§162τί οὖν;
“那又怎样呢?
ἦν δʼ ἐγώ, δοκεῖ ἄν σοι πόλις εὖ οἰκεῖσθαι ὑπὸ τούτου τοῦ νόμου τοῦ κελεύοντος τὸ ἑαυτοῦ ἱμάτιον ἕκαστον ὑφαίνειν καὶ πλύνειν, καὶ ὑποδήματα σκυτοτομεῖν, καὶ λήκυθον καὶ στλεγγίδα καὶ τἆλλα πάντα κατὰ τὸν αὐτὸν λόγον, τῶν μὲν ἀλλοτρίων μὴ ἅπτεσθαι, τὰ δὲ ἑαυτοῦ ἕκαστον ἐργάζεσθαί τε καὶ πράττειν;
”我说,“如果有一条法律规定每个人都要自己织衣、自己洗衣服、自己做鞋、自己做油瓶和刮汗板,并按照同样的道理做所有其他事情,不碰别人的东西,而是每个人都劳作并做自己的事,在你看来,一个城邦会被这条法律治理得很好吗?
οὐκ ἔμοιγε δοκεῖ, ἦ δʼ ὅς.
”“我觉得不会,”他说。
ἀλλὰ μέντοι, ἔφην ἐγώ, σωφρόνως γε οἰκοῦσα εὖ ἂν οἰκοῖτο.
“然而,”我说,“如果一个城邦在节制中被治理,它就一定会被治理得很好。
πῶς δʼ οὔκ;
”“怎么会不呢?
ἔφη.
”他说。
οὐκ ἄρα, ἦν δʼ ἐγώ, τὸ τὰ τοιαῦτά τε καὶ οὕτω τὰ αὑτοῦ πράττειν σωφροσύνη ἂν εἴη.
“那么,”我说,“像这样做事并以这种方式‘做自己的事’,就不会是节制了。
οὐ φαίνεται.
”“看起来不是。
ἠινίττετο ἄρα, ὡς ἔοικεν, ὅπερ ἄρτι ἐγὼ ἔλεγον, ὁ λέγων τὸ τὰ αὑτοῦ πράττειν σωφροσύνην εἶναι·
”“那么,正如我刚才所说,那个说节制就是‘做自己的事’的人,似乎是在说谜语。
οὐ γάρ που οὕτω γε ἦν εὐήθης.
因为他绝不会这么愚蠢。
ἤ τινος ἠλιθίου ἤκουσας τουτὶ λέγοντος, ὦ Χαρμίδη;
哈尔米德,难道你是听哪个愚蠢的人说这话的吗?
ἥκιστά γε, ἔφη, ἐπεί τοι καὶ πάνυ ἐδόκει σοφὸς εἶναι.
”“绝非如此,”他说,“因为他确实被认为是非常聪明的。
παντὸς τοίνυν μᾶλλον, ὡς ἐμοὶ δοκεῖ, αἴνιγμα αὐτὸ προύβαλεν, ὡς ὂν χαλεπὸν τὸ τὰ αὑτοῦ πράττειν γνῶναι ὅτι ποτε ἔστιν.
”“那么,在我看来,他主要是把这当作一个谜语提出来,因为要弄清楚‘做自己的事’到底是什么,是件困难的事。
ἴσως, ἔφη.
”“也许吧,”他说。
τί οὖν ἂν εἴη ποτὲ τὸ τὰ αὑτοῦ πράττειν;
“那么,‘做自己的事’到底会是什么呢?
ἔχεις εἰπεῖν;
你能说得出来吗?
οὐκ οἶδα μὰ Δία ἔγωγε, ἦ δʼ ὅς· ἀλλʼ ἴσως οὐδὲν κωλύει μηδὲ τὸν λέγοντα μηδὲν εἰδέναι ὅτι ἐνόει.
”“凭宙斯起誓,我不知道,”他说,“但也许没有什么能阻止那个说话的人自己也完全不知道他是什么意思。
καὶ ἅμα ταῦτα λέγων ὑπεγέλα τε καὶ εἰς τὸν Κριτίαν ἀπέβλεπεν.
”他一边说着,一边微微发笑,并转头看着克里底亚。
καὶ ὁ Κριτίας δῆλος μὲν ἦν καὶ πάλαι ἀγωνιῶν καὶ φιλοτίμως πρός τε τὸν Χαρμίδην καὶ πρὸς τοὺς παρόντας ἔχων, μόγις δʼ ἑαυτὸν ἐν τῷ πρόσθεν κατέχων τότε οὐχ οἷός τε ἐγένετο·
而克里底亚显然早就焦躁不安,对哈尔米德和在座的人都心怀争强好胜之意,此前他勉强克制着自己,此时却再也忍不住了。
δοκεῖ γάρ μοι παντὸς μᾶλλον ἀληθὲς εἶναι, ὃ ἐγὼ ὑπέλαβον, τοῦ Κριτίου ἀκηκοέναι τὸν Χαρμίδην ταύτην τὴν ἀπόκρισιν περὶ τῆς σωφροσύνης.
因为在我看来,最真实不过的是我之前的推测:哈尔米德是从克里底亚那里听到这个关于节制的回答的。
ὁ μὲν οὖν Χαρμίδης βουλόμενος μὴ αὐτὸς ὑπέχειν λόγον ἀλλʼ ἐκεῖνον τῆς ἀποκρίσεως, ὑπεκίνει αὐτὸν ἐκεῖνον, καὶ ἐνεδείκνυτο ὡς ἐξεληλεγμένος εἴη·
因此,哈尔米德希望不要由自己来承担论证的责任,而是要那个人对回答负责,便暗中怂恿他,并暗示自己已经露出了破绽。
ὁ δʼ οὐκ ἠνέσχετο, ἀλλά μοι ἔδοξεν ὀργισθῆναι αὐτῷ ὥσπερ ποιητὴς ὑποκριτῇ κακῶς διατιθέντι τὰ ἑαυτοῦ ποιήματα.
但克里底亚忍无可忍,在我看来他似乎对哈尔米德发怒了,就像一个诗人对一个把自己的诗作演砸了的演员发怒一样。
ὥστʼ ἐμβλέψας αὐτῷ εἶπεν, οὕτως οἴει, ὦ Χαρμίδη, εἰ σὺ μὴ οἶσθα ὅτι ποτʼ ἐνόει ὃς ἔφη σωφροσύνην εἶναι τὸ τὰ ἑαυτοῦ πράττειν, οὐδὲ δὴ ἐκεῖνον εἰδέναι;
于是他盯着哈尔米德说:“哈尔米德,你以为,如果你不知道那个说节制就是‘做自己的事’的人到底是什么意思,那个人自己也就不知道吗?
ἀλλʼ, ὦ βέλτιστε, ἔφην ἐγώ, Κριτία, τοῦτον μὲν οὐδὲν θαυμαστὸν ἀγνοεῖν τηλικοῦτον ὄντα· σὲ δέ που εἰκὸς εἰδέναι καὶ ἡλικίας ἕνεκα καὶ ἐπιμελείας.
”“但是,优秀的克里底亚,”我说,“这个孩子年纪还这么小,不知道也是不足为奇的;但你凭着年龄和研究,应当是知道的。
εἰ οὖν συγχωρεῖς τοῦτʼ εἶναι σωφροσύνην ὅπερ οὑτοσὶ λέγει καὶ παραδέχῃ τὸν λόγον, ἔγωγε πολὺ ἂν ἥδιον μετὰ σοῦ σκοποίμην εἴτʼ ἀληθὲς εἴτε μὴ τὸ λεχθέν.
因此,如果你同意这个孩子所说的这就是节制,并且你接过了这个论证,我倒非常乐意和你一起探讨所说的话到底是真是假。
ἀλλὰ πάνυ συγχωρῶ, ἔφη, καὶ παραδέχομαι.
”“我完全同意,”他说,“并且愿意接受。
καλῶς γε σὺ τοίνυν, ἦν δʼ ἐγώ, ποιῶν. καί μοι λέγε, ἦ καὶ ἃ νυνδὴ ἠρώτων ἐγὼ συγχωρεῖς, τοὺς δημιουργοὺς πάντας ποιεῖν τι;
”“那你这样做真是太好了,”我说,“请告诉我,你是否也同意我刚才所问的,所有的手艺人都在制作某种东西?
ἔγωγε.
”“我同意。 ”