← プラトン

カルミデス

§172-173

節制の限定的な有用性と知識による幸福の不確かさ

ソクラテスは、自己の知と不知を知る「節制」がもたらすはずの極めて限定的な有益さについて指摘し、たとえ全ての行いが知識に基づいて行われたとしても、それだけでは人間が幸福になるとは限らないという疑念をクリティアスに提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§172

ἁμαρτίας γὰρ ἐξῃρημένης, ὀρθότητος δὲ ἡγουμένης,1 ἐν πάσῃ πράξει καλῶς καὶ εὖ πράττειν ἀναγκαῖον τοὺς οὕτω διακειμένους, τοὺς δὲ εὖ πράττοντας εὐδαίμονας εἶναι. ἆρʼ οὐχ οὕτως, ἦν δʼ ἐγώ, ὦ Κριτία, ἐλέγομεν περὶ σωφροσύνης, λέγοντες ὅσον ἀγαθὸν εἴη τὸ εἰδέναι ἅ τε οἶδέν τις καὶ ἃ μὴ οἶδεν; πάνυ μὲν οὖν, ἔφη, οὕτως. νῦν δέ, ἦν δʼ ἐγώ, ὁρᾷς ὅτι οὐδαμοῦ ἐπιστήμη οὐδεμία τοιαύτη οὖσα πέφανται. ὁρῶ, ἔφη. ἆρʼ οὖν, ἦν δʼ ἐγώ, τοῦτʼ ἔχει τὸ ἀγαθὸν ἣν νῦν εὑρίσκομεν σωφροσύνην οὖσαν, τὸ ἐπιστήμην ἐπίστασθαι καὶ ἀνεπιστημοσύνην, ὅτι ὁ ταύτην ἔχων, ὅτι ἂν ἄλλο μανθάνῃ, ῥᾷόν τε μαθήσεται καὶ ἐναργέστερα πάντα αὐτῷ φανεῖται, ἅτε πρὸς ἑκάστῳ ᾧ ἂν μανθάνῃ προσκαθορῶντι2 τὴν ἐπιστήμην· καὶ τοὺς ἄλλους δὴ κάλλιον ἐξετάσει περὶ ὧν ἂν καὶ αὐτὸς μάθῃ, οἱ δὲ ἄνευ τούτου ἐξετάζοντες ἀσθενέστερον καὶ φαυλότερον τοῦτο δράσουσιν; ἆρʼ, ὦ φίλε, τοιαῦτα ἄττα ἐστὶν ἃ ἀπολαυσόμεθα τῆς σωφροσύνης, ἡμεῖς δὲ μεῖζόν τι βλέπομεν καὶ ζητοῦμεν αὐτὸ μεῖζόν τι εἶναι ἢ ὅσον ἐστίν; τάχα δʼ ἄν, ἔφη, οὕτως ἔχοι. ἴσως, ἦν δʼ ἐγώ· ἴσως δέ γε ἡμεῖς οὐδὲν χρηστὸν ἐζητήσαμεν. τεκμαίρομαι δέ, ὅτι μοι ἄτοπʼ ἄττα καταφαίνεται περὶ σωφροσύνης, εἰ τοιοῦτόν ἐστιν. ἴδωμεν γάρ, εἰ βούλει, συγχωρήσαντες καὶ ἐπίστασθαι ἐπιστήμην δυνατὸν εἶναι, καὶ ὅ γε ἐξ ἀρχῆς ἐτιθέμεθα σωφροσύνην εἶναι, τὸ εἰδέναι ἅ τε οἶδεν καὶ ἃ μὴ οἶδεν, μὴ ἀποστερήσωμεν, ἀλλὰ δῶμεν· καὶ πάντα ταῦτα δόντες ἔτι βέλτιον σκεψώμεθα εἰ ἄρα τι καὶ ἡμᾶς ὀνήσει τοιοῦτον ὄν. ἃ γὰρ νυνδὴ ἐλέγομεν, ὡς μέγα ἂν εἴη ἀγαθὸν ἡ σωφροσύνη εἰ τοιοῦτον εἴη, ἡγουμένη διοικήσεως καὶ οἰκίας καὶ πόλεως, οὔ μοι δοκοῦμεν, ὦ Κριτία, καλῶς ὡμολογηκέναι. πῶς δή; ἦ δʼ ὅς. ὅτι, ἦν δʼ ἐγώ, ῥᾳδίως ὡμολογήσαμεν μέγα τι ἀγαθὸν εἶναι τοῖς ἀνθρώποις εἰ ἕκαστοι ἡμῶν, ἃ μὲν ἴσασιν, πράττοιεν ταῦτα, ἃ δὲ μὴ ἐπίσταιντο, ἄλλοις παραδιδοῖεν τοῖς ἐπισταμένοις. οὐκ οὖν, ἔφη, καλῶς ὡμολογήσαμεν; οὔ μοι δοκοῦμεν, ἦν δʼ ἐγώ. ἄτοπα λέγεις ὡς ἀληθῶς, ἔφη, ὦ Σώκρατες. νὴ τὸν κύνα, ἔφην, καὶ ἐμοί τοι δοκεῖ οὕτω, κἀνταῦθα καὶ ἄρτι ἀποβλέψας ἄτοπʼ ἄττʼ ἔφην μοι προφαίνεσθαι, καὶ ὅτι φοβοίμην μὴ οὐκ ὀρθῶς σκοποῖμεν.

過ちが除かれ、正しさが導くならば、そのような状態にある人々がすべての行いにおいて立派にかつ良く行うことは必然であり、良く行う人々は幸福であることもまた必然である。クリティアスよ、私たちは節制について、自分が知っていることと知らないことを知ることがいかに大きな善であるかを語りつつ、そのように語っていたのではないか。「まったくその通りです、と彼は言った。」しかし今や、と私は言った。そのような知識はどこにも存在しないことが明らかになったのを、君は目にしているかね。「目にしています、と彼は言った。」「では、と私は言った。私たちが今、節制であると見出しているもの、すなわち知識と無知を知ることは、次のような善を持っているのだろうか。すなわち、これを持つ者は、他の何を学ぶにしても、より容易に学ぶことができ、すべてのことが彼にとってより明瞭に現れるだろう。なぜなら、彼が学ぶ個々の事柄に加えて、知識そのものをしっかりと見つめるからである。そして、彼自身が学ぶことについても、他の人々をより見事に吟味するであろうし、これなしに吟味する人々は、より弱く、より劣った形でそれを行うことになるのだろうか。友よ、私たちが節制から享受するものは、そのような何かなのだろうか。それとも私たちは、もっと大きなものを目指し、それが実際以上のものであることを求めているのだろうか。」「あるいは、その通りかもしれません、と彼は言った。」「おそらくね、と私は言った。しかし、実のところ、私たちはいかなる有益なものも探求してこなかったのかもしれない。私がそう推測するのは、もし節制がそのようなものであるとすれば、それについて何か奇妙なことが私に見えてくるからだ。というのも、もしよければ、知識を知ることが可能であると認め、さらに、私たちが最初から節制であると仮定していたこと、すなわち自分の知っていることと知らないことを知るということを、奪わず、むしろ与えて、検討してみようではないか。そして、これらすべてを与えた上で、それがそのようなものであるとして、果たして私たちに何か益をもたらすかどうかを、さらによく検討しよう。というのも、さきほど私たちが、もし節制がそのようなものであり、家政や国家の管理を導くならば、それは大きな善となるだろうと語っていたことについて、クリティアスよ、私たちは正しく合意していなかったように思われるからだ。」「それはどういうことですか、と彼は言った。」「なぜなら、と私は言った。私たちの各々が、知っていることはそれを行い、知らないことは知っている他の人々に委ねるならば、それが人間にとって大きな善であると、私たちは安易に合意してしまったからだ。」「では、と彼は言った。私たちは正しく合意しなかったのですか。」「そうではなかったように思われる、と私は言った。」「ソクラテスよ、あなたは本当に奇妙なことを言われますね、と彼は言った。」「犬に誓って、と私は言った。私にもそのように思われるのだ。だからこそ、今も少し前も、私には何か奇妙なことが現れると言ったのであり、私たちが正しく検討していないのではないかと恐れているのだ。」

§173

ὡς ἀληθῶς γάρ, εἰ ὅτι μάλιστα τοιοῦτόν ἐστιν ἡ σωφροσύνη, οὐδέν μοι δῆλον εἶναι δοκεῖ ὅτι ἀγαθὸν ἡμᾶς ἀπεργάζεται. πῶς δή; ἦ δʼ ὅς. λέγε, ἵνα καὶ ἡμεῖς εἰδῶμεν ὅτι λέγεις. οἶμαι μέν, ἦν δʼ ἐγώ, ληρεῖν με· ὅμως τό γε προφαινόμενον ἀναγκαῖον σκοπεῖν καὶ μὴ εἰκῇ παριέναι, εἴ τίς γε αὑτοῦ καὶ σμικρὸν κήδεται. καλῶς γάρ, ἔφη, λέγεις. ἄκουε δή, ἔφην, τὸ ἐμὸν ὄναρ, εἴτε διὰ κεράτων εἴτε διʼ ἐλέφαντος ἐλήλυθεν. εἰ γὰρ ὅτι μάλιστα ἡμῶν ἄρχοι ἡ σωφροσύνη, οὖσα οἵαν νῦν ὁριζόμεθα, ἄλλο τι κατὰ τὰς ἐπιστήμας πάντʼ ἂν πράττοιτο,3 καὶ οὔτε τις κυβερνήτης φάσκων εἶναι, ὢν δὲ οὔ, ἐξαπατῷ ἂν ἡμᾶς, οὔτε ἰατρὸς οὔτε στρατηγὸς οὔτʼ ἄλλος οὐδείς, προσποιούμενός τι εἰδέναι ὃ μὴ οἶδεν, λανθάνοι ἄν· ἐκ δὴ τούτων οὕτως ἐχόντων ἄλλο ἂν ἡμῖν τι συμβαίνοι ἢ ὑγιέσιν τε τὰ σώματα εἶναι μᾶλλον ἢ νῦν, καὶ ἐν τῇ θαλάττῃ κινδυνεύοντας καὶ ἐν πολέμῳ σῴζεσθαι, καὶ τὰ σκεύη καὶ τὴν ἀμπεχόνην καὶ ὑπόδεσιν πᾶσαν καὶ τὰ χρήματα πάντα τεχνικῶς ἡμῖν εἰργασμένα εἶναι καὶ ἄλλα πολλὰ διὰ τὸ ἀληθινοῖς δημιουργοῖς χρῆσθαι; εἰ δὲ βούλοιό γε, καὶ τὴν μαντικὴν εἶναι συγχωρήσωμεν ἐπιστήμην τοῦ μέλλοντος ἔσεσθαι, καὶ τὴν σωφροσύνην, αὐτῆς ἐπιστατοῦσαν, τοὺς μὲν ἀλαζόνας ἀποτρέπειν, τοὺς δὲ ὡς ἀληθῶς μάντεις καθιστάναι ἡμῖν προφήτας τῶν μελλόντων. κατεσκευασμένον δὴ οὕτω τὸ ἀνθρώπινον γένος ὅτι μὲν ἐπιστημόνως ἂν πράττοι καὶ ζῴη, ἕπομαι—ἡ γὰρ σωφροσύνη φυλάττουσα οὐκ ἂν ἐῴη παρεμπίπτουσαν τὴν ἀνεπιστημοσύνην συνεργὸν ἡμῖν εἶναι—ὅτι δʼ ἐπιστημόνως ἂν πράττοντες εὖ ἂν πράττοιμεν καὶ εὐδαιμονοῖμεν, τοῦτο δὲ οὔπω δυνάμεθα μαθεῖν, ὦ φίλε Κριτία. ἀλλὰ μέντοι, ἦ δʼ ὅς, οὐ ῥᾳδίως εὑρήσεις ἄλλο τι τέλος τοῦ εὖ πράττειν, ἐὰν τὸ ἐπιστημόνως ἀτιμάσῃς. σμικρὸν τοίνυν με, ἦν δʼ ἐγώ, ἔτι προσδίδαξον. τίνος ἐπιστημόνως λέγεις; ἦ σκυτῶν τομῆς; μὰ Δίʼ οὐκ ἔγωγε. ἀλλὰ χαλκοῦ ἐργασίας; οὐδαμῶς. ἀλλὰ ἐρίων ἢ ξύλων ἢ ἄλλου του τῶν τοιούτων; οὐ δῆτα. οὐκ ἄρα, ἦν δʼ ἐγώ, ἔτι ἐμμένομεν τῷ λόγῳ τῷ εὐδαίμονα εἶναι τὸν ἐπιστημόνως ζῶντα. οὗτοι γὰρ ἐπιστημόνως ζῶντες οὐχ ὁμολογοῦνται παρὰ σοῦ εὐδαίμονες εἶναι, ἀλλὰ περί τινων ἐπιστημόνως ζῶντα σὺ δοκεῖς μοι ἀφορίζεσθαι τὸν εὐδαίμονα.

「なぜなら、本当に、たとえ節制が何よりもそのようなものであるとしても、それが私たちにどのような善をもたらすのか、私にはまったく明らかではないように思われるからだ。」「それはどういうことですか、と彼は言った。言ってください、私たちがあなたの言おうとすることを理解できるように。」「私は、と私は言った、自分が戯言を言っているのだと思う。しかしそれでも、もし誰かが自分自身のことを少しでも気にかけるなら、現れてくることを検討し、おろそかに見過ごさないことが必要だ。」「あなたの言う通りです、と彼は言った。」「では、と私は言った、私の夢を聞いてくれ。それが角の門を通ってきたのか、それとも象牙の門を通ってきたのかはともかくとして。というのも、もし節制が、私たちが今定義しているようなものとして、何よりも私たちを支配するならば、すべてのことは知識に基づいて行われるのではないだろうか。そして、舵手であると自称しながらそうではない者が私たちを欺くこともないだろうし、医師も将軍も、あるいは他の誰も、自分が知らないことを知っているふりをして見過ごされることもないだろう。事態がこのようであるなら、私たちの身体は今よりも健康であり、海で危険に晒されているときも戦争のときも救われ、道具も衣服も履物もすべて、またすべての財産も、私たちにとって技術的に見事に作られ、本物の職人を用いることによって他の多くの良いことが起こる、ということ以外のことが生じるだろうか。さらに君が望むなら、予言術を未来に起こることの知識であると認めよう。そして、節制がそれを監督し、ほら吹きを退け、本物の予言者を私たちのために未来の通報者として立てることも認めよう。このように整えられた人類が、知識に基づいて行い、生きるであろうということは、私も同意する。なぜなら、節制が監視することで、忍び込んでくる無知が私たちの協力者となることを許さないからである。しかし、知識に基づいて行うことで、私たちが良く行い、幸福になるかどうか、このことは、友よクリティアス、まだ私たちは理解することができないのだ。」「しかしながら、と彼は言った、もし君が知識に基づいて行うことを軽視するなら、良く行うことの他の目的を、容易には見出せないだろう。」「それなら、と私は言った、もう少しだけ私に教えてくれ。君の言う『知識に基づいて』とは、何の知識のことかね。靴の裁断のことかね。」「ゼウスにかけて、決してそうではありません。」「では、青銅の加工のことかね。」「決して違います。」「では、羊毛や木材、あるいはそのような他の何かのことかね。」「いいえ、決して。」「それなら、と私は言った、知識に基づいて生きる者が幸福であるという主張に、私たちはもはやとどまっていないことになる。なぜなら、これらの人々は知識に基づいて生きているにもかかわらず、君によって幸福であるとは認められておらず、むしろ君は、ある特定のことについて知識に基づいて生きる者だけを幸福な者として定義しているように私には思われるからだ。」

構文注3 件
  1. 172ἁμαρτίας γὰρ ἐξῃρημένης, ὀρθότητος δὲ ἡγουμένης

    独立属格構文(Genitive absolute)であり、条件(「もし過ちが除かれ、正しさが導くならば」)を表して非人称主節の ἀναγκαῖον... を修飾する。

  2. 172bἅτε πρὸς ἑκάστῳ ᾧ ἂν μανθάνῃ προσκαθορῶντι

    与格分詞 προσκαθορῶντι は、論理的な主語である ὁ ταύτην ἔχων(主格)ではなく、文法的に直前の与格代名詞 αὐτῷ に格一致している。接続詞 ἅτε は客観的な理由(「〜だからこそ」)を提示する。

  3. 173aἄλλο τι κατὰ τὰς ἐπιστήμας πάντʼ ἂν πράττοιτο

    ἄλλο τι は ἄλλο τι ἤ の縮約された慣用表現であり、肯定の回答を期待する疑問句(「〜ではないだろうか」)を形成する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg018.humanitext-grc2:172-173