§170ὅτι, ὦ Σώκρατες, ταὐτόν ἐστιν τοῦτο ἐκείνῳ.
“因为,苏格拉底,”他说,“这个和那个是同一回事。
ἴσως, ἔφην, ἀλλʼ ἐγὼ κινδυνεύω ἀεὶ ὅμοιος εἶναι·
”“也许吧,”我说道,“但我似乎总是老样子。
οὐ γὰρ αὖ μανθάνω ὡς ἔστιν τὸ αὐτό, ἃ οἶδεν εἰδέναι καὶ ἅ τις μὴ οἶδεν εἰδέναι.
因为我还是无法理解,知道自己所知道的,与知道某人所不知道的,怎么会是同一回事。
πῶς λέγεις, ἔφη;
”“你这是什么意思? ”他问。
ὧδε, ἦν δʼ ἐγώ.
“是这样的,”我说。
ἐπιστήμη που ἐπιστήμης οὖσα ἆρα πλέον τι οἵα τʼ ἔσται διαιρεῖν, ἢ ὅτι τούτων τόδε μὲν ἐπιστήμη, τόδε δʼ οὐκ ἐπιστήμη;
“既然是关于知识的知识,难道它除了能区分在这些事物中,这一个是知识,而那一个不是知识之外,还能区分更多的东西吗?
οὔκ, ἀλλὰ τοσοῦτον.
”“不能,只有这么多。
ταὐτὸν οὖν ἐστιν ἐπιστήμῃ τε καὶ ἀνεπιστημοσύνῃ ὑγιεινοῦ, καὶ ἐπιστήμῃ τε καὶ ἀνεπιστημοσύνῃ δικαίου;
”“那么,这与关于健康事物的知识及无知,以及关于正义事物的知识及无知,是同一回事吗?
οὐδαμῶς.
”“绝非如此。
ἀλλὰ τὸ μὲν οἶμαι ἰατρική, τὸ δὲ πολιτική, τὸ δὲ οὐδὲν ἄλλο ἢ ἐπιστήμη.
”“我想,一者是医学,另一者是政治学,而第三者除了解识之外什么也不是。
πῶς γὰρ οὔ;
”“怎么会不是呢?
οὐκοῦν ἐὰν μὴ προσεπίστηταί τις τὸ ὑγιεινὸν καὶ τὸ δίκαιον, ἀλλʼ ἐπιστήμην μόνον γιγνώσκῃ ἅτε τούτου μόνον ἔχων ἐπιστήμην, ὅτι μέν τι ἐπίσταται καὶ ὅτι ἐπιστήμην τινὰ ἔχει, εἰκότως ἂν γιγνώσκοι καὶ περὶ αὑτοῦ καὶ περὶ τῶν ἄλλων·
”“因此,如果某人并不同时知道健康和正义,而仅仅认识知识,因为他只拥有关于知识的知识,那么他自然会知道——关于他自己也关于他人——他知道某事,并且他拥有某种知识;不是吗?
ἦ γάρ; ναί.
”“是的。
ὅτι δὲ γιγνώσκει, ταύτῃ τῇ ἐπιστήμῃ πῶς εἴσεται;
”“但是,通过这种知识,他又如何能知道自己所知道的内容是什么呢?
γιγνώσκει γὰρ δὴ τὸ μὲν ὑγιεινὸν τῇ ἰατρικῇ ἀλλʼ οὐ σωφροσύνῃ, τὸ δʼ ἁρμονικὸν μουσικῇ ἀλλʼ οὐ σωφροσύνῃ, τὸ δʼ οἰκοδομικὸν οἰκοδομικῇ ἀλλʼ οὐ σωφροσύνῃ, καὶ οὕτω πάντα· ἢ οὔ;
因为他显然是通过医学而不是通过节制来认识健康的,通过音乐而不是通过节制来认识和声的,通过建筑术而不是通过节制来认识建筑的,其他一切也是如此;不是吗?
φαίνεται.
”“显而易见。
σωφροσύνῃ δέ, εἴπερ μόνον ἐστὶν ἐπιστημῶν ἐπιστήμη, πῶς εἴσεται ὅτι τὸ ὑγιεινὸν γιγνώσκει ἢ ὅτι τὸ οἰκοδομικόν;
”“但如果节制仅仅是关于诸多知识的知识,他又如何能通过节制知道自己认识健康,或者认识建筑呢?
οὐδαμῶς.
”“绝无可能。
οὐκ ἄρα εἴσεται ὃ οἶδεν ὁ τοῦτο ἀγνοῶν, ἀλλʼ ὅτι οἶδεν μόνον.
”“因此,不了解这些的人,不会知道自己知道什么,而只会知道自己知道。
ἔοικεν.
”“似乎是这样。
οὐκ ἄρα σωφρονεῖν τοῦτʼ ἂν εἴη οὐδὲ σωφροσύνη, εἰδέναι ἅ τε οἶδεν καὶ ἃ μὴ οἶδεν, ἀλλʼ, ὡς ἔοικεν, ὅτι οἶδεν καὶ ὅτι οὐκ οἶδεν μόνον.
” “因此,保持节制或节制本身,并不会是这回事:知道自己知道什么和不知道什么;而似乎仅仅是:知道自己知道,以及知道自己不知道。
κινδυνεύει.
”“很有可能。
οὐδὲ ἄλλον ἄρα οἷός τε ἔσται οὗτος ἐξετάσαι φάσκοντά τι ἐπίστασθαι, πότερον ἐπίσταται ὅ φησιν ἐπίστασθαι ἢ οὐκ ἐπίσταται· ἀλλὰ τοσοῦτον μόνον, ὡς ἔοικεν, γνώσεται, ὅτι ἔχει τινὰ ἐπιστήμην, ὅτου δέ γε, ἡ σωφροσύνη οὐ ποιήσει αὐτὸν γιγνώσκειν.
”“因此,这样的人也将无法检验另一个声称知道某事的人,看对方是否真的知道他自称知道的事,还是不知道;而似乎只能知道这么一点:那个人拥有某种知识;但至于那是什么知识,节制并不能使他知道。
οὐ φαίνεται.
”“看起来不是这样。
οὔτε ἄρα τὸν προσποιούμενον ἰατρὸν εἶναι, ὄντα δὲ μή, καὶ τὸν ὡς ἀληθῶς ὄντα οἷός τε ἔσται διακρίνειν, οὔτε ἄλλον οὐδένα τῶν ἐπιστημόνων καὶ μή.
” “因此,他既不能把那个假装是医生而实际不是的人,与真正是医生的人区分开来,也不能区分任何其他有知识的人与无知识的人。
σκεψώμεθα δὲ ἐκ τῶνδε· εἰ μέλλει ὁ σώφρων ἢ ὁστισοῦν ἄλλος τὸν ὡς ἀληθῶς ἰατρὸν διαγνώσεσθαι καὶ τὸν μή, ἆρʼ οὐχ ὧδε ποιήσει· περὶ μὲν ἰατρικῆς δήπου αὐτῷ οὐ διαλέξεται—οὐδὲν γὰρ ἐπαΐει, ὡς ἔφαμεν, ὁ ἰατρὸς ἀλλʼ ἢ τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες—ἢ οὔ;
让我们从这些方面来考察一下:如果节制的人或任何其他人要辨别谁是真医生、谁不是,他难道不应该这样做吗:”“他显然不会和他谈论医学——因为正如我们所说,医生除了健康和疾病之外,什么也不懂——不是吗?
ναί, οὕτως.
”“是的,就是这样。
περὶ δέ γε ἐπιστήμης οὐδὲν οἶδεν, ἀλλὰ τοῦτο δὴ τῇ σωφροσύνῃ μόνῃ ἀπέδομεν.
”“而关于知识,他却一无所知,因为我们只把这一点归给节制。
ναί.
”“是的。 ”