§160ἡ δʼ ἀγχίνοια οὐχὶ ὀξύτης τίς ἐστιν τῆς ψυχῆς ἀλλʼ οὐχὶ ἡσυχία;
“而机敏岂不正是心灵的某种敏锐,而不是安静吗?
ἀληθῆ.
”“确实如此。
οὐκοῦν καὶ τὸ συνιέναι τὰ λεγόμενα, καὶ ἐν γραμματιστοῦ καὶ κιθαριστοῦ καὶ ἄλλοθι πανταχοῦ, οὐχ ὡς ἡσυχαίτατα ἀλλʼ ὡς τάχιστά ἐστι κάλλιστα;
”“那么,理解所说的话,无论是在书写老师那里、在竖琴老师那里,还是在其他任何地方,岂不也是最快速、而不是最安静地进行,才是最美妙的吗?
ναί.
”“是的。
ἀλλὰ μὴν ἔν γε ταῖς ζητήσεσιν τῆς ψυχῆς καὶ τῷ βουλεύεσθαι οὐχ ὁ ἡσυχιώτατος, ὡς ἐγὼ οἶμαι, καὶ μόγις βουλευόμενός τε καὶ ἀνευρίσκων ἐπαίνου δοκεῖ ἄξιος εἶναι, ἀλλʼ ὁ ῥᾷστά τε καὶ τάχιστα τοῦτο δρῶν.
”“然而,在心灵的探究和思考中,照我看来,难道值得赞美的是那最安静、最费劲地思考和发现的人,而不是那最容易、最快速地做这些事的人吗?
ἔστιν ταῦτα, ἔφη.
”“确实如此,”他说。
οὐκοῦν πάντα, ἦν δʼ ἐγώ, ὦ Χαρμίδη, ἡμῖν καὶ τὰ περὶ τὴν ψυχὴν καὶ τὰ περὶ τὸ σῶμα, τὰ τοῦ τάχους τε καὶ τῆς ὀξύτητος καλλίω φαίνεται ἢ τὰ τῆς βραδυτῆτός τε καὶ ἡσυχιότητος;
“那么,哈尔米德,”我说,“对我们来说,无论是关于心灵的一切,还是关于身体的一切,属于快速和敏锐的事物,岂不都比属于缓慢和安静的事物显得更美好吗?
κινδυνεύει, ἔφη.
”“大概是这样,”他说。
οὐκ ἄρα ἡσυχιότης τις ἡ σωφροσύνη ἂν εἴη, οὐδʼ ἡσύχιος ὁ σώφρων βίος, ἔκ γε τούτου τοῦ λόγου, ἐπειδὴ καλὸν αὐτὸν δεῖ εἶναι σώφρονα ὄντα.
“那么,至少从这一论点来看,节制不会是某种安静,节制的生活也不会是安静的生活,因为既然它是节制的,它就必须是美好的。
δυοῖν γὰρ δὴ τὰ ἕτερα· ἢ οὐδαμοῦ ἡμῖν ἢ πάνυ που ὀλιγαχοῦ αἱ ἡσύχιοι πράξεις ἐν τῷ βίῳ καλλίους ἐφάνησαν ἢ αἱ ταχεῖαί τε καὶ ἰσχυραί.
因为显然两件事必居其一:要么在我们的生活中,安静的行为根本不比快速且强有力的行为更美好,要么只有在极少数情况下才是更美好的。
εἰ δʼ οὖν, ὦ φίλε, ὅτι μάλιστα μηδὲν ἐλάττους αἱ ἡσύχιοι τῶν σφοδρῶν τε καὶ ταχειῶν πράξεων τυγχάνουσιν καλλίους οὖσαι, οὐδὲ ταύτῃ σωφροσύνη ἂν εἴη μᾶλλόν τι τὸ ἡσυχῇ πράττειν ἢ τὸ σφόδρα τε καὶ ταχέως, οὔτε ἐν βαδισμῷ οὔτε ἐν λέξει οὔτε ἄλλοθι οὐδαμοῦ, οὐδὲ ὁ ἡσύχιος βίος τοῦ μὴ ἡσυχίου σωφρονέστερος ἂν εἴη, ἐπειδὴ ἐν τῷ λόγῳ τῶν καλῶν τι ἡμῖν ἡ σωφροσύνη ὑπετέθη, καλὰ δὲ οὐχ ἧττον τὰ ταχέα τῶν ἡσυχίων πέφανται.
但是,朋友,哪怕静止的行为在最充分的意义上,也绝不比剧烈且快速的行为在美妙程度上逊色,那么在步行中、在说话中、或在其他任何地方,安静地做事也同样不比剧烈且快速地做事更算得上是节制;安静的生活也不比不安静的生活更具有节制,因为在我们的论证中,节制已被假定为某种美好的事物,而快速的事物已显明不比安静的事物逊色。
ὀρθῶς μοι δοκεῖς, ἔφη, ὦ Σώκρατες, εἰρηκέναι.
”“苏格拉底,”他说,“我觉得你说得很对。
πάλιν τοίνυν, ἦν δʼ ἐγώ, ὦ Χαρμίδη, μᾶλλον προσέχων τὸν νοῦν καὶ εἰς σεαυτὸν ἐμβλέψας, ἐννοήσας ὁποῖόν τινά σε ποιεῖ ἡ σωφροσύνη παροῦσα καὶ ποία τις οὖσα τοιοῦτον ἀπεργάζοιτο ἄν, πάντα ταῦτα συλλογισάμενος εἰπὲ εὖ καὶ ἀνδρείως τί σοι φαίνεται εἶναι;
”“那么,哈尔米德,”我说,“再次更加集中注意力,审视你自身,思考当节制存在时它使你成为怎样的人,以及它是怎样的一种东西才会产生这样的效果。 把所有这些结合起来,请优秀且勇敢地告诉我,在你看它它究竟是什么?
καὶ ὃς ἐπισχὼν καὶ πάνυ ἀνδρικῶς πρὸς ἑαυτὸν διασκεψάμενος, δοκεῖ τοίνυν μοι, ἔφη, αἰσχύνεσθαι ποιεῖν ἡ σωφροσύνη καὶ αἰσχυντηλὸν τὸν ἄνθρωπον, καὶ εἶναι ὅπερ αἰδὼς ἡ σωφροσύνη.
”于是他停顿了一下,非常勇敢地在内心作了审视,然后说:“那么在我看来,节制使人产生羞耻心,使人成为温良恭谦的人,而节制也就是羞耻心。
εἶεν, ἦν δʼ ἐγώ, οὐ καλὸν ἄρτι ὡμολόγεις τὴν σωφροσύνην εἶναι;
”“好,”我说,“你刚才不是同意节制是美好的吗?
πάνυ γʼ, ἔφη.
”“是的,”他说。
οὐκοῦν καὶ ἀγαθοὶ ἄνδρες οἱ σώφρονες;
“那么,节制的人不也是善的人吗?
ναί.
”“是的。
ἆρʼ οὖν ἂν εἴη ἀγαθὸν ὃ μὴ ἀγαθοὺς ἀπεργάζεται;
”“那么,不能使人成为善的事物,能是善的吗?
οὐ δῆτα.
”“当然不能。
οὐ μόνον οὖν ἄρα καλόν, ἀλλὰ καὶ ἀγαθόν ἐστιν.
”“因此,它不仅是美好的,也是善的。
§161ἔμοιγε δοκεῖ.
” “在我看来也是这样。
τί οὖν; ἦν δʼ ἐγώ·
”“那么,”我说,“你不相信荷马说得对吗?
Ὁμήρῳ οὐ πιστεύεις καλῶς λέγειν, λέγοντι ὅτι
"
αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι;
当他说: “对于一个穷困的人来说,羞耻心并非是一件好事。
"
ἔγωγʼ, ἔφη.
””“我相信,”他说。
ἔστιν ἄρα, ὡς ἔοικεν, αἰδὼς οὐκ ἀγαθὸν καὶ ἀγαθόν.
“那么,看来羞耻心既是不好的,也是好的。
φαίνεται.
”“似乎是这样。
σωφροσύνη δέ γε ἀγαθόν, εἴπερ ἀγαθοὺς ποιεῖ οἷς ἂν παρῇ, κακοὺς δὲ μή.
”“然而,节制毕竟是善的,只要它使它存在于其中的人成为善的,而不是恶的。
ἀλλὰ μὴν οὕτω γε δοκεῖ μοι ἔχειν, ὡς σὺ λέγεις.
”“确实,我觉得就像您说的那样。
οὐκ ἄρα σωφροσύνη ἂν εἴη αἰδώς, εἴπερ τὸ μὲν ἀγαθὸν τυγχάνει ὄν, αἰδὼς δὲ οὐδὲν μᾶλλον ἀγαθὸν ἢ καὶ κακόν.
”“那么,节制不会是羞耻心,因为一者正好是善的,而羞耻心却不比是恶的更算是善的。
ἀλλʼ ἔμοιγε δοκεῖ, ἔφη, ὦ Σώκρατες, τοῦτο μὲν ὀρθῶς λέγεσθαι·
”“但是,苏格拉底,”他说,“在我看来,这一点说得很对。
τόδε δὲ σκέψαι τί σοι δοκεῖ εἶναι περὶ σωφροσύνης.
不过,请考虑一下关于节制的这一个观点。
ἄρτι γὰρ ἀνεμνήσθην—ὃ ἤδη του ἤκουσα λέγοντος— ὅτι σωφροσύνη ἂν εἴη τὸ τὰ ἑαυτοῦ πράττειν.
因为我刚想起我曾听人说过:节制也许就是‘做自己的事’。
σκόπει οὖν τοῦτο εἰ ὀρθῶς σοι δοκεῖ λέγειν ὁ λέγων.
请看,这个说话的人在您看来是否说得正确。
καὶ ἐγώ, ὦ μιαρέ, ἔφην, Κριτίου τοῦδε ἀκήκοας αὐτὸ ἢ ἄλλου του τῶν σοφῶν.
”“于是我说:‘你这无赖,你是从眼前的克里底亚这里听到的,还是从别的哪个智者那里听到的?
ἔοικεν, ἔφη ὁ Κριτίας, ἄλλου· οὐ γὰρ δὴ ἐμοῦ γε.
’‘看来,’克里底亚说,‘是从别人那里听到的,因为当然不是从我这里。
ἀλλὰ τί διαφέρει, ἦ δʼ ὅς, ὁ Χαρμίδης, ὦ Σώκρατες, ὅτου ἤκουσα;
’”“‘但是,苏格拉底,’哈尔米德说,‘我从谁那里听来的有什么关系呢?
οὐδέν, ἦν δʼ ἐγώ· πάντως γὰρ οὐ τοῦτο σκεπτέον, ὅστις αὐτὸ εἶπεν, ἀλλὰ πότερον ἀληθὲς λέγεται ἢ οὔ.
’‘没关系,’我说,‘因为无论如何我们不该考虑是谁说的,而该考虑说的是不是真理。
νῦν ὀρθῶς λέγεις, ἦ δʼ ὅς.
’‘现在您说得对了,’他说。
νὴ Δία, ἦν δʼ ἐγώ.
”“‘凭宙斯起誓,是的,’我说。
ἀλλʼ εἰ καὶ εὑρήσομεν αὐτὸ ὅπῃ γε ἔχει, θαυμάζοιμʼ ἄν· αἰνίγματι γάρ τινι ἔοικεν.
‘但是如果我们能发现它到底是什么意思,那我可要感到惊奇了,因为它看起来就像是一个谜语。
ὅτι δὴ τί γε;
’‘这怎么说呢?
ἔφη.
’他说。
ὅτι οὐ δήπου, ἦν δʼ ἐγώ, ᾗ τὰ ῥήματα ἐφθέγξατο ταύτῃ καὶ ἐνόει, λέγων σωφροσύνην εἶναι τὸ τὰ αὑτοῦ πράττειν.
‘因为,’我说,‘当他说节制就是“做自己的事”时,他绝不是按照字面的意思来理解他所说的这些话。
ἢ σὺ οὐδὲν ἡγῇ πράττειν τὸν γραμματιστὴν ὅταν γράφῃ ἢ ἀναγιγνώσκῃ;
或者,你认为书写老师在书写或阅读的时候,没有在“做事”吗?
ἔγωγε, ἡγοῦμαι μὲν οὖν, ἔφη.
’‘不,我认为他在做事,’他说。
δοκεῖ οὖν σοι τὸ αὑτοῦ ὄνομα μόνον γράφειν ὁ γραμματιστὴς καὶ ἀναγιγνώσκειν ἢ ὑμᾶς τοὺς παῖδας διδάσκειν, ἢ οὐδὲν ἧττον τὰ τῶν ἐχθρῶν ἐγράφετε ἢ τὰ ὑμέτερα καὶ τὰ τῶν φίλων ὀνόματα;
”“‘那么在你看,书写老师是不是只书写和阅读他自己的名字? 或者在教你们这些孩子的时候,你们书写仇敌的名字岂不也和书写你们自己以及朋友的名字一样多吗?
οὐδὲν ἧττον.
’‘一样多。
ἦ οὖν ἐπολυπραγμονεῖτε καὶ οὐκ ἐσωφρονεῖτε τοῦτο δρῶντες;
’‘那么,当你们这样做的时候,你们是在多管闲事、不守节制吗?
οὐδαμῶς.
’‘绝不是。
καὶ μὴν οὐ τὰ ὑμέτερά γε αὐτῶν ἐπράττετε, εἴπερ τὸ γράφειν πράττειν τί ἐστιν καὶ τὸ ἀναγιγνώσκειν. ἀλλὰ μὴν ἔστιν.
’‘然而,如果书写和阅读确实是“做事”的话,你们绝不是在做你们自己的事。 ’‘确实如此。
καὶ γὰρ τὸ ἰᾶσθαι, ὦ ἑταῖρε, καὶ τὸ οἰκοδομεῖν καὶ τὸ ὑφαίνειν καὶ τὸ ᾑτινιοῦν τέχνῃ ὁτιοῦν τῶν τέχνης ἔργων ἀπεργάζεσθαι πράττειν δήπου τί ἐστιν.
’‘因为,朋友,医治、建造、织布,以及通过任何技术来制作该技术的任何作品,无疑都是在“做事”。
πάνυ γε.
’‘当然。 ’”