- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1913.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg018.humanitext-grc2:155-156
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
クリティアスはカルミデスをソクラテスのもとに呼び、頭痛の治療を口実に対話の機会を作る。ソクラテスは彼の美しさに圧倒されつつも、ザルモクシスの医者から学んだという、魂と体の全体的治療の思想を語り始める。
καὶ πάνυ γε, ἔφη ὁ Κριτίας, ἐπεί τοι καὶ ἔστιν φιλόσοφός τε καί, ὡς δοκεῖ ἄλλοις τε καὶ ἑαυτῷ, πάνυ ποιητικός. τοῦτο μέν, ἦν δʼ ἐγώ, ὦ φίλε Κριτία, πόρρωθεν ὑμῖν τὸ καλὸν ὑπάρχει ἀπὸ τῆς Σόλωνος συγγενείας. ἀλλὰ τί οὐκ ἐπέδειξάς μοι τὸν νεανίαν καλέσας δεῦρο; οὐδὲ γὰρ ἄν που εἰ ἔτι ἐτύγχανε νεώτερος ὤν, αἰσχρὸν ἂν ἦν αὐτῷ διαλέγεσθαι ἡμῖν ἐναντίον γε σοῦ, ἐπιτρόπου τε ἅμα καὶ ἀνεψιοῦ ὄντος. ἀλλὰ καλῶς, ἔφη, λέγεις, καὶ καλοῦμεν αὐτόν. καὶ ἅμα πρὸς τὸν ἀκόλουθον, Παῖ, ἔφη, κάλει Χαρμίδην, εἰπὼν ὅτι βούλομαι αὐτὸν ἰατρῷ συστῆσαι περὶ τῆς ἀσθενείας ἧς πρῴην πρός με ἔλεγεν ὅτι ἀσθενοῖ. πρὸς οὖν ἐμὲ ὁ Κριτίας, Ἔναγχός τοι ἔφη βαρύνεσθαί τι τὴν κεφαλὴν ἕωθεν ἀνιστάμενος· ἀλλὰ τί σε κωλύει προσποιήσασθαι πρὸς αὐτὸν ἐπίστασθαί τι κεφαλῆς φάρμακον; οὐδέν, ἦν δʼ ἐγώ· μόνον ἐλθέτω. ἀλλʼ ἥξει, ἔφη. ὃ οὖν καὶ ἐγένετο. ἧκε γάρ, καὶ ἐποίησε γέλωτα πολύν· ἕκαστος γὰρ ἡμῶν τῶν καθημένων συγχωρῶν τὸν πλησίον ἐώθει σπουδῇ, ἵνα παρʼ αὑτῷ καθέζοιτο, ἕως τῶν ἐπʼ ἐσχάτῳ καθημένων τὸν μὲν ἀνεστήσαμεν, τὸν δὲ πλάγιον κατεβάλομεν. ὁ δʼ ἐλθὼν μεταξὺ ἐμοῦ τε καὶ τοῦ Κριτίου ἐκαθέζετο. ἐνταῦθα μέντοι, ὦ φίλε, ἐγὼ ἤδη ἠπόρουν, καί μου ἡ πρόσθεν θρασύτης ἐξεκέκοπτο, ἣν εἶχον ἐγὼ ὡς πάνυ ῥᾳδίως αὐτῷ διαλεξόμενος· ἐπειδὴ δέ, φράσαντος τοῦ Κριτίου ὅτι ἐγὼ εἴην ὁ τὸ φάρμακον ἐπιστάμενος, ἐνέβλεψέν τέ μοι τοῖς ὀφθαλμοῖς ἀμήχανόν τι οἷον1 καὶ ἀνήγετο ὡς ἐρωτήσων, καὶ οἱ ἐν τῇ παλαίστρᾳ ἅπαντες περιέρρεον ἡμᾶς κύκλῳ κομιδῇ, τότε δή, ὦ γεννάδα, εἶδόν τε τὰ ἐντὸς τοῦ ἱματίου καὶ ἐφλεγόμην καὶ οὐκέτʼ ἐν ἐμαυτοῦ ἦν καὶ ἐνόμισα σοφώτατον εἶναι τὸν Κυδίαν τὰ ἐρωτικά, ὃς εἶπεν ἐπὶ καλοῦ λέγων παιδός, ἄλλῳ ὑποτιθέμενος, εὐλαβεῖσθαι μὴ κατέναντα λέοντος νεβρὸν ἐλθόντα μοῖραν αἱρεῖσθαι κρεῶν· αὐτὸς γάρ μοι ἐδόκουν ὑπὸ τοῦ τοιούτου θρέμματος ἑαλωκέναι. ὅμως δὲ αὐτοῦ ἐρωτήσαντος εἰ ἐπισταίμην τὸ τῆς κεφαλῆς φάρμακον, μόγις πως ἀπεκρινάμην ὅτι ἐπισταίμην. τί οὖν, ἦ δʼ ὅς, ἐστίν; καὶ ἐγὼ εἶπον ὅτι αὐτὸ μὲν εἴη φύλλον τι, ἐπῳδὴ δέ τις ἐπὶ τῷ φαρμάκῳ εἴη, ἣν εἰ μέν τις ἐπᾴδοι ἅμα καὶ χρῷτο αὐτῷ, παντάπασιν ὑγιᾶ ποιοῖ τὸ φάρμακον· ἄνευ δὲ τῆς ἐπῳδῆς οὐδὲν ὄφελος εἴη τοῦ φύλλου.
「もちろんとも」とクリティアスは言った。「実際、彼は知を愛する者(哲学者)であり、他人からも自分自身からも思われているように、詩作にも非常に秀でているからね。」「その良き資質はね」と私は言った。「親愛なるクリティアス、君たちにおいては、ソロンとの血縁に由来する、昔からの伝統なのだ。ところで、なぜあの若者をここに呼び出して、私に見せてくれないのだね。もし彼がまだいっそう若かったとしても、後見人であり従兄でもある君が立ち会っている前で、我々と対話をすることは、彼にとって少しも不名誉なことではないだろうからね。」「その通りだ」と彼は言った。「では彼を呼ぼう。」彼は召使いに向かって、「これ、カルミデスを呼んできてくれ。先日彼が私に患っていると言っていた不調について、彼を医者に紹介したいのだと言ってな」と言った。そこでクリティアスは私の方を向いて、「実はね、彼は最近、朝起きると少し頭が重いと言っていたのだ。ところで、君が彼に対して、頭痛の薬(治療法)を心得ているふりをするのを妨げるものがあるだろうか」と言った。「何もないさ」と私は答えた。「ただ彼を来させてくれ。」「いや、彼は来るよ」と彼は言った。そして、まさにその通りのことが起きた。彼がやってくると、非常に大きな笑い話(騒動)が持ち上がった。というのも、座っていた我々の一人一人が、自分の隣に彼を座らせようと、急いで隣の者を押し退けたため、両端に座っていた者たちのうち、一人は立ち上がらせ、もう一人は横に転げ落としてしまうほどだったからだ。やってきた彼は、私とクリティアスの間に腰を下ろした。だがそのとき、友よ、私はすでに途方に暮れており、きわめて容易に彼と対話するつもりで抱いていた、これまでの大胆さは完全に打ち砕かれていた。なぜなら、私が薬を知っている者であるとクリティアスが説明すると、カルミデスは私の目をなんとも言葉に表せないほど見つめ、何かを尋ねようとするかのように身を乗り出してきたからだ。そしてパライストラにいた者たち皆が、我々をぐるりと完全に取り囲んだ。そのとき、親愛なる友よ、私は上着(ヒマティオン)の内側のものを見てしまい、胸が燃え上がり、もはや自分を失ってしまった。そして、愛(エロース)の事柄について最も知恵があるのはクディアスだと考えた。彼は、美しい少年について語る際、他人に助言して、ライオンの前に子鹿としてやってきて、自分が肉の獲物にされないよう用心せよ、と言ったのだが。私自身、そのような獣(獲物)に捕らえられたように思えたのだ。しかしながら、彼が頭痛の薬を知っているかと尋ねたとき、私はなんとかやっと、知っていると答えた。「それでは」と彼は言った。「それはどのようなものですか。」そこで私は、それ自体はある種の葉であるが、その薬には呪文が付随しており、もしその呪文を唱えながら同時にそれを用いれば、その薬は人を完全に健康にするが、呪文がなければその葉は何の役にも立たないのだ、と言った。
καὶ ὅς, Ἀπογράψομαι τοίνυν, ἔφη, παρὰ σοῦ τὴν ἐπῳδήν. πότερον, ἦν δʼ ἐγώ, ἐάν με πείθῃς ἢ κἂν μή; γελάσας οὖν, ἐάν σε πείθω, ἔφη, ὦ Σώκρατες. εἶεν, ἦν δʼ ἐγώ· καὶ τοὔνομά μου σὺ ἀκριβοῖς; εἰ μὴ ἀδικῶ γε, ἔφη· οὐ γάρ τι σοῦ ὀλίγος λόγος ἐστὶν ἐν τοῖς ἡμετέροις ἡλικιώταις, μέμνημαι δὲ ἔγωγε καὶ παῖς ὢν Κριτίᾳ τῷδε συνόντα σε. καλῶς γε σύ, ἦν δʼ ἐγώ, ποιῶν· μᾶλλον γάρ σοι παρρησιάσομαι περὶ τῆς ἐπῳδῆς οἵα τυγχάνει οὖσα· ἄρτι δʼ ἠπόρουν τίνι τρόπῳ σοι ἐνδειξαίμην τὴν δύναμιν αὐτῆς. ἔστι γάρ, ὦ Χαρμίδη, τοιαύτη οἵα μὴ δύνασθαι τὴν κεφαλὴν μόνον ὑγιᾶ ποιεῖν,2 ἀλλʼ ὥσπερ ἴσως ἤδη καὶ σὺ ἀκήκοας τῶν ἀγαθῶν ἰατρῶν, ἐπειδάν τις αὐτοῖς προσέλθῃ τοὺς ὀφθαλμοὺς ἀλγῶν, λέγουσί που ὅτι οὐχ οἷόν τε αὐτοὺς μόνους ἐπιχειρεῖν τοὺς ὀφθαλμοὺς ἰᾶσθαι, ἀλλʼ ἀναγκαῖον εἴη ἅμα καὶ τὴν κεφαλὴν θεραπεύειν, εἰ μέλλοι καὶ τὰ τῶν ὀμμάτων εὖ ἔχειν· καὶ αὖ τὸ τὴν κεφαλὴν οἴεσθαι ἄν ποτε θεραπεῦσαι αὐτὴν ἐφʼ ἑαυτῆς ἄνευ ὅλου τοῦ σώματος πολλὴν ἄνοιαν εἶναι. ἐκ δὴ τούτου τοῦ λόγου διαίταις ἐπὶ πᾶν τὸ σῶμα τρεπόμενοι μετὰ τοῦ ὅλου τὸ μέρος ἐπιχειροῦσιν θεραπεύειν τε καὶ ἰᾶσθαι· ἢ οὐκ ᾔσθησαι ὅτι ταῦτα οὕτως λέγουσίν τε καὶ ἔχει; πάνυ γε, ἔφη. οὐκοῦν καλῶς σοι δοκεῖ λέγεσθαι καὶ ἀποδέχῃ τὸν λόγον; πάντων μάλιστα, ἔφη. κἀγὼ ἀκούσας αὐτοῦ ἐπαινέσαντος ἀνεθάρρησά τε, καί μοι κατὰ σμικρὸν πάλιν ἡ θρασύτης συνηγείρετο, καὶ ἀνεζωπυρούμην. καὶ εἶπον· τοιοῦτον τοίνυν ἐστίν, ὦ Χαρμίδη, καὶ τὸ ταύτης τῆς ἐπῳδῆς. ἔμαθον δʼ αὐτὴν ἐγὼ ἐκεῖ ἐπὶ στρατιᾶς παρά τινος τῶν Θρᾳκῶν τῶν Ζαλμόξιδος ἰατρῶν, οἳ λέγονται καὶ ἀπαθανατίζειν. ἔλεγεν δὲ ὁ Θρᾲξ οὗτος ὅτι ταῦτα μὲν οἱ Ἕλληνες, ἃ νυνδὴ ἐγὼ ἔλεγον, καλῶς λέγοιεν· ἀλλὰ Ζάλμοξις, ἔφη, λέγει ὁ ἡμέτερος βασιλεύς, θεὸς ὤν, ὅτι ὥσπερ ὀφθαλμοὺς ἄνευ κεφαλῆς οὐ δεῖ ἐπιχειρεῖν ἰᾶσθαι οὐδὲ κεφαλὴν ἄνευ σώματος, οὕτως οὐδὲ σῶμα ἄνευ ψυχῆς, ἀλλὰ τοῦτο καὶ αἴτιον εἴη τοῦ διαφεύγειν τοὺς παρὰ τοῖς Ἕλλησιν ἰατροὺς τὰ πολλὰ νοσήματα, ὅτι τοῦ ὅλου ἀμελοῖεν οὗ δέοι τὴν ἐπιμέλειαν ποιεῖσθαι, οὗ μὴ καλῶς ἔχοντος ἀδύνατον εἴη τὸ μέρος εὖ ἔχειν.3
すると彼は、「それでは、私はあなたからその呪文を書き写すことにしましょう」と言った。「それは、私を説得した場合にか、それとも説得しなくてもかね」と私は尋ねた。すると彼は笑って、「あなたを説得できたらですよ、ソクラテス」と言った。「よろしい」と私は言った。「ところで、君は私の名前を正確に知っているのかね。」「不義理をしなければですね」と彼は言った。「なぜなら、私たちの同世代の間で、あなたについての評判は決して少なくありませんし、私自身、子供の頃にあなたがこのクリティアスと一緒にいたのを覚えていますから。」「それは結構なことだ」と私は言った。「それなら、その呪文がどのようなものであるか、より率直に君に打ち明けることができる。実はついさっきまで、私はどのような方法で君にその効力を示せばよいか迷っていたのだ。カルミデスよ、この呪文は、頭だけを健康にすることはできないようなものなのだ。それは、おそらく君もすでに優れた医者たちから聞いたことがあるだろうが、誰かが彼らのところに目を病んでやってきたとき、目だけを治療しようと企てることは不可能であり、もし目を良い状態にしようとするならば、同時に頭をも治療することが必要である、と彼らが言うのと同じことだ。そしてまた、体全体を差し置いて、頭だけをそれ自体で治療できると考えるのは大いなる愚かさだというのだ。まさにこの議論から、彼らは体全体に対する食養生(生活法)へと向き、全体とともに部分を治療し、癒やそうと試みるのだ。君は彼らがそのように言い、また実際そのようになっていることを知っているだろうか。」「もちろん知っています」と彼は言った。「それでは、君はその議論がよく語られていると思い、同意するのだね。」「何よりも同意します」と彼は言った。私は彼が褒めるのを聞いて元気づけられ、私の大胆さは少しずつ再び沸き起こり、再び活力を取り戻した。そして私は言った。「カルミデスよ、この呪文もまさにそのようなものなのだ。私はそれを軍隊にいた際、ザルモクシス(ザルモクシス神)に仕えるトラキア人の医者たちの一人から学んだ。彼らは人を不死にするとも言われている。このトラキア人は次のように語ったのだ。ギリシア人たちが今しがた私が述べたようなことを言うのは正しい。しかし、我々の王であり神でもあるザルモクシスは、頭なしに目を治療しようとしてはならず、体なしに頭を治療しようとしてはならないように、魂なしに体を治療しようとしてはならない、と述べている、と。そしてこれこそが、ギリシアの医者たちにとって多くの病気が逃れていってしまう(治療できない)原因なのだ。というのも、彼らは看病を施すべきである全体を怠っており、それが良い状態でなければ、部分が良い状態にあることは不可能だからである。」
- 155dἀμήχανόν τι οἷον
ἀμήχανόν τι οἷον は驚きや言葉に尽くせない程度を表す慣用的な表現。οἷον は関係副詞、あるいは感嘆詞に由来し、「信じられないほどに」「なんとも言えないほどに」という副詞的修飾の働きをする。
- 156bμὴ δύνασθαι τὴν κεφαλὴν μόνον ὑγιᾶ ποιεῖν
関係形容詞 τοιαύτη οἵα に続く不定詞 μὴ δύνασθαι は、主節の性質がもたらす結果や能力を表している(「頭だけを健康にすることはできないような」)。否定辞として οὐ ではなく μή が用いられているのは、条件・性質を表す不定詞節の一般的規則に従うため。
- 156eοὗ μὴ καλῶς ἔχοντος ἀδύνατον εἴη τὸ μέρος εὖ ἔχειν
οὗ μὴ καλῶς ἔχοντος は、関係代名詞 οὗ が属格独立の主語(代名詞的役割)を兼ねる、いわゆる関係代名詞の引き込みを伴う属格独立構文である。「それが(全体が)良い状態でなければ」という条件の意味を表し、否定の μή が用いられている。
翻訳:Gemini 3.5 Flash(2026-05-23 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-06-22 校訂者 — 訳文 1 件
