§166ἐπεὶ λέγε μοι, ἔφη, τῆς λογιστικῆς τέχνης ἢ τῆς γεωμετρικῆς τί ἐστιν τοιοῦτον ἔργον οἷον οἰκία οἰκοδομικῆς ἢ ἱμάτιον ὑφαντικῆς ἢ ἄλλα τοιαῦτʼ ἔργα, ἃ πολλὰ ἄν τις ἔχοι πολλῶν τεχνῶν δεῖξαι;
“那么请告诉我,”他说,“关于计算术或几何学,有什么成果像建筑术的房屋、织布术的衣服那样,可以让人从许多技术中指明许多这样的成果吗?
ἔχεις οὖν μοι καὶ σὺ τούτων τοιοῦτόν τι ἔργον δεῖξαι;
你能向我指出这些技术中有什么类似的成果吗?
ἀλλʼ οὐχ ἕξεις.
但你是指不出来的。
καὶ ἐγὼ εἶπον ὅτι ἀληθῆ λέγεις·
” 我说:“你说得对。
ἀλλὰ τόδε σοι ἔχω δεῖξαι, τίνος ἐστὶν ἐπιστήμη ἑκάστη τούτων τῶν ἐπιστημῶν, ὃ τυγχάνει ὂν ἄλλο αὐτῆς τῆς ἐπιστήμης.
但我可以向你指出,这些知识的每一门是关于什么的知识,而这恰好是不同于该知识自身的东西。
οἷον ἡ λογιστική ἐστίν που τοῦ ἀρτίου καὶ τοῦ περιττοῦ, πλήθους ὅπως ἔχει πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα·
例如,计算术大概是关于奇数和偶数的数量关系,以及它们对自身和对彼此的关系,不是吗?
ἦ γάρ; πάνυ γε, ἔφη.
” “当然,”他说。
οὐκοῦν ἑτέρου ὄντος τοῦ περιττοῦ καὶ ἀρτίου αὐτῆς τῆς λογιστικῆς;
“那么,奇数和偶数难道不是不同于计算术自身的东西吗?
πῶς δʼ οὔ;
” “怎么会不是呢?
καὶ μὴν αὖ ἡ στατικὴ τοῦ βαρυτέρου τε καὶ κουφοτέρου σταθμοῦ ἐστιν στατική· ἕτερον δέ ἐστιν τὸ βαρύ τε καὶ κοῦφον τῆς στατικῆς αὐτῆς.
” “而且,称重术是关于较重和较轻分量的称重,而重与轻是不同于称重术自身的东西。
συγχωρεῖς;
你同意吗?
ἔγωγε.
” “我同意。
λέγε δή, καὶ ἡ σωφροσύνη τίνος ἐστὶν ἐπιστήμη, ὃ τυγχάνει ἕτερον ὂν αὐτῆς τῆς σωφροσύνης;
” “那么请告诉我,节制又是关于什么的知识,而这恰好是不同于节制自身的东西呢?
τοῦτό ἐστιν ἐκεῖνο, ἔφη, ὦ Σώκρατες· ἐπʼ αὐτὸ ἥκεις ἐρευνῶν τὸ ᾧ διαφέρει πασῶν τῶν ἐπιστημῶν ἡ σωφροσύνη· σὺ δὲ ὁμοιότητά τινα ζητεῖς αὐτῆς ταῖς ἄλλαις.
” “苏格拉底,问题就在这里,”他说,“在你的探究中,你正好碰到了节制区别于所有其他知识的那个特点;你却在寻找它与其他知识的相似之处。
τὸ δʼ οὐκ ἔστιν οὕτως, ἀλλʼ αἱ μὲν ἄλλαι πᾶσαι ἄλλου εἰσὶν ἐπιστῆμαι, ἑαυτῶν δʼ οὔ, ἡ δὲ μόνη τῶν τε ἄλλων ἐπιστημῶν ἐπιστήμη ἐστὶ καὶ αὐτὴ ἑαυτῆς.
但事实并非如此,其他所有知识都是关于其他事物的知识,而不是关于自身的,唯独它是关于其他一切知识以及关于它自身的知识。
καὶ ταῦτά σε πολλοῦ δεῖ λεληθέναι, ἀλλὰ γὰρ οἶμαι ὃ ἄρτι οὐκ ἔφησθα ποιεῖν, τοῦτο ποιεῖς· ἐμὲ γὰρ ἐπιχειρεῖς ἐλέγχειν, ἐάσας περὶ οὗ ὁ λόγος ἐστίν.
你绝不可能不知道这一点,但我认为,你正在做你刚才说没有在做的事情:你正试图反驳我,而放弃了我们讨论的主题。
οἷον, ἦν δʼ ἐγώ, ποιεῖς ἡγούμενος, εἰ ὅτι μάλιστα σὲ ἐλέγχω, ἄλλου τινὸς ἕνεκα ἐλέγχειν ἢ οὗπερ ἕνεκα κἂν ἐμαυτὸν διερευνῴμην τί λέγω, φοβούμενος μή ποτε λάθω οἰόμενος μέν τι εἰδέναι, εἰδὼς δὲ μή.
” “你怎么能这样想呢? ”我说,“你以为,即便我极其反驳你,我反驳你又是为了别的目的,而不是为了我也会审视自己说的是什么的那种目的吗? 我是害怕自己什么时候不知不觉地以为自己知道,其实却不知道。
καὶ νῦν δὴ οὖν ἔγωγέ φημι τοῦτο ποιεῖν, τὸν λόγον σκοπεῖν μάλιστα μὲν ἐμαυτοῦ ἕνεκα, ἴσως δὲ δὴ καὶ τῶν ἄλλων ἐπιτηδείων·
因此,我现在确实说,我这样做、审视这个论证,主要是为了我自己,但也许也是为了其他朋友。
ἢ οὐ κοινὸν οἴει ἀγαθὸν εἶναι σχεδόν τι πᾶσιν ἀνθρώποις, γίγνεσθαι καταφανὲς ἕκαστον τῶν ὄντων ὅπῃ ἔχει;
难道你认为,对于几乎所有人来说,每一件存在着的事情以其本然的样子显现出来,不是一件共同的善事吗?
καὶ μάλα, ἦ δʼ ὅς, ἔγωγε, ὦ Σώκρατες.
” “确实如此,苏格拉底,”他说,“我是这么认为的。
θαρρῶν τοίνυν, ἦν δʼ ἐγώ, ὦ μακάριε, ἀποκρινόμενος τὸ ἐρωτώμενον ὅπῃ σοι φαίνεται, ἔα χαίρειν εἴτε Κριτίας ἐστὶν εἴτε Σωκράτης ὁ ἐλεγχόμενος· ἀλλʼ αὐτῷ προσέχων τὸν νοῦν τῷ λόγῳ σκόπει ὅπῃ ποτὲ ἐκβήσεται ἐλεγχόμενος.
” “那么,我的朋友,”我说,“请放心地按照你的想法回答所问的问题,别去管被反驳的是克里底亚还是苏格拉底;而只要专心于论证本身,去审视它在被反驳的过程中究竟会走向何方。
ἀλλά, ἔφη, ποιήσω οὕτω·
” “好,”他说,“我会这样做的。
δοκεῖς γάρ μοι μέτρια λέγειν.
因为在我看来,你说的很合情理。
λέγε τοίνυν, ἦν δʼ ἐγώ, περὶ τῆς σωφροσύνης πῶς λέγεις;
” “那么请说吧,”我说,“关于节制,你是怎么说的?
λέγω τοίνυν, ἦ δʼ ὅς, ὅτι μόνη τῶν ἄλλων ἐπιστημῶν αὐτή τε αὑτῆς ἐστιν καὶ τῶν ἄλλων ἐπιστημῶν ἐπιστήμη.
” “那么我说,”他说,“在其他所有知识中,唯有它是关于自身以及关于其他知识的知识。
οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ ἀνεπιστημοσύνης ἐπιστήμη ἂν εἴη, εἴπερ καὶ ἐπιστήμης;
” “那么,”我说,“如果它确实是关于知识的知识,它不也应该是关于无知的知识吗?
πάνυ γε, ἔφη.
” “当然,”他说。