§171οὐδὲ περὶ ἰατρικῆς ἄρα οἶδεν ὁ ἰατρικός, ἐπειδήπερ ἡ ἰατρικὴ ἐπιστήμη οὖσα τυγχάνει.
因此,即使是医生也不懂得医学本身,因为医学碰巧也是一种知识。
ἀληθῆ.
“确实如此。
ὅτι μὲν δὴ ἐπιστήμην τινὰ ἔχει, γνώσεται ὁ σώφρων τὸν ἰατρόν· δέον δὲ πεῖραν λαβεῖν ἥτις ἐστίν, ἄλλο τι σκέψεται ὧντινων;
”“节制的人固然会知道医生拥有某种知识;但当需要检验这是何种知识时,他除了考察它是关于哪些事物的之外,还会考察别的吗?
ἢ οὐ τούτῳ ὥρισται ἑκάστη ἐπιστήμη μὴ μόνον ἐπιστήμη εἶναι ἀλλὰ καὶ τίς, τῷ τινῶν εἶναι;
或者说,个别的知识不正是通过这一点,即作为关于某些事物的知识,而被界定为不仅是知识,而且是某种特定的知识吗?
τούτῳ μὲν οὖν.
”“正是如此。
καὶ ἡ ἰατρικὴ δὴ ἑτέρα εἶναι τῶν ἄλλων ἐπιστημῶν ὡρίσθη τῷ τοῦ ὑγιεινοῦ εἶναι καὶ νοσώδους ἐπιστήμη.
”“而医学也通过作为关于健康和疾病的知识,而被界定为与其他知识不同。
ναί.
”“是的。
οὐκοῦν ἐν τούτοις ἀναγκαῖον σκοπεῖν τὸν βουλόμενον ἰατρικὴν σκοπεῖν, ἐν οἷς ποτʼ ἔστιν· οὐ γὰρ δήπου ἔν γε τοῖς ἔξω, ἐν οἷς οὐκ ἔστιν;
”“因此,想要考察医学的人,必须在它所涉及的领域内去考察它;总不至于在它所不存在的外部领域里去考察吧?
οὐ δῆτα.
”“绝不如此。
ἐν τοῖς ὑγιεινοῖς ἄρα καὶ νοσώδεσιν ἐπισκέψεται τὸν ἰατρόν, ᾗ ἰατρικός ἐστιν, ὁ ὀρθῶς σκοπούμενος.
”“因此,正确考察的人,将在健康和疾病的事物中,就医生作为医生的身份进行检验。
ἔοικεν.
”“似乎是这样。
οὐκοῦν ἐν τοῖς οὕτως ἢ λεγομένοις ἢ πραττομένοις τὰ μὲν λεγόμενα, εἰ ἀληθῆ λέγεται, σκοπούμενος, τὰ δὲ πραττόμενα, εἰ ὀρθῶς πράττεται;
”“那么,在这样说出或做出的事情中,他难道不应该考察说出的是否真实,做出的手艺是否正确吗?
ἀνάγκη.
”“必然如此。
ἦ οὖν ἄνευ ἰατρικῆς δύναιτʼ ἄν τις τούτων ποτέροις ἐπακολουθῆσαι;
”“那么,如果没有医学,有人能理解这两者中的任何一个吗?
οὐ δῆτα.
”“绝无可能。
οὐδέ γε ἄλλος οὐδείς, ὡς ἔοικεν, πλὴν ἰατρός, οὔτε δὴ ὁ σώφρων· ἰατρὸς γὰρ ἂν εἴη πρὸς τῇ σωφροσύνῃ.
” “看来除了医生之外,没有别的人能够做到,当然节制的人也不能;因为他若能做到,就在节制之外还必须是个医生了。
ἔστι ταῦτα.
”“确实如此。
παντὸς ἄρα μᾶλλον, εἰ ἡ σωφροσύνη ἐπιστήμης ἐπιστήμη μόνον ἐστὶν καὶ ἀνεπιστημοσύνης, οὔτε ἰατρὸν διακρῖναι οἵα τε ἔσται ἐπιστάμενον τὰ τῆς τέχνης ἢ μὴ ἐπιστάμενον, προσποιούμενον δὲ ἢ οἰόμενον, οὔτε ἄλλον οὐδένα τῶν ἐπισταμένων καὶ ὁτιοῦν, πλήν γε τὸν αὑτοῦ ὁμότεχνον, ὥσπερ οἱ ἄλλοι δημιουργοί.
”“因此,最重要的是,如果节制仅仅是对知识和无知的知识,它既不能分辨出哪个医生懂得他那门手艺,哪个医生不懂却装懂或自以为懂,也不能分辨任何其他懂得某事的人,除非是同行业的工匠,就像其他手艺人那样。
φαίνεται, ἔφη.
”“似乎是这样,”他说。
τίς οὖν, ἦν δʼ ἐγώ, ὦ Κριτία, ὠφελία ἡμῖν ἔτι ἂν εἴη ἀπὸ τῆς σωφροσύνης τοιαύτης οὔσης;
“克里提亚啊,”我说,“如果节制是这样的,那么它对我们还能有什么益处呢?
εἰ μὲν γάρ, ὃ ἐξ ἀρχῆς ὑπετιθέμεθα, ᾔδει ὁ σώφρων ἅ τε ᾔδει καὶ ἃ μὴ ᾔδει, τὰ μὲν ὅτι οἶδεν, τὰ δʼ ὅτι οὐκ οἶδεν, καὶ ἄλλον ταὐτὸν τοῦτο πεπονθότα ἐπισκέψασθαι οἷός τʼ ἦν, μεγαλωστὶ ἂν ἡμῖν, φαμέν, ὠφέλιμον ἦν σώφροσιν εἶναι·
因为如果像我们起初所假设的那样,节制的人知道自己知道什么和不知道什么(一方面知道自己知道,另一方面知道自己不知道),并且能够考察同样处于这种状态的他人,那么我们说,保持节制对我们来说将是大有裨益的。
ἀναμάρτητοι γὰρ ἂν τὸν βίον διεζῶμεν αὐτοί τε οἱ τὴν σωφροσύνην ἔχοντες καὶ οἱ ἄλλοι πάντες ὅσοι ὑφʼ ἡμῶν ἤρχοντο.
因为我们不仅拥有节制的自己,而且所有接受我们统治的其他人们,都可以在生活中免于犯错。
οὔτε γὰρ ἂν αὐτοὶ ἐπεχειροῦμεν πράττειν ἃ μὴ ἠπιστάμεθα, ἀλλʼ ἐξευρίσκοντες τοὺς ἐπισταμένους ἐκείνοις ἂν παρεδίδομεν, οὔτε τοῖς ἄλλοις ἐπετρέπομεν, ὧν ἤρχομεν, ἄλλο τι πράττειν ἢ ὅτι πράττοντες ὀρθῶς ἔμελλον πράξειν—τοῦτο δʼ ἦν ἄν, οὗ ἐπιστήμην εἶχον—καὶ οὕτω δὴ ὑπὸ σωφροσύνης οἰκία τε οἰκουμένη ἔμελλεν καλῶς οἰκεῖσθαι, πόλις τε πολιτευομένη, καὶ ἄλλο πᾶν οὗ σωφροσύνη ἄρχοι·
因为我们自己既不会尝试去做我们不懂的事情,而是会找出那些懂得的人并把事情托付给他们,也不会允许我们统治下的其他人去做任何不正确的事情——而这正是他们拥有知识去正确做出的事情——如此一来,在节制之下,被管理的家室必定会被管理得井井有条,被统治的城邦也会是如此,凡是受节制统治的其他一切事物都将如此。 ”