Humanitext Reader

柏拉图 · 卡尔米德篇 §169

知识之知识的假定与对已知及未知之知

第 13 段,共 18 段 · 希腊语

内容简介

苏格拉底指出指向自身的能力之困难,并要求克里底亚证明“关于知识的知识”既可能又有益,这使克里底亚陷入窘境。为了继续讨论,苏格拉底暂时承认其可能性,并追问这种知识如何使人知道自己所知与所不知。

§169ἀκοὴ δʼ αὖ καὶ ὄψις καὶ ἔτι γε κίνησις αὐτὴ ἑαυτὴν κινεῖν, καὶ θερμότης κάειν, καὶ πάντα αὖ τὰ τοιαῦτα τοῖς μὲν ἀπιστίαν ἂν παράσχοι, ἴσως δέ τισιν οὔ.
“另一方面,听觉、视觉,以及运动自身运动自身、热燃烧,以及所有诸如此类的事,对于一些人会产生怀疑,但或许对另一些人则不然。
μεγάλου δή τινος, ὦ φίλε, ἀνδρὸς δεῖ, ὅστις τοῦτο κατὰ πάντων ἱκανῶς διαιρήσεται, πότερον οὐδὲν τῶν ὄντων τὴν αὑτοῦ δύναμιν αὐτὸ πρὸς ἑαυτὸ πέφυκεν ἔχειν, ἀλλὰ πρὸς ἄλλο, ἢ τὰ μέν, τὰ δʼ οὔ· καὶ εἰ ἔστιν αὖ ἅτινα αὐτὰ πρὸς αὑτὰ ἔχει, ἆρʼ ἐν τούτοις ἐστὶν ἐπιστήμη, ἣν δὴ ἡμεῖς σωφροσύνην φαμὲν εἶναι.
我的朋友,这需要一个非常伟大的人,他能在所有这些情况下充分地加以辨别:究竟在存在的事物中,没有任何事物生来就对其自身具有自身的力量,而只对其他事物具有,还是有些事物有,而另一些事物没有;此外,如果确实有些事物对自己具有这种力量,那么我们所说的作为节制的知识,是否也在这其中。
ἐγὼ μὲν οὐ πιστεύω ἐμαυτῷ ἱκανὸς εἶναι ταῦτα διελέσθαι· διὸ καὶ οὔτʼ εἰ δυνατόν ἐστι τοῦτο γενέσθαι, ἐπιστήμης ἐπιστήμην εἶναι, ἔχω διισχυρίσασθαι, οὔτʼ εἰ ὅτι μάλιστα ἔστι, σωφροσύνην ἀποδέχομαι αὐτὸ εἶναι, πρὶν ἂν ἐπισκέψωμαι εἴτε τι ἂν ἡμᾶς ὠφελοῖ τοιοῦτον ὂν εἴτε μή.
就我而言,我并不相信自己有能力辨别这些事情;因此,我既不能断言这是否可能发生,即是否存在关于知识的知识,而且,即使它完全可能存在,我也不会承认这就是节制,除非我先考察了它作为这样一种东西,对我们是否会有所益处。
τὴν γὰρ οὖν δὴ σωφροσύνην ὠφέλιμόν τι καὶ ἀγαθὸν μαντεύομαι εἶναι·
因为我预感到节制是某种有益且美好的东西。
σὺ οὖν, ὦ παῖ Καλλαίσχρου—τίθεσαι γὰρ σωφροσύνην τοῦτʼ εἶναι, ἐπιστήμην ἐπιστήμης καὶ δὴ καὶ ἀνεπιστημοσύνης—πρῶτον μὲν τοῦτο ἔνδειξαι, ὅτι δυνατὸν ὃ νυνδὴ ἔλεγον, ἔπειτα πρὸς τῷ δυνατῷ ὅτι καὶ ὠφέλιμον· κἀμὲ τάχʼ ἂν ἀποπληρώσαις ὡς ὀρθῶς λέγεις περὶ σωφροσύνης ὃ ἔστιν.
那么,卡莱斯克鲁之子啊——因为你设定节制就是这个,即关于知识以及关于无知的知识——请首先向我表明我刚才所说的是可能的,其次,在可能之外,它也是有益的;这样你或许很快就能让我满意,证明你对节制是什么做出了正确的阐述。
καὶ ὁ Κριτίας ἀκούσας ταῦτα καὶ ἰδών με ἀποροῦντα, ὥσπερ οἱ τοὺς χασμωμένους καταντικρὺ ὁρῶντες ταὐτὸν τοῦτο συμπάσχουσιν, κἀκεῖνος ἔδοξέ μοι ὑπʼ ἐμοῦ ἀποροῦντος ἀναγκασθῆναι καὶ αὐτὸς ἁλῶναι ὑπὸ ἀπορίας.
” 克里底亚听了这些话,看到我陷入困境,就像那些看到别人在面前打哈欠的人自己也会产生同样的感受一样,在我看来,由于我的困境,他也同样被迫陷入了困境。
ἅτε οὖν εὐδοκιμῶν ἑκάστοτε, ᾐσχύνετο τοὺς παρόντας, καὶ οὔτε συγχωρῆσαί μοι ἤθελεν ἀδύνατος εἶναι διελέσθαι ἃ προυκαλούμην αὐτόν, ἔλεγέν τε οὐδὲν σαφές, ἐπικαλύπτων τὴν ἀπορίαν.
因此,由于他一直享有盛名,他在在场的人面前感到羞愧,既不愿向我承认他无法辨别我向他挑战的事情,也说不出任何明白的话,只是遮掩着自己的困境。
κἀγὼ ἡμῖν ἵνα ὁ λόγος προΐοι, εἶπον· ἀλλʼ εἰ δοκεῖ, ὦ Κριτία, νῦν μὲν τοῦτο συγχωρήσωμεν, δυνατὸν εἶναι γενέσθαι ἐπιστήμην ἐπιστήμης· αὖθις δὲ ἐπισκεψόμεθα εἴτε οὕτως ἔχει εἴτε μή.
为了让我们的讨论继续进行下去,我说:“但是,克里底亚,如果可以的话,现在我们先承认这一点,即关于知识的知识是可能存在的;至于事情是否如此,我们以后再作考察。
ἴθι δὴ οὖν, εἰ ὅτι μάλιστα δυνατὸν τοῦτο, τί μᾶλλον οἷόν τέ ἐστιν εἰδέναι ἅ τέ τις οἶδε καὶ ἃ μή;
来吧,如果这完全可能,那么人又如何能更清楚地知道自己知道什么和不知道什么呢?
τοῦτο γὰρ δήπου ἔφαμεν εἶναι τὸ γιγνώσκειν αὑτὸν καὶ σωφρονεῖν· ἦ γάρ;
因为我们曾说,这就是认识自己和保持节制,不是吗?
πάνυ γε, ἦ δʼ ὅς, καὶ συμβαίνει γέ που, ὦ Σώκρατες.
” “确实如此,”他说,“而且这必然会推导出来,苏格拉底。
εἰ γάρ τις ἔχει ἐπιστήμην ἣ αὐτὴ αὑτὴν γιγνώσκει, τοιοῦτος ἂν αὐτὸς εἴη οἷόνπερ ἐστὶν ὃ ἔχει· ὥσπερ ὅταν τάχος τις ἔχῃ, ταχύς, καὶ ὅταν κάλλος, καλός, καὶ ὅταν γνῶσιν, γιγνώσκων, ὅταν δὲ δὴ γνῶσιν αὐτὴν αὑτῆς τις ἔχῃ, γιγνώσκων που αὐτὸς ἑαυτὸν τότε ἔσται.
因为如果某人拥有某种认识自身的知识,他自己就会成为与他所拥有的知识相一致的人;正如当某人拥有速度时他是快速的,拥有美丽时他是美丽的,拥有知识时他是知道的,那么当某人拥有关于自身的知识时,他自己那时显然也就是认识自己的了。
οὐ τοῦτο, ἦν δʼ ἐγώ, ἀμφισβητῶ, ὡς οὐχ ὅταν τὸ αὑτὸ γιγνῶσκόν τις ἔχῃ, αὐτὸς αὑτὸν γνώσεται, ἀλλʼ ἔχοντι τοῦτο τίς ἀνάγκη εἰδέναι ἅ τε οἶδεν καὶ ἃ μὴ οἶδεν;
” “我所争论的,”我说,“并不是当某人拥有认识自身的东西时他不会认识自己;而是对于拥有这个的人来说,有什么必然性使他既知道自己知道什么,又知道自己不知道什么呢? ”

词汇与语法注释

  1. 169aμεγάλου δή τινος, ὦ φίλε, ἀνδρὸς δεῖ — 无人称动词 `δεῖ` 伴随属格(`μεγάλου... ἀνδρός`)表示“需要……”。该句型意为“需要一个伟大的人”。
  2. 169bπρὶν ἂν ἐπισκέψωμαι — 当主句含有否定词(`οὔτʼ ... ἀποδέχομαι`)时,`πρίν` 搭配 `ἄν` 及虚拟语气(不定过去时虚拟语气 `ἐπισκέψωμαι`)表示“直到……才不/在……之前不”。
  3. 169cὥσπερ οἱ τοὺς χασμωμένους καταντικρὺ ὁρῶντες — 以打哈欠的传染为喻,描述了苏格拉底的困境(aporia)如何传染给对话者克里底亚。分词短语 `ὁρῶντες` 修饰 `οἱ`,作为主语与 `συμπάσχουσιν`(产生同样的感受、同感)搭配。
  4. 169eοὐ τοῦτο... ἀμφισβητῶ, ὡς οὐχ — 双重否定结构,在引导 `ἀμφισβητῶ` 补足从句的 `ὡς` 之中又包含了否定词 `οὐχ`。意为“我并非否定‘不……’这一事实”,实际上起到了强烈的肯定作用(“我并不否认拥有认识自身之物的人会认识自己”)。

引用这一段

柏拉图, 卡尔米德篇 §169. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg018.humanitext-grc2:169

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。