Humanitext Reader

柏拉图 · 卡尔米德篇 §168

针对自身的关系与诸感觉能力的检视

第 12 段,共 18 段 · 希腊语

内容简介

苏格拉底以恐惧和信念为例,继而引入大小、双倍等数学关系以及听觉和视觉等感觉功能,以此论证“针对自身的关系或力量”在逻辑上和物理上的不可能性与荒谬性。

§168φόβον δὲ ἤδη τινὰ κατανενόηκας, ὃς ἑαυτὸν μὲν καὶ τοὺς ἄλλους φόβους φοβεῖται, τῶν δεινῶν δʼ οὐδὲ ἓν φοβεῖται;
“那么你是否曾注意到某种恐惧,它害怕自身和其他恐惧,却连一件可怕的事都不害怕?
οὐ κατανενόηκα, ἔφη.
” “我没有注意到,”他说。
δόξαν δὲ δοξῶν δόξαν καὶ αὑτῆς, ὧν δὲ αἱ ἄλλαι δοξάζουσιν μηδὲν δοξάζουσαν;
“那么,是否存在某种信念,它是关于种种信念以及关于自身的信念,却对其他信念所相信的任何事物都不抱信念?
οὐδαμῶς.
” “绝没有。
ἀλλʼ ἐπιστήμην, ὡς ἔοικεν, φαμέν τινα εἶναι τοιαύτην, ἥτις μαθήματος μὲν οὐδενός ἐστιν ἐπιστήμη, αὑτῆς δὲ καὶ τῶν ἄλλων ἐπιστημῶν ἐπιστήμη;
” “但正如所见,我们却说存在某种知识,它不是关于任何学习对象的知识,而是关于自身和关于其他知识的知识?
φαμὲν γάρ.
” “我们确实是这样说的。
οὐκοῦν ἄτοπον, εἰ ἄρα καὶ ἔστιν;
” “那么,如果它确实存在的话,岂不是很奇妙吗?
μηδὲν γάρ πω διισχυριζώμεθα ὡς οὐκ ἔστιν, ἀλλʼ εἰ ἔστιν ἔτι σκοπῶμεν.
因为我们先不要断言它不存在,而要进一步考察它是否存在。
ὀρθῶς λέγεις.
” “你说得对。
φέρε δή· ἔστι μὲν αὕτη ἡ ἐπιστήμη τινὸς ἐπιστήμη, καὶ ἔχει τινὰ τοιαύτην δύναμιν ὥστε τινὸς εἶναι·
” “来吧:既然这门知识是关于某物的知识,并且它具有某种能够使其关于某物的力量,难道不是吗?
ἦ γάρ; πάνυ γε.
” “确实如此。
καὶ γὰρ τὸ μεῖζόν φαμεν τοιαύτην τινὰ ἔχειν δύναμιν, ὥστε τινὸς εἶναι μεῖζον;
” “因为我们也说,较大的事物具有某种使其大于某物的力量,不是吗?
ἔχει γάρ.
它确实有。
οὐκοῦν ἐλάττονός τινος, εἴπερ ἔσται μεῖζον.
” “那么,如果它要成为较大者,它必定大于某个较小者。
ἀνάγκη.
” “必然如此。
εἰ οὖν τι εὕροιμεν μεῖζον, ὃ τῶν μὲν μειζόνων ἐστὶν μεῖζον καὶ ἑαυτοῦ, ὧν δὲ τἆλλα μείζω ἐστὶν μηδενὸς μεῖζον, πάντως ἄν που ἐκεῖνό γʼ αὐτῷ ὑπάρχοι, εἴπερ ἑαυτοῦ μεῖζον εἴη, καὶ ἔλαττον ἑαυτοῦ εἶναι·
” “那么,如果我们找到某种较大的事物,它大于那些较大的事物以及它自身,但对于其他较大事物所大于的任何事物,它都不大于它,如果它真的大于自身,那么它自身也必定具有小于自身的性质,难道不是吗?
ἢ οὔ; πολλὴ ἀνάγκη, ἔφη, ὦ Σώκρατες.
” “非常必然,苏格拉底,”他说。
οὐκοῦν καὶ εἴ τι διπλάσιόν ἐστιν τῶν τε ἄλλων διπλασίων καὶ ἑαυτοῦ, ἡμίσεος δήπου ὄντος ἑαυτοῦ τε καὶ τῶν ἄλλων διπλάσιον ἂν εἴη· οὐ γάρ ἐστίν που ἄλλου διπλάσιον ἢ ἡμίσεος.
“那么,如果某物是其他两倍者以及它自身的两倍,那么在它自身和其余者都是一半的情况下,它必定是它们的两倍;因为除了对于一半之外,它绝不可能是任何其他事物的两倍。
ἀληθῆ.
” “确实如此。
πλέον δὲ αὑτοῦ ὂν οὐ καὶ ἔλαττον ἔσται, καὶ βαρύτερον ὂν κουφότερον, καὶ πρεσβύτερον ὂν νεώτερον, καὶ τἆλλα πάντα ὡσαύτως, ὅτιπερ ἂν τὴν ἑαυτοῦ δύναμιν πρὸς ἑαυτὸ ἔχῃ, οὐ καὶ ἐκείνην ἕξει τὴν οὐσίαν, πρὸς ἣν ἡ δύναμις αὐτοῦ ἦν;
” “而大于自身的东西,难道不同时也是小于自身的东西吗? 更重的东西也是更轻的,更年长的也是更年轻的,其他一切也同样如此:凡是将其自身的力量作用于自身的,难道不也同样具有其力量所指向的那个本质吗?
λέγω δὲ τὸ τοιόνδε· οἷον ἡ ἀκοή, φαμέν, οὐκ ἄλλου τινὸς ἦν ἀκοὴ ἢ φωνῆς·
” “我的意思是这样的:例如听觉,我们说,它不是别的,而是关于声音的听觉,不是吗?
ἦ γάρ; ναί.
” “是的。
οὐκοῦν εἴπερ αὐτὴ αὑτῆς ἀκούσεται, φωνὴν ἐχούσης ἑαυτῆς ἀκούσεται· οὐ γὰρ ἂν ἄλλως ἀκούσειεν.
” “那么,如果它要听到自身,它就必须作为具有声音的自身而被听到;因为否则它就无法听到。
πολλὴ ἀνάγκη.
” “非常必然。
καὶ ἡ ὄψις γέ που, ὦ ἄριστε, εἴπερ ὄψεται αὐτὴ ἑαυτήν, χρῶμά τι αὐτὴν ἀνάγκη ἔχειν· ἄχρων γὰρ ὄψις οὐδὲν μή ποτε ἴδῃ.
” “而视觉也同样,好朋友,如果它要看见自身,它自身就必然具有某种颜色;因为无色的视觉绝不可能看见任何东西。
οὐ γὰρ οὖν.
” “确实不可能。
ὁρᾷς οὖν, ὦ Κριτία, ὅτι ὅσα διεληλύθαμεν, τὰ μὲν αὐτῶν ἀδύνατα παντάπασι φαίνεται ἡμῖν, τὰ δʼ ἀπιστεῖται σφόδρα μή ποτʼ ἂν τὴν ἑαυτῶν δύναμιν πρὸς ἑαυτὰ σχεῖν;
” “那么,克里底亚,你是否看到,在我们所列举的所有这些事物中,有些对我们来说是完全不可能的,而另一些则极令人怀疑它们是否能对自己具有自身的力量?
μεγέθη μὲν γὰρ καὶ πλήθη καὶ τὰ τοιαῦτα παντάπασιν ἀδύνατον· ἢ οὐχί;
因为对于大小、数量和诸如此类的事物,这是完全不可能的,难道不是吗?
πάνυ γε.
” “确实如此。 ”

词汇与语法注释

  1. 168cὃ τῶν μὲν μειζόνων ἐστὶν μεῖζον καὶ ἑαυτοῦ, ὧν δὲ τἆλλα μείζω ἐστὶν μηδενὸς μεῖζον — 这是一个由关系代词 ὃ 引导的关系从句。前半部分意思是“大于那些较大的事物以及它自身”,后半部分意思是“对于其他较大事物所大于的任何事物(ὧν... μείζω),它都不大于它(μηδενὸς μεῖζον)”。其中的 `ὧν` 是起比较属格(genitive of comparison)作用的关系代词。
  2. 168cἡμίσεος δήπου ὄντος ἑαυτοῦ τε καὶ τῶν ἄλλων — 这是一个属格独立结构(genitive absolute)。`ἑαυτοῦ τε καὶ τῶν ἄλλων` 作逻辑上的主语,`ἡμίσεος ὄντος`(系动词 εἰμί 的现在分词属格)作表语,为主动词句 `διπλάσιον ἂν εἴη`(应当是两倍)提供了前提条件,译作“在它自身和其余者都是一半的情况下”。
  3. 168dἄχρων γὰρ ὄψις οὐδὲν μή ποτε ἴδῃ — 这是由 οὐ μή 引导、带有强烈否定语义的句式,这里与否定代名词 οὐδέν 及否定副词 μή ποτε 相结合。它伴随着虚拟语气不定过去时 ἴδῃ(动词 ὁράω 的不定过去时),表示极强的否定或绝对的不可能性,即“无色的视觉绝不可能看见任何东西”。

引用这一段

柏拉图, 卡尔米德篇 §168. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg018.humanitext-grc2:168

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。