§167ὁ ἄρα σώφρων μόνος αὐτός τε ἑαυτὸν γνώσεται καὶ οἷός τε ἔσται ἐξετάσαι τί τε τυγχάνει εἰδὼς καὶ τί μή, καὶ τοὺς ἄλλους ὡσαύτως δυνατὸς ἔσται ἐπισκοπεῖν τί τις οἶδεν καὶ οἴεται, εἴπερ οἶδεν, καὶ τί αὖ οἴεται μὲν εἰδέναι, οἶδεν δʼ οὔ, τῶν δὲ ἄλλων οὐδείς·
“因此,唯有有节制的人才能认识他自己,并能够审视自己碰巧知道什么和不知道什么;同样,也只有他能够考察别人知道什么、以及在知道的情况下以为自己知道什么,或者相反,以为自己知道实际上却不知道什么,而其他人都做不到这一点。
καὶ ἔστιν δὴ τοῦτο τὸ σωφρονεῖν τε καὶ σωφροσύνη καὶ τὸ ἑαυτὸν αὐτὸν γιγνώσκειν, τὸ εἰδέναι ἅ τε οἶδεν καὶ ἃ μὴ οἶδεν.
而这,即知道自己所知道的和所不知道的,正是所谓有节制、节制以及自我认识。
ἆρα ταῦτά ἐστιν ἃ λέγεις;
这就是你的意思吗?
ἔγωγʼ, ἔφη.
” “正是,”他说。
πάλιν τοίνυν, ἦν δʼ ἐγώ, τὸ τρίτον τῷ σωτῆρι, ὥσπερ ἐξ ἀρχῆς ἐπισκεψώμεθα πρῶτον μὲν εἰ δυνατόν ἐστιν τοῦτʼ εἶναι ἢ οὔ—τὸ ἃ οἶδεν καὶ ἃ μὴ οἶδεν εἰδέναι ὅτι οἶδε καὶ ὅτι οὐκ οἶδεν—ἔπειτα εἰ ὅτι μάλιστα δυνατόν, τίς ἂν εἴη ἡμῖν ὠφελία εἰδόσιν αὐτό.
“那么,让我们再次,”我说,“像献给救主的第三杯酒一样,重新开始审视:第一,这是否可能实现——即对于自己所知道的和不知道的,知道自己知道以及知道自己不知道;第二,即使这完全可能,对于知道这一点的我们来说,又有什么益处呢?
ἀλλὰ χρή, ἔφη, σκοπεῖν.
” “这确实需要审视,”他说。
ἴθι δή, ἔφην ἐγώ, ὦ Κριτία, σκέψαι, ἐάν τι περὶ αὐτῶν εὐπορώτερος φανῇς ἐμοῦ·
“那么,克里底亚,”我说,“来吧,看看你在这些问题上是否显得比我更有办法;因为我自己正陷入迷茫。
ἐγὼ μὲν γὰρ ἀπορῶ. ᾗ δὲ ἀπορῶ, φράσω σοι;
要我告诉你我是如何迷茫的吗?
πάνυ γʼ, ἔφη.
” “当然要,”他说。
ἄλλο τι οὖν, ἦν δʼ ἐγώ, πάντα ταῦτʼ ἂν εἴη, εἰ ἔστιν ὅπερ σὺ νυνδὴ ἔλεγες, μία τις ἐπιστήμη, ἣ οὐκ ἄλλου τινός ἐστιν ἢ ἑαυτῆς τε καὶ τῶν ἄλλων ἐπιστημῶν ἐπιστήμη, καὶ δὴ καὶ ἀνεπιστημοσύνης ἡ αὐτὴ αὕτη;
“那么,”我说,“如果真如你刚才所说,存在着某一门唯独是关于自身、关于其他知识并且关于无知的知识,那么这一切难道不就是这种知识吗?
πάνυ γε.
” “当然是。
ἰδὲ δὴ ὡς ἄτοπον ἐπιχειροῦμεν, ὦ ἑταῖρε, λέγειν· ἐν ἄλλοις γάρ που τὸ αὐτὸ τοῦτο ἐὰν σκοπῇς, δόξει σοι, ὡς ἐγᾦμαι, ἀδύνατον εἶναι.
” “那么,朋友,看我们正试图说出多么奇特的话来;因为如果你在其他事物中考察这同一件事,在我看来,你会觉得这是不可能的。
πῶς δὴ καὶ ποῦ;
” “怎么说,又在哪些事物中呢?
ἐν τοῖσδε.
” “在以下这些中。
ἐννόει γὰρ εἴ σοι δοκεῖ ὄψις τις εἶναι, ἣ ὧν μὲν αἱ ἄλλαι ὄψεις εἰσίν, οὐκ ἔστιν τούτων ὄψις, ἑαυτῆς δὲ καὶ τῶν ἄλλων ὄψεων ὄψις ἐστὶν καὶ μὴ ὄψεων ὡσαύτως, καὶ χρῶμα μὲν ὁρᾷ οὐδὲν ὄψις οὖσα, αὑτὴν δὲ καὶ τὰς ἄλλας ὄψεις·
试想,你是否认为存在某种视觉,它不以其他视觉所针对的事物为对象,而是关于自身和关于其他视觉的视觉,同样也是关于非视觉的视觉,并且作为视觉它看不见任何颜色,而只看见自身和关于其他视觉。
δοκεῖ τίς σοι εἶναι τοιαύτη;
你认为有这样一种视觉存在吗?
μὰ Δίʼ οὐκ ἔμοιγε.
” “凭宙斯起誓,我认为没有。
τί δὲ ἀκοήν, ἣ φωνῆς μὲν οὐδεμιᾶς ἀκούει, αὑτῆς δὲ καὶ τῶν ἄλλων ἀκοῶν ἀκούει καὶ τῶν μὴ ἀκοῶν;
” “那么,对于某种听觉呢,它听不到任何声音,却能听到自身、其他听觉以及非听觉?
οὐδὲ τοῦτο.
” “我认为也没有。
συλλήβδην δὴ σκόπει περὶ πασῶν τῶν αἰσθήσεων εἴ τίς σοι δοκεῖ εἶναι αἰσθήσεων μὲν αἴσθησις καὶ ἑαυτῆς, ὧν δὲ δὴ αἱ ἄλλαι αἰσθήσεις αἰσθάνονται, μηδενὸς αἰσθανομένη;
” “总而言之,请考察所有的感觉,你是否认为存在某种关于感觉以及关于自身的空气般的特殊感觉,而它却感觉不到其他任何感觉所感觉到的东西?
οὐκ ἔμοιγε.
” “我认为没有。
ἀλλʼ ἐπιθυμία δοκεῖ τίς σοι εἶναι, ἥτις ἡδονῆς μὲν οὐδεμιᾶς ἐστὶν ἐπιθυμία, αὑτῆς δὲ καὶ τῶν ἄλλων ἐπιθυμιῶν;
” “那么,你是否认为存在某种欲求,它不针对任何快乐,而是针对自身以及其他欲求的欲求?
οὐ δῆτα.
” “绝无此理。
οὐδὲ μὴν βούλησις, ὡς ἐγᾦμαι, ἣ ἀγαθὸν μὲν οὐδὲν βούλεται, αὑτὴν δὲ καὶ τὰς ἄλλας βουλήσεις βούλεται.
” “依我看,也绝没有一种意志,它不期望任何善,而只期望自身和其他意志。
οὐ γὰρ οὖν.
” “确实没有。
ἔρωτα δὲ φαίης ἄν τινα εἶναι τοιοῦτον, ὃς τυγχάνει ὢν ἔρως καλοῦ μὲν οὐδενός, αὑτοῦ δὲ καὶ τῶν ἄλλων ἐρώτων;
” “那么,你会说存在这样一种爱吗,它恰好不爱任何美丽的东西,而只爱自身和其他的爱?
οὔκ, ἔφη, ἔγωγε.
” “不会,”他说,“我绝不会这样说。 ”