Humanitext Reader

柏拉图 · 卡尔米德篇 §164-165

认识你自己与节制作为自知之明的重新定义

第 9 段,共 18 段 · 希腊语

内容简介

苏格拉底以医生的治疗为例,询问人是否可能在无意中做出了有节制的行为。对此,克里底亚将节制重新定义为“认识你自己”,并通过引用德尔斐的铭文来为自己的观点辩护,而苏格拉底则进一步追问这种知识创造了什么具体的成果。

§164καὶ οὐδέν γέ σε ἴσως κωλύει ἀληθῆ λέγειν·
“也许没有什么能阻止你说的都是真话。
τόδε γε μέντοι, ἦν δʼ ἐγώ, θαυμάζω, εἰ σωφρονοῦντας ἀνθρώπους ἡγῇ σὺ ἀγνοεῖν ὅτι σωφρονοῦσιν.
但是,”我说,“这一点我感到奇怪:如果你认为节制的人不知道自己是节制的。
ἀλλʼ οὐχ ἡγοῦμαι, ἔφη.
”“但我并不这样认为,”他说。
οὐκ ὀλίγον πρότερον, ἔφην ἐγώ, ἐλέγετο ὑπὸ σοῦ ὅτι τοὺς δημιουργοὺς οὐδὲν κωλύει καὶ αὖ τὰ τῶν ἄλλων ποιοῦντας σωφρονεῖν;
“不久前,”我说,“你不是说过,没有什么能阻止匠人,甚至那些为别人制作东西的人是节制的吗?
ἐλέγετο γάρ, ἔφη· ἀλλὰ τί τοῦτο;
”“确实是说过的,”他说,“但这又怎么了?
οὐδέν·
”“没什么。
ἀλλὰ λέγε εἰ δοκεῖ τίς σοι ἰατρός, ὑγιᾶ τινα ποιῶν, ὠφέλιμα καὶ ἑαυτῷ ποιεῖν καὶ ἐκείνῳ ὃν ἰῷτο;
不过请告诉我,如果你认为医生在使某人恢复健康时,不仅对那人有益,对他自己也有益吗?
ἔμοιγε.
”“我是这么认为的。
οὐκοῦν τὰ δέοντα πράττει ὅ γε ταῦτα πράττων;
”“那么,做这些事的人,难道不是在做该做的事吗?
ναί.
”“是的。
ὁ τὰ δέοντα πράττων οὐ σωφρονεῖ;
”“做该做的事的人,难道不是节制的吗?
σωφρονεῖ μὲν οὖν.
”“当然是节制的。
ἦ οὖν καὶ γιγνώσκειν ἀνάγκη τῷ ἰατρῷ ὅταν τε ὠφελίμως ἰᾶται καὶ ὅταν μή; καὶ ἑκάστῳ τῶν δημιουργῶν ὅταν τε μέλλῃ ὀνήσεσθαι ἀπὸ τοῦ ἔργου οὗ ἂν πράττῃ καὶ ὅταν μή;
”“那么,医生在有益地治疗或没有益地治疗时,他必须知道这一点吗?
ἴσως οὔ.
”“也许不必。
ἐνίοτε ἄρα, ἦν δʼ ἐγώ, ὠφελίμως πράξας ἢ βλαβερῶς ὁ ἰατρὸς οὐ γιγνώσκει ἑαυτὸν ὡς ἔπραξεν·
”“那么有时候,”我说,“医生进行了有益或有害的治疗,却不知道自己是如何做的。
καίτοι ὠφελίμως πράξας, ὡς ὁ σὸς λόγος, σωφρόνως ἔπραξεν.
然而,按照你的说法,只要他做的是有益的事,他就是节制地去做的。
ἢ οὐχ οὕτως ἔλεγες;
难道你不是这么说的吗?
ἔγωγε.
”“是的。
οὐκοῦν, ὡς ἔοικεν, ἐνίοτε ὠφελίμως πράξας πράττει μὲν σωφρόνως καὶ σωφρονεῖ, ἀγνοεῖ δʼ ἑαυτὸν ὅτι σωφρονεῖ;
”“那么,正如所见,他有时做出了有益的事,做的时候是节制的,也是有节制的,但他自己却不知道自己是节制的吗?
ἀλλὰ τοῦτο μέν, ἔφη, ὦ Σώκρατες, οὐκ ἄν ποτε γένοιτο, ἀλλʼ εἴ τι σὺ οἴει ἐκ τῶν ἔμπροσθεν ὑπʼ ἐμοῦ ὡμολογημένων εἰς τοῦτο ἀναγκαῖον εἶναι συμβαίνειν, ἐκείνων ἄν τι ἔγωγε μᾶλλον ἀναθείμην, καὶ οὐκ ἂν αἰσχυνθείην μὴ οὐχὶ ὀρθῶς φάναι εἰρηκέναι, μᾶλλον ἤ ποτε συγχωρήσαιμʼ ἂν ἀγνοοῦντα αὐτὸν ἑαυτὸν ἄνθρωπον σωφρονεῖν.
”“但是,苏格拉底,”他说,“这种事情绝不可能发生。 如果因为我之前同意的那些话,你就认为必须得出这样的结论,那么我宁愿收回之前同意的某些话,并且我决不会为承认自己没有说对而感到羞耻,而绝不会承认一个不知道自己的人是节制的。
σχεδὸν γάρ τι ἔγωγε αὐτὸ τοῦτό φημι εἶναι σωφροσύνην, τὸ γιγνώσκειν ἑαυτόν, καὶ συμφέρομαι τῷ ἐν Δελφοῖς ἀναθέντι τὸ τοιοῦτον γράμμα.
因为我几乎要说,这就是节制:认识你自己。 我赞同在德尔斐献上那句铭文的人。
καὶ γὰρ τοῦτο οὕτω μοι δοκεῖ τὸ γράμμα ἀνακεῖσθαι, ὡς δὴ πρόσρησις οὖσα τοῦ θεοῦ τῶν εἰσιόντων ἀντὶ τοῦ χαῖρε, ὡς τούτου μὲν οὐκ ὀρθοῦ ὄντος τοῦ προσρήματος, τοῦ χαίρειν, οὐδὲ δεῖν τοῦτο παρακελεύεσθαι ἀλλήλοις ἀλλὰ σωφρονεῖν.
在我看来,那句铭文的献纳方式就像是神对进入神庙者的问候,而不是说‘祝你快乐’,好像 ‘祝你快乐’这个问候是不正确的,人们不应该互相这样勉励,而应该勉励‘要节制’。
οὕτω μὲν δὴ ὁ θεὸς προσαγορεύει τοὺς εἰσιόντας εἰς τὸ ἱερὸν διαφέρον τι ἢ οἱ ἄνθρωποι, ὡς διανοούμενος ἀνέθηκεν ὁ ἀναθείς, ὥς μοι δοκεῖ·
在我看来,献纳那句铭文的人在献纳时就是这样想的,神以此方式向进入圣殿的人问候,这与人类的做法有些不同。
καὶ λέγει πρὸς τὸν ἀεὶ εἰσιόντα οὐκ ἄλλο τι ἢ Σωφρόνει, φησίν.
神对每一次进入的人只说:‘要节制!
§165αἰνιγματωδέστερον δὲ δή, ὡς μάντις, λέγει·
’。 ” “但这话说得很神秘,像预言家一样。
τὸ γὰρ Γνῶθι σαυτόν καὶ τὸ Σωφρόνει ἔστιν μὲν ταὐτόν, ὡς τὰ γράμματά φησιν καὶ ἐγώ, τάχα δʼ ἄν τις οἰηθείη ἄλλο εἶναι, ὃ δή μοι δοκοῦσιν παθεῖν καὶ οἱ τὰ ὕστερον γράμματα ἀναθέντες, τό τε μηδὲν ἄγαν καὶ τὸ Ἐγγύη πάρα δʼ ἄτη.
因为‘认识你自己’和‘要节制’是同一件事,正如铭文和我所说。 但或许有人会认为这是别的事,这正是那些后来献纳其他铭文的人所陷入的误解,比如‘凡事勿过度’和‘担保带来灾祸’。
καὶ γὰρ οὗτοι συμβουλὴν ᾠήθησαν εἶναι τὸ Γνῶθι σαυτόν, ἀλλʼ οὐ τῶν εἰσιόντων ὑπὸ τοῦ θεοῦ πρόσρησιν· εἶθʼ ἵνα δὴ καὶ σφεῖς μηδὲν ἧττον συμβουλὰς χρησίμους ἀναθεῖεν, ταῦτα γράψαντες ἀνέθεσαν.
因为这些人认为‘认识你自己’是一条建议,而不是神对进入者的人际问候;然后,为了让他们自己也能献纳不逊于其的有用建议,他们刻下了这些话并献纳了上去。
οὗ δὴ οὖν ἕνεκα λέγω, ὦ Σώκρατες, ταῦτα πάντα, τόδʼ ἐστίν· τὰ μὲν ἔμπροσθέν σοι πάντα ἀφίημι—ἴσως μὲν γάρ τι σὺ ἔλεγες περὶ αὐτῶν ὀρθότερον, ἴσως δʼ ἐγώ, σαφὲς δʼ οὐδὲν πάνυ ἦν ὧν ἐλέγομεν—νῦν δʼ ἐθέλω τούτου σοι διδόναι λόγον, εἰ μὴ ὁμολογεῖς σωφροσύνην εἶναι τὸ γιγνώσκειν αὐτὸν ἑαυτόν.
苏格拉底,我之所以说这一切,原因就在于此:之前的一切我都向你让步——也许你说得更对,也许我说得更对,但我们之前说的没有什么是非常清楚的——但现在,如果你不承认节制就是认识自己,我愿意就这一点向你进行论证。
ἀλλʼ, ἦν δʼ ἐγώ, ὦ Κριτία, σὺ μὲν ὡς φάσκοντος ἐμοῦ εἰδέναι περὶ ὧν ἐρωτῶ προσφέρῃ πρός με, καὶ ἐὰν δὴ βούλωμαι, ὁμολογήσοντός σοι·
”“但是,克里底亚,”我说,“你对待我,好像我知道我所提问的事情,而且只要我想,就会同意你似的。
τὸ δʼ οὐχ οὕτως ἔχει, ἀλλὰ ζητῶ γὰρ μετὰ σοῦ ἀεὶ τὸ προτιθέμενον διὰ τὸ μὴ αὐτὸς εἰδέναι.
但事实并非如此,因为我正是由于自己不知道,才总是和你一起探讨提出来的每一个问题。
σκεψάμενος οὖν ἐθέλω εἰπεῖν εἴτε ὁμολογῶ εἴτε μή.
因此,在审视之后,我愿意说我是同意还是不同意。
ἀλλʼ ἐπίσχες ἕως ἂν σκέψωμαι.
但在我审视之前,请等一下。
σκόπει δή, ἦ δʼ ὅς.
”“那就审视吧,”他说。
καὶ γάρ, ἦν δʼ ἐγώ, σκοπῶ.
“我正在审视呢,”我说。
εἰ γὰρ δὴ γιγνώσκειν γέ τί ἐστιν ἡ σωφροσύνη, δῆλον ὅτι ἐπιστήμη τις ἂν εἴη καὶ τινός· ἢ οὔ;
“如果节制 realmente 是认识某种东西,那它显然是某种知识,而且是关于某物的知识,难道不是吗?
ἔστιν, ἔφη, ἑαυτοῦ γε.
”“是的,”他说,“是关于自身的知识。
οὐκοῦν καὶ ἰατρική, ἔφην, ἐπιστήμη ἐστὶν τοῦ ὑγιεινοῦ;
”“那么,”我说,“医术也是关于健康的知识,对吗?
πάνυ γε.
”“当然。
εἰ τοίνυν με, ἔφην, ἔροιο σύ· ἰατρικὴ ὑγιεινοῦ ἐπιστήμη οὖσα τί ἡμῖν χρησίμη ἐστὶν καὶ τί ἀπεργάζεται, εἴποιμʼ ἂν ὅτι οὐ σμικρὰν ὠφελίαν·
”“那么,如果你问我: ‘医术既然是关于健康的知识,对我们有什么用处,它创造了什么?
τὴν γὰρ ὑγίειαν καλὸν ἡμῖν ἔργον ἀπεργάζεται, εἰ ἀποδέχῃ τοῦτο.
’ 我会说,那是大有裨益的,因为它为我们创造了‘健康’这一美好的成果,如果你接受这一点的话。
ἀποδέχομαι.
”“我接受。
καὶ εἰ τοίνυν με ἔροιο τὴν οἰκοδομικήν, ἐπιστήμην οὖσαν τοῦ οἰκοδομεῖν, τί φημι ἔργον ἀπεργάζεσθαι, εἴποιμʼ ἂν ὅτι οἰκήσεις·
”“那么,如果你问我建筑术——它是关于建造房屋的知识——我说它创造了什么成果,我会说是住宅。
ὡσαύτως δὲ καὶ τῶν ἄλλων τεχνῶν.
其他技术也是如此。
χρὴ οὖν καὶ σὲ ὑπὲρ τῆς σωφροσύνης, ἐπειδὴ φῂς αὐτὴν ἑαυτοῦ ἐπιστήμην εἶναι, ἔχειν εἰπεῖν ἐρωτηθέντα, ὦ Κριτία, σωφροσύνη, ἐπιστήμη οὖσα ἑαυτοῦ, τί καλὸν ἡμῖν ἔργον ἀπεργάζεται καὶ ἄξιον τοῦ ὀνόματος;
因此,既然你说节制是关于自身的知识,你也应该在被问到时能够说出来: ‘克里底亚,节制既然是关于自身的知识,它为我们创造了什么美好的、配得上这个名字的成果?
ἴθι οὖν, εἰπέ.
’ 来,请告诉我。
ἀλλʼ, ὦ Σώκρατες, ἔφη, οὐκ ὀρθῶς ζητεῖς.
”“但是,苏格拉底,”他说,“你的探讨方式不对。
οὐ γὰρ ὁμοία αὕτη πέφυκεν ταῖς ἄλλαις ἐπιστήμαις, οὐδέ γε αἱ ἄλλαι ἀλλήλαις·
因为这种知识在天性上并不像其他知识,其他知识之间也互不相似。
σὺ δʼ ὡς ὁμοίων οὐσῶν ποιῇ τὴν ζήτησιν.
你却把它们当作是相似的来进行探讨。 ”

词汇与语法注释

  1. 164dμὴ οὐχὶ ὀρθῶς φάναι εἰρηκέναι — 这是一个在表示否定情感(羞耻、害怕)的动词 αἰσχυνθείην 之后,不定式与双重否定小词 μὴ οὐ 连用的句式,意为“我不会为承认自己没有说对而感到羞耻”。
  2. 164dὡς δὴ πρόσρησις οὖσα τοῦ θεοῦ τῶν εἰσιόντων — 连接词 ὡς 与分词 οὖσα 结合的结构,表示主观的理由或解释(“仿佛是……”)。这里是与中性名词 γράμμα(铭文)一致的主格分词短语,用以阐述克里底亚对德尔斐铭文含义的个人解读。
  3. 165aὃ δή μοι δοκοῦσιν παθεῖν καὶ οἱ τὰ ὕστερον γράμματα ἀναθέντες — 动词 πάσχω(经历、遭受)在此处用于“陷入错误”或“遭受误解”之意。关系代词 ὅ 指代前述内容(认为它们是不同的事物),表明后来献纳铭文的人也陷入了同样的误解。

引用这一段

柏拉图, 卡尔米德篇 §164-165. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg018.humanitext-grc2:164-165

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。