἃ μὴ οἶδεν, μὴ ἀποστερήσωμεν, ἀλλὰ δῶμεν· καὶ πάντα ταῦτα δόντες ἔτι βέλτιον σκεψώμεθα εἰ ἄρα τι καὶ ἡμᾶς ὀνήσει τοιοῦτον ὄν.
因为,如果你愿意,让我们通过允许‘知道知识’是可能的,并且不要剥夺我们从一开始就假设为节制的东西——即知道自己知道什么和不知道什么—— 而是让我们承认它;在承认了所有这些之后,让我们更好地考察一下,如果它确实是这样的,是否还会对我们有什么益处。
ἃ γὰρ νυνδὴ ἐλέγομεν, ὡς μέγα ἂν εἴη ἀγαθὸν ἡ σωφροσύνη εἰ τοιοῦτον εἴη, ἡγουμένη διοικήσεως καὶ οἰκίας καὶ πόλεως, οὔ μοι δοκοῦμεν, ὦ Κριτία, καλῶς ὡμολογηκέναι.
因为我们刚才所说的,如果节制是这样的(即指导家政和城邦的管理),它将是多么大的善事,在我们看来,克里提亚啊,我们似乎没有正确地达成一致。
πῶς δή;
”“怎么说呢?
ἦ δʼ ὅς.
”他问。
ὅτι, ἦν δʼ ἐγώ, ῥᾳδίως ὡμολογήσαμεν μέγα τι ἀγαθὸν εἶναι τοῖς ἀνθρώποις εἰ ἕκαστοι ἡμῶν, ἃ μὲν ἴσασιν, πράττοιεν ταῦτα, ἃ δὲ μὴ ἐπίσταιντο, ἄλλοις παραδιδοῖεν τοῖς ἐπισταμένοις.
“因为,”我说,“我们太轻易地达成一致,认为如果我们的每一个人都去做自己懂的事情,而把不懂的事情交给懂行的人,那将是人类的巨大善事。
οὐκ οὖν, ἔφη, καλῶς ὡμολογήσαμεν;
” “难道,”他说,“我们达成的协议不正确吗?
οὔ μοι δοκοῦμεν, ἦν δʼ ἐγώ.
”“在我看来似乎并不正确,”我说。
ἄτοπα λέγεις ὡς ἀληθῶς, ἔφη, ὦ Σώκρατες.
“苏格拉底,你说的真是奇怪,”他说。
νὴ τὸν κύνα, ἔφην, καὶ ἐμοί τοι δοκεῖ οὕτω, κἀνταῦθα καὶ ἄρτι ἀποβλέψας ἄτοπʼ ἄττʼ ἔφην μοι προφαίνεσθαι, καὶ ὅτι φοβοίμην μὴ οὐκ ὀρθῶς σκοποῖμεν.
“凭着狗起誓,”我说,“在我看来也是如此。 所以我刚才和刚才瞩望那里时,才会说有些奇怪的事情显现出来,并且我害怕我们没有正确地进行考察。
§173ὡς ἀληθῶς γάρ, εἰ ὅτι μάλιστα τοιοῦτόν ἐστιν ἡ σωφροσύνη, οὐδέν μοι δῆλον εἶναι δοκεῖ ὅτι ἀγαθὸν ἡμᾶς ἀπεργάζεται.
” “因为说实在的,即使节制在最大程度上是这样的,在我看来也完全不清楚它能为我们带来什么好处。
πῶς δή;
”“怎么说呢?
ἦ δʼ ὅς.
”他说。
λέγε, ἵνα καὶ ἡμεῖς εἰδῶμεν ὅτι λέγεις.
“请说出来,好让我们也知道你在说什么。
οἶμαι μέν, ἦν δʼ ἐγώ, ληρεῖν με· ὅμως τό γε προφαινόμενον ἀναγκαῖον σκοπεῖν καὶ μὴ εἰκῇ παριέναι, εἴ τίς γε αὑτοῦ καὶ σμικρὸν κήδεται.
”“我想,”我说,“我是在胡言乱语;但不管怎样,如果一个人稍微关心一下自己,就有必要考察显现出来的事情,而不能随便放过。
καλῶς γάρ, ἔφη, λέγεις.
”“你说得对,”他说。
ἄκουε δή, ἔφην, τὸ ἐμὸν ὄναρ, εἴτε διὰ κεράτων εἴτε διʼ ἐλέφαντος ἐλήλυθεν.
“那么,请听我说,”我说,“我的梦,不管它是穿过角之门还是象牙之门而来的。
εἰ γὰρ ὅτι μάλιστα ἡμῶν ἄρχοι ἡ σωφροσύνη, οὖσα οἵαν νῦν ὁριζόμεθα, ἄλλο τι κατὰ τὰς ἐπιστήμας πάντʼ ἂν πράττοιτο, καὶ οὔτε τις κυβερνήτης φάσκων εἶναι, ὢν δὲ οὔ, ἐξαπατῷ ἂν ἡμᾶς, οὔτε ἰατρὸς οὔτε στρατηγὸς οὔτʼ ἄλλος οὐδείς, προσποιούμενός τι εἰδέναι ὃ μὴ οἶδεν, λανθάνοι ἄν·
因为如果节制确实在最大程度上统治我们(它是我们现在所定义的那样),难道一切不都会按照知识来做吗? 任何自称是舵手而其实不是的人都不能欺骗我们,医生、将军或任何其他人,企图假装知道自己所不知道的事情,也无法瞒过我们。
ἐκ δὴ τούτων οὕτως ἐχόντων ἄλλο ἂν ἡμῖν τι συμβαίνοι ἢ ὑγιέσιν τε τὰ σώματα εἶναι μᾶλλον ἢ νῦν, καὶ ἐν τῇ θαλάττῃ κινδυνεύοντας καὶ ἐν πολέμῳ σῴζεσθαι, καὶ τὰ σκεύη καὶ τὴν ἀμπεχόνην καὶ ὑπόδεσιν πᾶσαν καὶ τὰ χρήματα πάντα τεχνικῶς ἡμῖν εἰργασμένα εἶναι καὶ ἄλλα πολλὰ διὰ τὸ ἀληθινοῖς δημιουργοῖς χρῆσθαι;
在这些情况下,除了我们的身体会比现在更健康,我们在海上遇险和在战争中能获救,我们的器具、衣服、鞋子和所有的财产都会被技术精湛地制作出来,并且由于雇用真正的工匠而会发生许多其他好事之外,难道还会发生别的什么吗?
εἰ δὲ βούλοιό γε, καὶ τὴν μαντικὴν εἶναι συγχωρήσωμεν ἐπιστήμην τοῦ μέλλοντος ἔσεσθαι, καὶ τὴν σωφροσύνην, αὐτῆς ἐπιστατοῦσαν, τοὺς μὲν ἀλαζόνας ἀποτρέπειν, τοὺς δὲ ὡς ἀληθῶς μάντεις καθιστάναι ἡμῖν προφήτας τῶν μελλόντων.
如果你愿意,我们甚至也可以承认预言术是关于未来之事的知识,而监督它的节制,会斥退吹牛者,并为我们确立真正的预言者作为未来的通报者。
κατεσκευασμένον δὴ οὕτω τὸ ἀνθρώπινον γένος ὅτι μὲν ἐπιστημόνως ἂν πράττοι καὶ ζῴη, ἕπομαι—ἡ γὰρ σωφροσύνη φυλάττουσα οὐκ ἂν ἐῴη παρεμπίπτουσαν τὴν ἀνεπιστημοσύνην συνεργὸν ἡμῖν εἶναι—ὅτι δʼ ἐπιστημόνως ἂν πράττοντες εὖ ἂν πράττοιμεν καὶ εὐδαιμονοῖμεν, τοῦτο δὲ οὔπω δυνάμεθα μαθεῖν, ὦ φίλε Κριτία.
这样整备起来的人类,如果说他们会明智地行动和生活,我赞同——因为节制的监督不会允许混入的无知成为我们的合作者——但是,通过明智地行动,我们是否会做得良好并获得幸福,这件事情,我亲爱的克里提亚啊,我们还不能明白。
ἀλλὰ μέντοι, ἦ δʼ ὅς, οὐ ῥᾳδίως εὑρήσεις ἄλλο τι τέλος τοῦ εὖ πράττειν, ἐὰν τὸ ἐπιστημόνως ἀτιμάσῃς.
”“然而,”他说,“如果你轻视‘明智地行动’,你将无法轻易找到‘做得良好’的任何其他目的。
σμικρὸν τοίνυν με, ἦν δʼ ἐγώ, ἔτι προσδίδαξον.
”“那么,”我说,“再多教我一点。
τίνος ἐπιστημόνως λέγεις;
你说的‘明智地’是指关于什么的明智?
ἦ σκυτῶν τομῆς;
是指裁剪皮革吗?
μὰ Δίʼ οὐκ ἔγωγε.
” “凭着宙斯起誓,我绝不是这个意思。
ἀλλὰ χαλκοῦ ἐργασίας;
”“那是关于加工青铜吗?
οὐδαμῶς.
”“绝非如此。
ἀλλὰ ἐρίων ἢ ξύλων ἢ ἄλλου του τῶν τοιούτων;
”“那是关于羊毛、木材,还是其他诸如此类的事情呢?
οὐ δῆτα.
”“绝不如此。
οὐκ ἄρα, ἦν δʼ ἐγώ, ἔτι ἐμμένομεν τῷ λόγῳ τῷ εὐδαίμονα εἶναι τὸν ἐπιστημόνως ζῶντα.
”“那么,”我说,“我们就不再坚持‘明智地生活的人是幸福的’这一论点了。
οὗτοι γὰρ ἐπιστημόνως ζῶντες οὐχ ὁμολογοῦνται παρὰ σοῦ εὐδαίμονες εἶναι, ἀλλὰ περί τινων ἐπιστημόνως ζῶντα σὺ δοκεῖς μοι ἀφορίζεσθαι τὸν εὐδαίμονα.
因为这些人虽然明智地生活,却不被你承认是幸福的,而在我看来,你似乎把幸福的人定义为在某些特定事情上明智地生活的人。 ”