Humanitext Reader

柏拉图 · 卡尔米德篇 §158

哈尔米德是否具有节制与共同探讨的开始

第 4 段,共 18 段 · 希腊语

内容简介

苏格拉底赞扬了哈尔米德高贵的出身和杰出的外貌,并询问他是否拥有节制。哈尔米德谦虚而犹豫地回避了直接回答,于是两人同意共同对此进行探讨。

§158ἥ τε γὰρ πατρῴα ὑμῖν οἰκία, ἡ Κριτίου τοῦ Δρωπίδου, καὶ ὑπὸ Ἀνακρέοντος καὶ ὑπὸ Σόλωνος καὶ ὑπʼ ἄλλων πολλῶν ποιητῶν ἐγκεκωμιασμένη παραδέδοται ἡμῖν, ὡς διαφέρουσα κάλλει τε καὶ ἀρετῇ καὶ τῇ ἄλλῃ λεγομένῃ εὐδαιμονίᾳ, καὶ αὖ ἡ πρὸς μητρὸς ὡσαύτως·
“因为你们父系的家族,即德罗皮德斯之子克里提亚斯的家族,已被阿那克里翁、梭伦以及许多其他诗人称赞并流传给我们,说它在美与德行以及其他所谓幸福方面都出类拔萃;而你们母系的家族也同样如此。
Πυριλάμπους γὰρ τοῦ σοῦ θείου οὐδεὶς τῶν ἐν τῇ ἠπείρῳ λέγεται καλλίων καὶ μείζων ἀνὴρ δόξαι εἶναι, ὁσάκις ἐκεῖνος ἢ παρὰ μέγαν βασιλέα ἢ παρὰ ἄλλον τινὰ τῶν ἐν τῇ ἠπείρῳ πρεσβεύων ἀφίκετο, σύμπασα δὲ αὕτη ἡ οἰκία οὐδὲν τῆς ἑτέρας ὑποδεεστέρα.
因为据说你的舅舅皮里兰佩斯,每当他作为使节前往波斯大王或大陆上的其他任何人那里时,在大陆上没有人被认为比他更美、更伟大了,而且这整个家族也绝不逊色于另一个家族。
ἐκ δὴ τοιούτων γεγονότα εἰκός σε εἰς πάντα πρῶτον εἶναι.
因此,出身于这样先辈的你,理应在一切事情上都名列前茅。
τὰ μὲν οὖν ὁρώμενα τῆς ἰδέας, ὦ φίλε παῖ Γλαύκωνος, δοκεῖς μοι οὐδένα τῶν πρὸ σοῦ ἐν οὐδενὶ ὑποβεβηκέναι· εἰ δὲ δὴ καὶ πρὸς σωφροσύνην καὶ πρὸς τἆλλα κατὰ τὸν τοῦδε λόγον ἱκανῶς πέφυκας, μακάριόν σε, ἦν δʼ ἐγώ, ὦ φίλε Χαρμίδη, ἡ μήτηρ ἔτικτεν.
现在,就你容貌的外在可见方面而言,亲爱的格劳孔之子,在我看来,你在任何方面都不逊色于你之前的任何人;但如果正如这个人所说,你在节制和其他美德方面也同样天赋异禀,那么,亲爱的哈尔米德,”我说,“你的母亲确实生下了一个无比幸福的你。
ἔχει δʼ οὖν οὕτως. εἰ μέν σοι ἤδη πάρεστιν, ὡς λέγει Κριτίας ὅδε, σωφροσύνη καὶ εἶ σώφρων ἱκανῶς, οὐδὲν ἔτι σοι ἔδει οὔτε τῶν Ζαλμόξιδος οὔτε τῶν Ἀβάριδος τοῦ Ὑπερβορέου ἐπῳδῶν, ἀλλʼ αὐτό σοι ἂν ἤδη δοτέον εἴη τὸ τῆς κεφαλῆς φάρμακον·
无论如何,情况是这样的:如果像这位克里提亚斯所说,你已经拥有了节制,并且足够节制,那么你就不再需要扎尔莫克西斯的咒语,也不需要超北风人阿巴里斯的咒语,而应该立即给你这头部的药。
εἰ δʼ ἔτι τούτων ἐπιδεὴς εἶναι δοκεῖς, ἐπᾳστέον πρὸ τῆς τοῦ φαρμάκου δόσεως.
但如果你似乎仍然缺乏这些,就必须在给药之前先唱诵咒语。
αὐτὸς οὖν μοι εἰπὲ πότερον ὁμολογεῖς τῷδε καὶ φῂς ἱκανῶς ἤδη σωφροσύνης μετέχειν ἢ ἐνδεὴς εἶναι;
那么,你亲自告诉我:你是同意他的看法,说自己已经足够拥有节制,还是说自己还缺乏它?
ἀνερυθριάσας οὖν ὁ Χαρμίδης πρῶτον μὲν ἔτι καλλίων ἐφάνη—καὶ γὰρ τὸ αἰσχυντηλὸν αὐτοῦ τῇ ἡλικίᾳ ἔπρεψεν— ἔπειτα καὶ οὐκ ἀγεννῶς ἀπεκρίνατο· εἶπεν γὰρ ὅτι οὐ ῥᾴδιον εἴη ἐν τῷ παρόντι οὔθʼ ὁμολογεῖν οὔτε ἐξάρνῳ εἶναι τὰ ἐρωτώμενα.
”于是哈尔米德脸红了,首先这使他显得更加美丽——因为他的羞怯与他的年龄非常相称——然后他也非常体面地作了回答;因为他说,对于所问的问题,在目前既不容易承认,也不容易否认。
ἐὰν μὲν γάρ, ἦ δʼ ὅς, μὴ φῶ εἶναι σώφρων, ἅμα μὲν ἄτοπον αὐτὸν καθʼ ἑαυτοῦ τοιαῦτα λέγειν, ἅμα δὲ καὶ Κριτίαν τόνδε ψευδῆ ἐπιδείξω καὶ ἄλλους πολλούς, οἷς δοκῶ εἶναι σώφρων, ὡς ὁ τούτου λόγος· ἐὰν δʼ αὖ φῶ καὶ ἐμαυτὸν ἐπαινῶ, ἴσως ἐπαχθὲς φανεῖται.
“因为,”他说,“如果我否认自己节制,一方面自己说自己的坏话是很奇怪的,另一方面也会证明这位克里提亚斯以及其他许多认为我节制的人在说谎,正如他刚才所说的那样;但如果相反,我承认并赞美自己,这也许会显得令人反感。
ὥστε οὐκ ἔχω ὅτι σοι ἀποκρίνωμαι.
因此,我不知道该怎么回答你。
καὶ ἐγὼ εἶπον ὅτι μοι εἰκότα φαίνῃ λέγειν, ὦ Χαρμίδη.
”我说:“在我看来,哈尔米德,你的话很有道理。
καί μοι δοκεῖ, ἦν δʼ ἐγώ, κοινῇ ἂν εἴη σκεπτέον εἴτε κέκτησαι εἴτε μὴ ὃ πυνθάνομαι, ἵνα μήτε σὺ ἀναγκάζῃ λέγειν ἃ μὴ βούλει, μήτʼ αὖ ἐγὼ ἀσκέπτως ἐπὶ τὴν ἰατρικὴν τρέπωμαι.
而且,”我说,“看来我们应该共同探讨你是否拥有我所询问的东西,这样既不至于强迫你说出不想说的话,我也不至于在没有考虑清楚的情况下就着手进行治疗。
εἰ οὖν σοι φίλον, ἐθέλω σκοπεῖν μετὰ σοῦ· εἰ δὲ μή, ἐᾶν.
因此,如果你愿意,我愿意与你一起探讨;如果不愿意,我们就作罢。
ἀλλὰ πάντων μάλιστα, ἔφη, φίλον· ὥστε τούτου γε ἕνεκα, ὅπῃ αὐτὸς οἴει βέλτιον σκέψασθαι, ταύτῃ σκόπει.
”“这当然是最好不过的了,”他说,“所以,就这件事而言,你自己认为怎么探讨更好,就怎么探讨吧。
τῇδε τοίνυν, ἔφην ἐγώ, δοκεῖ μοι βελτίστη εἶναι ἡ σκέψις περὶ αὐτοῦ.
”“那么,”我说,“在我看来,这样探讨是最好的方法。 ”

词汇与语法注释

  1. 158aἡ Κριτίου τοῦ Δρωπίδου — 此处的克里提亚斯指的是对话者克里提亚斯的祖父(德罗皮德斯之子)。作为对话者的克里提亚斯是德罗皮德斯的曾孙(卡莱斯克鲁斯之子),这里提及祖先的名字是为了说明其家族的高贵。
  2. 158bτὰ μὲν οὖν ὁρώμενα τῆς ἰδέας — 属格“τῆς ἰδέας”修饰“τὰ ὁρώμενα”。字面意思是“外貌中可见的部分”。这为了将哈尔米德杰出的肉体之美(外在)与接下来的讨论主题内在状态(节制、灵魂)进行对比做了铺垫。
  3. 158cοὐκ ἀγεννῶς — 通过双重否定(“οὐκ”加上带有否定前缀的“ἀγεννῶς”)构成的缓和陈述(litotes),加强了“非常高贵地”或“极有教养地”的意思。这突显了哈尔米德谦逊而有教养的态度。
  4. 158dἐξάρνῳ εἶναι — 形容词“ἔξαρνος”(否认的)与系动词“εἶναι”连用的习惯表达,与动词“ἀρνέομαι”(否认)同义。虽然与前面的不定式“ὁμολογεῖν”在语法上不对称,但并列表示“要么承认,要么否认”。
  5. 158eὃ πυνθάνομαι — 关系代词“ὅ”的先行词是主句中形容动词“σκεπτέον”的实质宾语,即需补充的“那个东西(=节制)”。这里的“πυνθάνομαι”意为“询问”或“探究”。

引用这一段

柏拉图, 卡尔米德篇 §158. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg018.humanitext-grc2:158

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。