§155καὶ πάνυ γε, ἔφη ὁ Κριτίας, ἐπεί τοι καὶ ἔστιν φιλόσοφός τε καί, ὡς δοκεῖ ἄλλοις τε καὶ ἑαυτῷ, πάνυ ποιητικός.
“确实如此,”克里提亚斯说,“因为他其实既是一个哲学家,又如他人和自认为的那样,非常擅长作诗。
τοῦτο μέν, ἦν δʼ ἐγώ, ὦ φίλε Κριτία, πόρρωθεν ὑμῖν τὸ καλὸν ὑπάρχει ἀπὸ τῆς Σόλωνος συγγενείας.
”“这一优点,”我说,“亲爱的克里提亚斯,由于你们与梭伦的姻亲关系,对你们来说是自古有之的。
ἀλλὰ τί οὐκ ἐπέδειξάς μοι τὸν νεανίαν καλέσας δεῦρο;
但是,你为什么不把这位年轻人叫到这里来,让我见见他呢?
οὐδὲ γὰρ ἄν που εἰ ἔτι ἐτύγχανε νεώτερος ὤν, αἰσχρὸν ἂν ἦν αὐτῷ διαλέγεσθαι ἡμῖν ἐναντίον γε σοῦ, ἐπιτρόπου τε ἅμα καὶ ἀνεψιοῦ ὄντος.
因为即使他碰巧更年轻一些,在作为他的监护人兼表兄的你面前,与我们交谈,对我来说也绝非是不体面的。
ἀλλὰ καλῶς, ἔφη, λέγεις, καὶ καλοῦμεν αὐτόν.
”“你说得对,”他说,“那我们就叫他过来。
καὶ ἅμα πρὸς τὸν ἀκόλουθον, Παῖ, ἔφη, κάλει Χαρμίδην, εἰπὼν ὅτι βούλομαι αὐτὸν ἰατρῷ συστῆσαι περὶ τῆς ἀσθενείας ἧς πρῴην πρός με ἔλεγεν ὅτι ἀσθενοῖ.
”同时,他对仆人说:“孩子,去叫哈尔米德过来,就说我想把他引荐给一位医生,看一看他前几天跟我提起过他正患着的那个病症(头痛)。
πρὸς οὖν ἐμὲ ὁ Κριτίας, Ἔναγχός τοι ἔφη βαρύνεσθαί τι τὴν κεφαλὴν ἕωθεν ἀνιστάμενος·
”于是克里提亚斯对我说:“事实上,他刚才还说最近早上起床时头有些沉。
ἀλλὰ τί σε κωλύει προσποιήσασθαι πρὸς αὐτὸν ἐπίστασθαί τι κεφαλῆς φάρμακον;
不过,你假装知道某种治疗头痛的药,这有什么妨碍呢?
οὐδέν, ἦν δʼ ἐγώ·
”“没有什么妨碍,”我说,“只要让他过来就行。
μόνον ἐλθέτω. ἀλλʼ ἥξει, ἔφη.
”“他一定会来的,”他说。
ὃ οὖν καὶ ἐγένετο.
而事情也确实这样发生了。
ἧκε γάρ, καὶ ἐποίησε γέλωτα πολύν· ἕκαστος γὰρ ἡμῶν τῶν καθημένων συγχωρῶν τὸν πλησίον ἐώθει σπουδῇ, ἵνα παρʼ αὑτῷ καθέζοιτο, ἕως τῶν ἐπʼ ἐσχάτῳ καθημένων τὸν μὲν ἀνεστήσαμεν, τὸν δὲ πλάγιον κατεβάλομεν.
因为他走过来,引起了极大的笑声(混乱);我们这些坐着的人,每人都急切地推开身边的人,想让他坐在自己旁边,以至于坐在两端的那些人中,我们让一个人站了起来,而把另一个人斜着推倒了。
ὁ δʼ ἐλθὼν μεταξὺ ἐμοῦ τε καὶ τοῦ Κριτίου ἐκαθέζετο.
他走过来,坐在我和克里提亚斯之间。
ἐνταῦθα μέντοι, ὦ φίλε, ἐγὼ ἤδη ἠπόρουν, καί μου ἡ πρόσθεν θρασύτης ἐξεκέκοπτο, ἣν εἶχον ἐγὼ ὡς πάνυ ῥᾳδίως αὐτῷ διαλεξόμενος·
就在那时,朋友啊,我却已经感到不知所措,我先前所拥有的那种自以为能非常轻易地与他交谈的大胆,已经被彻底击碎了。
ἐπειδὴ δέ, φράσαντος τοῦ Κριτίου ὅτι ἐγὼ εἴην ὁ τὸ φάρμακον ἐπιστάμενος, ἐνέβλεψέν τέ μοι τοῖς ὀφθαλμοῖς ἀμήχανόν τι οἷον καὶ ἀνήγετο ὡς ἐρωτήσων, καὶ οἱ ἐν τῇ παλαίστρᾳ ἅπαντες περιέρρεον ἡμᾶς κύκλῳ κομιδῇ, τότε δή, ὦ γεννάδα, εἶδόν τε τὰ ἐντὸς τοῦ ἱματίου καὶ ἐφλεγόμην καὶ οὐκέτʼ ἐν ἐμαυτοῦ ἦν καὶ ἐνόμισα σοφώτατον εἶναι τὸν Κυδίαν τὰ ἐρωτικά, ὃς εἶπεν ἐπὶ καλοῦ λέγων παιδός, ἄλλῳ ὑποτιθέμενος, εὐλαβεῖσθαι μὴ κατέναντα λέοντος νεβρὸν ἐλθόντα μοῖραν αἱρεῖσθαι κρεῶν·
因为当克里提亚斯向他解释说我就是那个知道药方的人时,他用眼睛看着我,眼神里有一种难以言喻的意味,并且作势要提问,而且体育场里的人全都紧紧地把我们围在中间。
αὐτὸς γάρ μοι ἐδόκουν ὑπὸ τοῦ τοιούτου θρέμματος ἑαλωκέναι.
就在那时,高贵的朋友啊,我看到了他衣服里面的身体,我感到胸中燃起了火,不再能控制自己,并认为在爱的情感方面库狄亚斯是最有智慧的,他在谈到一个美少年并劝告别人时说,要小心,免得像一只小鹿走到狮子面前,自己却成了狮子口中的肉;因为我自己似乎已经被这样的野兽捕获了。
ὅμως δὲ αὐτοῦ ἐρωτήσαντος εἰ ἐπισταίμην τὸ τῆς κεφαλῆς φάρμακον, μόγις πως ἀπεκρινάμην ὅτι ἐπισταίμην.
然而,当他问我是否知道头痛的药时,我有些勉强地回答说我知道。
τί οὖν, ἦ δʼ ὅς, ἐστίν;
“那么,”他说,“那是什么呢?
καὶ ἐγὼ εἶπον ὅτι αὐτὸ μὲν εἴη φύλλον τι, ἐπῳδὴ δέ τις ἐπὶ τῷ φαρμάκῳ εἴη, ἣν εἰ μέν τις ἐπᾴδοι ἅμα καὶ χρῷτο αὐτῷ, παντάπασιν ὑγιᾶ ποιοῖ τὸ φάρμακον· ἄνευ δὲ τῆς ἐπῳδῆς οὐδὲν ὄφελος εἴη τοῦ φύλλου.
”我说,它本身是某种叶子,但这个药配有一种咒语,如果一个人在唱诵咒语的同时使用它,这个药就能使人完全康复;但如果没有咒语,那叶子就毫无用处。
§156καὶ ὅς, Ἀπογράψομαι τοίνυν, ἔφη, παρὰ σοῦ τὴν ἐπῳδήν.
于是他说:“那么,我要从你那里把这句咒语抄下来。
πότερον, ἦν δʼ ἐγώ, ἐάν με πείθῃς ἢ κἂν μή;
”“是在你劝服了我,还是不管你劝不劝服呢? ”我问。
γελάσας οὖν, ἐάν σε πείθω, ἔφη, ὦ Σώκρατες.
他笑了白笑说:“在劝服了你之后,苏格拉底。
εἶεν, ἦν δʼ ἐγώ· καὶ τοὔνομά μου σὺ ἀκριβοῖς;
”“好吧,”我说,“你连我的名字也知道得很准确吗?
εἰ μὴ ἀδικῶ γε, ἔφη· οὐ γάρ τι σοῦ ὀλίγος λόγος ἐστὶν ἐν τοῖς ἡμετέροις ἡλικιώταις, μέμνημαι δὲ ἔγωγε καὶ παῖς ὢν Κριτίᾳ τῷδε συνόντα σε.
”“如果我不算失礼的话,”他说,“因为在我们的同龄人中,关于你的谈论绝非少数,我自己也记得在还是孩子的时候,你曾与我这位克里提亚斯在一起。
καλῶς γε σύ, ἦν δʼ ἐγώ, ποιῶν· μᾶλλον γάρ σοι παρρησιάσομαι περὶ τῆς ἐπῳδῆς οἵα τυγχάνει οὖσα· ἄρτι δʼ ἠπόρουν τίνι τρόπῳ σοι ἐνδειξαίμην τὴν δύναμιν αὐτῆς.
”“你做得很好,”我说,“那我可以更坦诚地对你透露这个咒语究竟是什么样的;刚才我还不知道该用什么方式向你展示它的效力。
ἔστι γάρ, ὦ Χαρμίδη, τοιαύτη οἵα μὴ δύνασθαι τὴν κεφαλὴν μόνον ὑγιᾶ ποιεῖν, ἀλλʼ ὥσπερ ἴσως ἤδη καὶ σὺ ἀκήκοας τῶν ἀγαθῶν ἰατρῶν, ἐπειδάν τις αὐτοῖς προσέλθῃ τοὺς ὀφθαλμοὺς ἀλγῶν, λέγουσί που ὅτι οὐχ οἷόν τε αὐτοὺς μόνους ἐπιχειρεῖν τοὺς ὀφθαλμοὺς ἰᾶσθαι, ἀλλʼ ἀναγκαῖον εἴη ἅμα καὶ τὴν κεφαλὴν θεραπεύειν, εἰ μέλλοι καὶ τὰ τῶν ὀμμάτων εὖ ἔχειν·
哈尔米德,它是这样的:它不能仅使头部恢复健康,而是正如你大概也从优秀的医生们那里听说过的那样,每当有人因为眼睛疼去向他们求医,他们大概会说,不可能试图仅治疗眼睛,而是必须同时治疗头部,如果要连眼睛的状况也变好的话。
καὶ αὖ τὸ τὴν κεφαλὴν οἴεσθαι ἄν ποτε θεραπεῦσαι αὐτὴν ἐφʼ ἑαυτῆς ἄνευ ὅλου τοῦ σώματος πολλὴν ἄνοιαν εἶναι.
反之,若认为在不顾及整个身体的情况下,能够单独治疗头部本身,那则是极大的愚蠢。
ἐκ δὴ τούτου τοῦ λόγου διαίταις ἐπὶ πᾶν τὸ σῶμα τρεπόμενοι μετὰ τοῦ ὅλου τὸ μέρος ἐπιχειροῦσιν θεραπεύειν τε καὶ ἰᾶσθαι·
正是基于这个道理,他们转向针对整个身体的养生法,试图将部分与整体一同治疗和治愈。
ἢ οὐκ ᾔσθησαι ὅτι ταῦτα οὕτως λέγουσίν τε καὶ ἔχει;
你难道没有注意到他们是这样说的,而且事实也是如此吗?
πάνυ γε, ἔφη.
”“确实如此,”他说。
οὐκοῦν καλῶς σοι δοκεῖ λέγεσθαι καὶ ἀποδέχῃ τὸν λόγον;
“那么,你认为这说得好,并且接受这个道理吗?
πάντων μάλιστα, ἔφη.
”“极其赞同,”他说。
κἀγὼ ἀκούσας αὐτοῦ ἐπαινέσαντος ἀνεθάρρησά τε, καί μοι κατὰ σμικρὸν πάλιν ἡ θρασύτης συνηγείρετο, καὶ ἀνεζωπυρούμην.
我听到他的赞扬,重新鼓起了勇气,我的大胆也渐渐再次燃起。
καὶ εἶπον· τοιοῦτον τοίνυν ἐστίν, ὦ Χαρμίδη, καὶ τὸ ταύτης τῆς ἐπῳδῆς.
我说:“哈尔米德,这句咒语的作用也正是如此。
ἔμαθον δʼ αὐτὴν ἐγὼ ἐκεῖ ἐπὶ στρατιᾶς παρά τινος τῶν Θρᾳκῶν τῶν Ζαλμόξιδος ἰατρῶν, οἳ λέγονται καὶ ἀπαθανατίζειν.
那是我在军中从萨尔莫克西斯的一位色雷斯医生那里学来的,据说他们还能使人长生不死。
ἔλεγεν δὲ ὁ Θρᾲξ οὗτος ὅτι ταῦτα μὲν οἱ Ἕλληνες, ἃ νυνδὴ ἐγὼ ἔλεγον, καλῶς λέγοιεν·
这位色雷斯人说,希腊人正如我刚才所说的那样说得很好。
ἀλλὰ Ζάλμοξις, ἔφη, λέγει ὁ ἡμέτερος βασιλεύς, θεὸς ὤν, ὅτι ὥσπερ ὀφθαλμοὺς ἄνευ κεφαλῆς οὐ δεῖ ἐπιχειρεῖν ἰᾶσθαι οὐδὲ κεφαλὴν ἄνευ σώματος, οὕτως οὐδὲ σῶμα ἄνευ ψυχῆς, ἀλλὰ τοῦτο καὶ αἴτιον εἴη τοῦ διαφεύγειν τοὺς παρὰ τοῖς Ἕλλησιν ἰατροὺς τὰ πολλὰ νοσήματα, ὅτι τοῦ ὅλου ἀμελοῖεν οὗ δέοι τὴν ἐπιμέλειαν ποιεῖσθαι, οὗ μὴ καλῶς ἔχοντος ἀδύνατον εἴη τὸ μέρος εὖ ἔχειν.
但是我们的国王萨尔莫克西斯——他也是神,却说,正如不应当试图在没有头部的情况下治疗眼睛,也不应当在没有身体的情况下治疗头部一样,在没有灵魂的情况下也不应当治疗身体。 这也就是为什么许多疾病在希腊医生那里总是无法治愈的原因,因为他们忽略了他们应当加以照顾的整体;而如果整体不好的话,部分也是不可能好的。 ”