← プラトン

カルミデス

§157

魂の治療による節制の獲得とカルミデスの評判

ソクラテスは、魂を治療して「節制」をもたらすことが身体の健康の前提であるというトラキア人の教えを伝え、カルミデスに魂の治療を先に受けるよう促す。これに対してクリティアスは、カルミデスがすでに同世代で最も節制に優れていると太鼓判を押す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§157

πάντα γὰρ ἔφη ἐκ τῆς ψυχῆς ὡρμῆσθαι1 καὶ τὰ κακὰ καὶ τὰ ἀγαθὰ τῷ σώματι καὶ παντὶ τῷ ἀνθρώπῳ, καὶ ἐκεῖθεν ἐπιρρεῖν ὥσπερ ἐκ τῆς κεφαλῆς ἐπὶ τὰ ὄμματα· δεῖν οὖν ἐκεῖνο καὶ πρῶτον καὶ μάλιστα θεραπεύειν, εἰ μέλλει καὶ τὰ τῆς κεφαλῆς καὶ τὰ τοῦ ἄλλου σώματος καλῶς ἔχειν. θεραπεύεσθαι δὲ τὴν ψυχὴν ἔφη, ὦ μακάριε, ἐπῳδαῖς τισιν, τὰς δʼ ἐπῳδὰς ταύτας τοὺς λόγους εἶναι τοὺς καλούς· ἐκ δὲ τῶν τοιούτων λόγων ἐν ταῖς ψυχαῖς σωφροσύνην ἐγγίγνεσθαι, ἧς ἐγγενομένης καὶ παρούσης ῥᾴδιον ἤδη εἶναι τὴν ὑγίειαν καὶ τῇ κεφαλῇ καὶ τῷ ἄλλῳ σώματι πορίζειν. διδάσκων οὖν με τό τε φάρμακον καὶ τὰς ἐπῳδάς, ὅπως, ἔφη, τῷ φαρμάκῳ τούτῳ μηδείς σε πείσει2 τὴν αὑτοῦ κεφαλὴν θεραπεύειν, ὃς ἂν μὴ τὴν ψυχὴν πρῶτον παράσχῃ τῇ ἐπῳδῇ ὑπὸ σοῦ θεραπευθῆναι. καὶ γὰρ νῦν, ἔφη, τοῦτʼ ἔστιν τὸ ἁμάρτημα περὶ τοὺς ἀνθρώπους, ὅτι χωρὶς ἑκατέρου, σωφροσύνης τε καὶ ὑγιείας,3 ἰατροί τινες ἐπιχειροῦσιν εἶναι· καί μοι πάνυ σφόδρα ἐνετέλλετο μήτε πλούσιον οὕτω μηδένα εἶναι μήτε γενναῖον μήτε καλόν, ὃς ἐμὲ πείσει ἄλλως ποιεῖν. ἐγὼ οὖν—ὀμώμοκα γὰρ αὐτῷ, καί μοι ἀνάγκη πείθεσθαι—πείσομαι οὖν, καὶ σοί, ἐὰν μὲν βούλῃ κατὰ τὰς τοῦ ξένου ἐντολὰς τὴν ψυχὴν πρῶτον παρασχεῖν ἐπᾷσαι ταῖς τοῦ Θρᾳκὸς ἐπῳδαῖς, προσοίσω τὸ φάρμακον τῇ κεφαλῇ· εἰ δὲ μή, οὐκ ἂν ἔχοιμεν ὅτι ποιοῖμέν σοι, ὦ φίλε Χαρμίδη. ἀκούσας οὖν μου ὁ Κριτίας ταῦτʼ εἰπόντος, Ἕρμαιον, ἔφη, ὦ Σώκρατες, γεγονὸς ἂν εἴη ἡ τῆς κεφαλῆς ἀσθένεια τῷ νεανίσκῳ, εἰ ἀναγκασθήσεται καὶ τὴν διάνοιαν διὰ τὴν κεφαλὴν βελτίων γενέσθαι. λέγω μέντοι σοι ὅτι Χαρμίδης τῶν ἡλικιωτῶν οὐ μόνον τῇ ἰδέᾳ δοκεῖ διαφέρειν, ἀλλὰ καὶ αὐτῷ τούτῳ, οὗ σὺ φῂς τὴν ἐπῳδὴν ἔχειν· φῂς δὲ σωφροσύνης· ἦ γάρ; πάνυ γε, ἦν δʼ ἐγώ. εὖ τοίνυν ἴσθι, ἔφη, ὅτι πάνυ πολὺ δοκεῖ σωφρονέστατος εἶναι τῶν νυνί, καὶ τἆλλα πάντα, εἰς ὅσον ἡλικίας ἥκει, οὐδενὸς χείρων ὤν. καὶ γάρ, ἦν δʼ ἐγώ, καὶ δίκαιον, ὦ Χαρμίδη, διαφέρειν σε τῶν ἄλλων πᾶσιν τοῖς τοιούτοις· οὐ γὰρ οἶμαι ἄλλον οὐδένα τῶν ἐνθάδε ῥᾳδίως ἂν ἔχειν ἐπιδεῖξαι4 ποῖαι δύο οἰκίαι συνελθοῦσαι εἰς ταὐτὸν τῶν Ἀθήνησιν ἐκ τῶν εἰκότων καλλίω ἂν καὶ ἀμείνω γεννήσειαν ἢ ἐξ ὧν σὺ γέγονας.

「なぜなら」と彼は言った。「身体にとっても、また人間全体にとっても、すべての悪しきものも良きものも、魂から出発して、そこからあたかも頭から目へと流れ込むように流れ込むからである。したがって、もし頭のことも他の身体のことも良い状態にしようとするなら、まず何よりもあの部分を治療せねばならない」と。「そして、幸いな人よ」と彼は言った。「魂はある種の呪文によって治療されるのであり、これら呪文とは美しい言論のことなのだ。そして、そのような言論から魂の中に節制が生じるのであり、それが生じてそこに存在するなら、もはや頭や他の身体に健康をもたらすことは容易である」と。そこで、彼は私にその薬と呪文を教えながら、「この薬を用いて、まず君によって呪文で治療されるために魂を差し出さない者には、誰にも自分の頭を治療するよう君を説得させないようにせよ」と言った。「実際、現在」と彼は言った。「人間たちの間には次のような誤りがある。すなわち、節制と健康のそれぞれを切り離して、治療しようと試みる医者たちがいるということだ。」そして、どれほど富んだ者であれ、高貴な者であれ、美しい者であれ、私にそれと異なることをするよう説得できる者は一人もいてはならないと、私にきわめて強く命じたのだ。そこで私は――私は彼に誓いを立てており、従う必要があるのだから、従うつもりだが――君に対しても、もし君が客人の命令に従って、まずトラキア人の呪文を唱えさせるために魂を差し出すことを望むなら、私は頭に薬を適用しよう。しかし、もしそうでなければ、親愛なるカルミデスよ、我々は君に対してどうすることもできないのだ。私がこう言うのを聞いて、クリティアスは言った。「ソクラテス、もしこの若者が、頭痛のおかげで知性までも向上することを余儀なくされるなら、頭の病気は彼にとって思いがけない幸運となるだろうね。ところで、私は君に言っておくが、カルミデスは同世代の者たちの中で、容姿において優れていると思われるだけでなく、まさに君がそのための呪文を持っていると主張しているそのもの、すなわち節制においても優れていると思われるのだ。そうではないかね。」「まさにその通りだ」と私は言った。「それならよく知っておくがよい」と彼は言った。「彼は現代の者たちのうちで際立って最も節制していると思われているし、他のすべての点でも、彼の年齢に達している者の中で誰にも劣っていないのだ。」「実際、カルミデスよ」と私は言った。「君が他の人々よりもそのようなすべての点において優れているのは当然のことなのだ。なぜなら、アテナイにおいて、君の生まれ出た家系以上に、どのような二つの家系が結びついたなら、当然のこととしてより美しく、より優れた子孫を生み出しうるかを容易に示すことができる者は、ここにいる誰もいないと私は思うからだ。」

構文注4 件
  1. 157πάντα γὰρ ἔφη ἐκ τῆς ψυχῆς ὡρμῆσθαι

    動詞 ἔφη(彼は言った)は、前文に登場した「ザルモクシスに仕えるトラキア人の医者」を主語とし、以下に続く不定詞句(ὡρμῆσθαι, ἐπιρρεῖν, δεῖν など)は彼の教えを伝える間接話法である。

  2. 157bὅπως... μηδείς σε πείσει

    ὅπως +直説法未来(πείσει)の構造。これは強い命令や勧告(「〜しないようにせよ」)を表す慣用表現(独立の ὅπως 節)である。

  3. 157bχωρὶς ἑκατέρου, σωφροσύνης τε καὶ ὑγιείας

    χωρὶς(切り離して)は属格を支配する。ἑκατέρου(それぞれのもの)は、直後に同格として置かれた σωφροσύνης τε καὶ ὑγιείας(節制と健康)を指す。

  4. 157eοὐ γὰρ οἶμαι ἄλλον οὐδένα τῶν ἐνθάδε ῥᾳδίως ἂν ἔχειν ἐπιδεῖξαι

    ἂν は不定詞 ἔχειν にかかっており、思考動詞 οἶμαι の間接話法として、直説法過去+ἂν(反実仮想)または希求法+ἂν(潜在)のニュアンス(「示すことができる者はいないだろう」)を伝えている。

翻訳:Gemini 3.5 Flash(2026-05-23 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0059.tlg018.humanitext-grc2:157