Humanitext Reader

柏拉图 · 卡尔米德篇 §157

治疗灵魂以修节制与哈尔米德的声誉

第 3 段,共 18 段 · 希腊语

内容简介

苏格拉底阐述了色雷斯医生的教导,即必须先通过美丽的言论治疗灵魂以培养节制,然后才能治疗身体,并敦促哈尔米德先接受这种治疗。听到这里,克里提亚斯保证哈尔米德已是同龄人中最具节制的人。

§157πάντα γὰρ ἔφη ἐκ τῆς ψυχῆς ὡρμῆσθαι καὶ τὰ κακὰ καὶ τὰ ἀγαθὰ τῷ σώματι καὶ παντὶ τῷ ἀνθρώπῳ, καὶ ἐκεῖθεν ἐπιρρεῖν ὥσπερ ἐκ τῆς κεφαλῆς ἐπὶ τὰ ὄμματα·
“因为,”他说,“身体和整个人类的一切坏事和好事,都是从灵魂出发,并像从头部流入眼睛一样从那里流出的。
δεῖν οὖν ἐκεῖνο καὶ πρῶτον καὶ μάλιστα θεραπεύειν, εἰ μέλλει καὶ τὰ τῆς κεφαλῆς καὶ τὰ τοῦ ἄλλου σώματος καλῶς ἔχειν.
因此,如果要让头部和身体其他部分的状况都变好,就必须首先且最重要地治疗那个部分。
θεραπεύεσθαι δὲ τὴν ψυχὴν ἔφη, ὦ μακάριε, ἐπῳδαῖς τισιν, τὰς δʼ ἐπῳδὰς ταύτας τοὺς λόγους εἶναι τοὺς καλούς· ἐκ δὲ τῶν τοιούτων λόγων ἐν ταῖς ψυχαῖς σωφροσύνην ἐγγίγνεσθαι, ἧς ἐγγενομένης καὶ παρούσης ῥᾴδιον ἤδη εἶναι τὴν ὑγίειαν καὶ τῇ κεφαλῇ καὶ τῷ ἄλλῳ σώματι πορίζειν.
”他说:“幸福的人啊,灵魂是用某些咒语来治疗的,而这些咒语就是美丽的言论;通过这样的言论,节制在灵魂中产生,而一旦节制产生并存在,那么为头部和身体的其他部分提供健康就变得容易了。
διδάσκων οὖν με τό τε φάρμακον καὶ τὰς ἐπῳδάς, ὅπως, ἔφη, τῷ φαρμάκῳ τούτῳ μηδείς σε πείσει τὴν αὑτοῦ κεφαλὴν θεραπεύειν, ὃς ἂν μὴ τὴν ψυχὴν πρῶτον παράσχῃ τῇ ἐπῳδῇ ὑπὸ σοῦ θεραπευθῆναι.
”因此,在教给我药方和咒语的同时,他说:“记住,不要让任何人说服你用这种药去治疗他的头部,除非他首先把自己的灵魂交出来,让你用咒语进行治疗。
καὶ γὰρ νῦν, ἔφη, τοῦτʼ ἔστιν τὸ ἁμάρτημα περὶ τοὺς ἀνθρώπους, ὅτι χωρὶς ἑκατέρου, σωφροσύνης τε καὶ ὑγιείας, ἰατροί τινες ἐπιχειροῦσιν εἶναι·
因为事实上,现在,”他说,“人类中的错误就在于,有些医生试图将这两者,即节制和健康,分开来治疗。
καί μοι πάνυ σφόδρα ἐνετέλλετο μήτε πλούσιον οὕτω μηδένα εἶναι μήτε γενναῖον μήτε καλόν, ὃς ἐμὲ πείσει ἄλλως ποιεῖν.
”他非常严厉地叮嘱我,任何人都不能因其富有、高贵或美丽,而劝服我做出相反的事。
ἐγὼ οὖν—ὀμώμοκα γὰρ αὐτῷ, καί μοι ἀνάγκη πείθεσθαι—πείσομαι οὖν, καὶ σοί, ἐὰν μὲν βούλῃ κατὰ τὰς τοῦ ξένου ἐντολὰς τὴν ψυχὴν πρῶτον παρασχεῖν ἐπᾷσαι ταῖς τοῦ Θρᾳκὸς ἐπῳδαῖς, προσοίσω τὸ φάρμακον τῇ κεφαλῇ· εἰ δὲ μή, οὐκ ἂν ἔχοιμεν ὅτι ποιοῖμέν σοι, ὦ φίλε Χαρμίδη.
“因此,我——因为我已经向他起誓,而且我必须服从——所以我将服从他。 至于你,如果你愿意按照这位异乡人的嘱托,首先把灵魂交出来,用那色雷斯人的咒语来唱诵,我就会把药用在你的头上;但如果不然,亲爱的哈尔米德,我们就不知道该为你做些什么了。
ἀκούσας οὖν μου ὁ Κριτίας ταῦτʼ εἰπόντος, Ἕρμαιον, ἔφη, ὦ Σώκρατες, γεγονὸς ἂν εἴη ἡ τῆς κεφαλῆς ἀσθένεια τῷ νεανίσκῳ, εἰ ἀναγκασθήσεται καὶ τὴν διάνοιαν διὰ τὴν κεφαλὴν βελτίων γενέσθαι.
”克里提亚斯听我说了这些话,便说:“苏格拉底,如果这个年轻人因为头部而被迫使他的思想也变得更好,那么头痛对他来说将是一件幸事。
λέγω μέντοι σοι ὅτι Χαρμίδης τῶν ἡλικιωτῶν οὐ μόνον τῇ ἰδέᾳ δοκεῖ διαφέρειν, ἀλλὰ καὶ αὐτῷ τούτῳ, οὗ σὺ φῂς τὴν ἐπῳδὴν ἔχειν· φῂς δὲ σωφροσύνης·
不过,我告诉你,哈尔米德在同龄人中不仅在容貌上显得出众,而且在你说拥有其咒语的那个东西——你说是节制,不是吗?
ἦ γάρ;
——上也同样显得出众。
πάνυ γε, ἦν δʼ ἐγώ.
”“确实如此,”我说。
εὖ τοίνυν ἴσθι, ἔφη, ὅτι πάνυ πολὺ δοκεῖ σωφρονέστατος εἶναι τῶν νυνί, καὶ τἆλλα πάντα, εἰς ὅσον ἡλικίας ἥκει, οὐδενὸς χείρων ὤν.
“那么你要知道,”他说,“在当今的人们当中,他显然是被公认为最节制的,而且在其他所有方面,就他这个年龄而言,他也不亚于任何人。
καὶ γάρ, ἦν δʼ ἐγώ, καὶ δίκαιον, ὦ Χαρμίδη, διαφέρειν σε τῶν ἄλλων πᾶσιν τοῖς τοιούτοις·
”“的确,哈尔米德,”我说,“你在所有这些方面优于其他人也是理所当然的。
οὐ γὰρ οἶμαι ἄλλον οὐδένα τῶν ἐνθάδε ῥᾳδίως ἂν ἔχειν ἐπιδεῖξαι ποῖαι δύο οἰκίαι συνελθοῦσαι εἰς ταὐτὸν τῶν Ἀθήνησιν ἐκ τῶν εἰκότων καλλίω ἂν καὶ ἀμείνω γεννήσειαν ἢ ἐξ ὧν σὺ γέγονας.
因为我想,在这里的人当中,没有谁能轻易指出,在雅典有什么样的两个家族结合在一起,能比你所出身的家族孕育出更美丽、更优秀的后代。 ”

词汇与语法注释

  1. 157aπάντα γὰρ ἔφη ἐκ τῆς ψυχῆς ὡρμῆσθαι — 动词 `ἔφη`(他说)的主语是前文提到的“萨尔莫克西斯的色雷斯医生”。接下来的不定式从句(`ὡρμῆσθαι`、`ἐπιρρεῖν`、`δεῖν`等)均属于间接引语,用以转述他的教导。
  2. 157bὅπως... μηδείς σε πείσει — `ὅπως` 连同直陈语气将来时(`πείσει`)的结构,表示强烈的命令或劝告(“千万不要让任何人说服你”),属于独立的 `ὅπως` 从句用法。
  3. 157bχωρὶς ἑκατέρου, σωφροσύνης τε καὶ ὑγιείας — 介词 `χωρὶς`(分开、隔离)支配属格。`ἑκατέρου`(各自、每一个)与紧随其后的 `σωφροσύνης τε καὶ ὑγιείας`(节制与健康)呈同格关系。
  4. 157eοὐ γὰρ οἶμαι ἄλλον οὐδένα τῶν ἐνθάδε ῥᾳδίως ἂν ἔχειν ἐπιδεῖξαι — 虚词 `ἂν` 修饰由 `οἶμαι`(我认为)引导的间接引语中的不定式 `ἔχειν`,传达出某种潜在性或假设性的语气(“我想不会有任何人能轻易指出”)。

引用这一段

柏拉图, 卡尔米德篇 §157. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg018.humanitext-grc2:157

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。