§163ἦ οὖν δοκοῦσί σοι τὰ ἑαυτῶν μόνον ποιεῖν ἢ καὶ τὰ τῶν ἄλλων;
“那么,在你看来,他们只是制作自己的东西,还是也制作别人的东西呢?
καὶ τὰ τῶν ἄλλων.
”“也制作别人的。
σωφρονοῦσιν οὖν οὐ τὰ ἑαυτῶν μόνον ποιοῦντες;
”“那么,当他们不单制作自己的东西时,他们是节制的吗?
τί γὰρ κωλύει;
”“因为有什么能阻止呢?
ἔφη.
”他说。
οὐδὲν ἐμέ γε, ἦν δʼ ἐγώ· ἀλλʼ ὅρα μὴ ἐκεῖνον κωλύει, ὃς ὑποθέμενος σωφροσύνην εἶναι τὸ τὰ ἑαυτοῦ πράττειν ἔπειτα οὐδέν φησι κωλύειν καὶ τοὺς τὰ τῶν ἄλλων πράττοντας σωφρονεῖν.
“至少没有什么能阻止我,”我说,“但你要留神,这是否会阻止那个曾假设‘节制就是做自己的事’,接着又说‘没有什么能阻止做别人事情的人也是节制的’那个人。
ἐγὼ γάρ που, ἦ δʼ ὅς, τοῦθʼ ὡμολόγηκα, ὡς οἱ τὰ τῶν ἄλλων πράττοντες σωφρονοῦσιν, εἰ τοὺς ποιοῦντας ὡμολόγησα.
”“难道我,”他说,“在同意了‘制作’的人的同时,就等于同意了‘做别人的事的人是节制的’吗?
εἰπέ μοι, ἦν δʼ ἐγώ, οὐ ταὐτὸν καλεῖς τὸ ποιεῖν καὶ τὸ πράττειν;
” “告诉我,”我说,“难道你不认为‘制作’和‘做事’是同一回事吗?
οὐ μέντοι, ἔφη· οὐδέ γε τὸ ἐργάζεσθαι καὶ τὸ ποιεῖν.
”“当然不是,”他说,“甚至‘劳作’和‘制作’也不是。
ἔμαθον γὰρ παρʼ Ἡσιόδου, ὃς ἔφη ἔργον οὐδὲν εἶναι ὄνειδος.
因为我从赫西俄德那里学到,他说‘没有任何工作是可耻的’。
οἴει οὖν αὐτόν, εἰ τὰ τοιαῦτα ἔργα ἐκάλει καὶ ἐργάζεσθαι καὶ πράττειν, οἷα νυνδὴ σὺ ἔλεγες, οὐδενὶ ἂν ὄνειδος φάναι εἶναι σκυτοτομοῦντι ἢ ταριχοπωλοῦντι ἢ ἐπʼ οἰκήματος καθημένῳ;
那么,如果他把你刚才所说的那些工作叫做‘工作’、‘劳作’和‘做事’,你认为他会说做鞋、卖咸鱼或在妓院里坐着对任何人来说都不是耻辱吗?
οὐκ οἴεσθαί γε χρή, ὦ Σώκρατες, ἀλλὰ καὶ ἐκεῖνος οἶμαι ποίησιν πράξεως καὶ ἐργασίας ἄλλο ἐνόμιζεν, καὶ ποίημα μὲν γίγνεσθαι ὄνειδος ἐνίοτε, ὅταν μὴ 1 μετὰ τοῦ καλοῦ γίγνηται, ἔργον δὲ οὐδέποτε οὐδὲν ὄνειδος·
绝不能这样想,苏格拉底。 相反,我认为他也把‘制作’看作不同于‘做事’和‘劳作’的事情,” “并且,‘制作出来的东西’在不伴随美好时,有时会成为耻辱,但‘工作’却绝不可能是任何耻辱。
τὰ γὰρ καλῶς τε καὶ ὠφελίμως ποιούμενα ἔργα ἐκάλει, καὶ ἐργασίας τε καὶ πράξεις τὰς τοιαύτας ποιήσεις.
因为他把那些做得美好且有益的事物称为‘工作’,并把这样的制作行为称为‘劳作’和‘做事’。
φάναι δέ γε χρὴ καὶ οἰκεῖα μόνα τὰ τοιαῦτα ἡγεῖσθαι αὐτόν, τὰ δὲ βλαβερὰ πάντα ἀλλότρια·
而且我们必须说,他认为只有这样的东西才是‘自己的’,而所有有害的东西都是‘别人的’。
ὥστε καὶ Ἡσίοδον χρὴ οἴεσθαι καὶ ἄλλον ὅστις φρόνιμος τὸν τὰ αὑτοῦ πράττοντα τοῦτον σώφρονα καλεῖν.
因此,我们应当认为赫西俄德以及其他任何聪明的人,都把那个做自己事的人称为‘节制的人’。
ὦ Κριτία, ἦν δʼ ἐγώ, καὶ εὐθὺς ἀρχομένου σου σχεδὸν ἐμάνθανον τὸν λόγον, ὅτι τὰ οἰκεῖά τε καὶ τὰ αὑτοῦ ἀγαθὰ καλοίης, καὶ τὰς τῶν ἀγαθῶν ποιήσεις πράξεις·
” “克里底亚,”我说,“其实从你一开始说话的时候,我就几乎理解了你的论证,那就是你把‘自己的’和‘适合自己的’称为‘善的’,而把善的制作称为‘做事’。
καὶ γὰρ Προδίκου μυρία τινὰ ἀκήκοα περὶ ὀνομάτων διαιροῦντος.
因为我确实听过普罗迪科斯无数次关于区分词义的讨论。
ἀλλʼ ἐγώ σοι τίθεσθαι μὲν τῶν ὀνομάτων δίδωμι ὅπῃ ἂν βούλῃ ἕκαστον· δήλου δὲ μόνον ἐφʼ ὅτι ἂν φέρῃς τοὔνομα ὅτι ἂν λέγῃς.
但我允许你按照自己的意愿去给每一个词下定义,只要你表明当你使用某个词时,它到底指的是什么。
νῦν οὖν πάλιν ἐξ ἀρχῆς σαφέστερον ὅρισαι· ἆρα τὴν τῶν ἀγαθῶν πρᾶξιν ἢ ποίησιν ἢ ὅπως σὺ βούλει ὀνομάζειν, ταύτην λέγεις σὺ σωφροσύνην εἶναι;
现在,请重新从头开始更清楚地定义:” “你是指对善的事物的做事或制作——或者不管你想怎么称呼它——这就是节制吗?
ἔγωγε, ἔφη.
”“是的,”他说。
οὐκ ἄρα σωφρονεῖ ὁ τὰ κακὰ πράττων, ἀλλʼ ὁ τἀγαθά;
“那么,做坏事的人不是节制的,只有做好事的人才是节制的?
σοὶ δέ, ἦ δʼ ὅς, ὦ βέλτιστε, οὐχ οὕτω δοκεῖ;
”“难道在你看来,优秀的友人,不也是这样吗? ”他说。
ἔα, ἦν δʼ ἐγώ· μὴ γάρ πω τὸ ἐμοὶ δοκοῦν σκοπῶμεν, ἀλλʼ ὃ σὺ λέγεις νῦν.
“先放一放,”我说,“我们先不要考虑我的看法,而是考虑你现在所说的话。
ἀλλὰ μέντοι ἔγωγε, ἔφη, τὸν μὴ ἀγαθὰ ἀλλὰ κακὰ ποιοῦντα οὔ φημι σωφρονεῖν, τὸν δὲ ἀγαθὰ ἀλλὰ μὴ κακὰ σωφρονεῖν·
”“然而,我确实认为,”他说,“那个不做善事而做坏事的人是不节制的,而做善事不做坏事的人是节制的。
τὴν γὰρ τῶν ἀγαθῶν πρᾶξιν σωφροσύνην εἶναι σαφῶς σοι διορίζομαι.
因为我向你明确定义:对善的事物的做事就是节制。 ”