§153ἥκομεν τῇ προτεραίᾳ ἑσπέρας ἐκ Ποτειδαίας ἀπὸ τοῦ στρατοπέδου, οἷον δὲ διὰ χρόνου ἀφιγμένος ἁσμένως ᾖα ἐπὶ τὰς συνήθεις διατριβάς.
我们于前一日黄昏从波提狄亚的军营返回,由于久别归来,我便欣然前往平时常去的地方。
καὶ δὴ καὶ εἰς τὴν Ταυρέου παλαίστραν τὴν καταντικρὺ τοῦ τῆς Βασίλης ἱεροῦ εἰσῆλθον, καὶ αὐτόθι κατέλαβον πάνυ πολλούς, τοὺς μὲν καὶ ἀγνῶτας ἐμοί, τοὺς δὲ πλείστους γνωρίμους.
事实上,我走进了与巴希勒神庙相对的陶里亚斯体育场,并在那里见到了非常多的人,其中有些我并不认识,但大多数都是熟人。
καί με ὡς εἶδον εἰσιόντα ἐξ ἀπροσδοκήτου, εὐθὺς πόρρωθεν ἠσπάζοντο ἄλλος ἄλλοθεν·
当他们看见我出乎意料地走进来时,立刻从远处纷纷向我打招呼。
Χαιρεφῶν δέ, ἅτε καὶ μανικὸς ὤν, ἀναπηδήσας ἐκ μέσων ἔθει πρός με, καί μου λαβόμενος τῆς χειρός, ὦ Σώκρατες, ἦ δʼ ὅς, πῶς ἐσώθης ἐκ τῆς μάχης;
而凯雷丰由于生性狂热,从人群中跳起来朝我跑来,握住我的手说:“苏格拉底,你是怎么从战斗中幸免于难的?
Ὀλίγον δὲ πρὶν ἡμᾶς ἀπιέναι μάχη ἐγεγόνει ἐν τῇ Ποτειδαίᾳ, ἣν ἄρτι ἦσαν οἱ τῇδε πεπυσμένοι.
”因为在我们动身前不久,波提狄亚刚发生过场战斗,这里的人们才刚听说。
καὶ ἐγὼ πρὸς αὐτὸν ἀποκρινόμενος, Οὑτωσί, ἔφην, ὡς σὺ ὁρᾷς.
我回答他说:“就像你看到的那样。
καὶ μὴν ἤγγελταί γε δεῦρο, ἔφη, ἥ τε μάχη πάνυ ἰσχυρὰ γεγονέναι καὶ ἐν αὐτῇ πολλοὺς τῶν γνωρίμων τεθνάναι.
”“可是,这里已经传开消息说,”他说,“那场战斗非常激烈,并且在战斗中许多熟人都牺牲了。
καὶ ἐπιεικῶς, ἦν δʼ ἐγώ, ἀληθῆ ἀπήγγελται.
”“确实,”我说,“传来的消息基本上是真的。
παρεγένου μέν, ἦ δʼ ὅς, τῇ μάχῃ;
”“你参加了那场战斗吗?
παρεγενόμην.
”他问。
δεῦρο δή, ἔφη, καθεζόμενος ἡμῖν διήγησαι·
“我参加了。
οὐ γάρ τί πω πάντα σαφῶς πεπύσμεθα.
”“那快坐到这里来,”他说,“把情况给我们讲讲;因为我们还没有完全听清楚。
καὶ ἅμα με καθίζει ἄγων παρὰ Κριτίαν τὸν Καλλαίσχρου.
”同时他拉着我,让我坐在卡莱斯克罗斯之子克里提亚斯的身边。
παρακαθεζόμενος οὖν ἠσπαζόμην τόν τε Κριτίαν καὶ τοὺς ἄλλους, καὶ διηγούμην αὐτοῖς τὰ ἀπὸ στρατοπέδου, ὅτι μέ τις ἀνέροιτο· ἠρώτων δὲ ἄλλος ἄλλο.
于是,我坐在他旁边,向克里提亚斯及其他人打招呼,并根据每个人的提问,向他们讲述军营里的事情;他们各人问着不同的问题。
ἐπειδὴ δὲ τῶν τοιούτων ἅδην εἴχομεν, αὖθις ἐγὼ αὐτοὺς ἀνηρώτων τὰ τῇδε, περὶ φιλοσοφίας ὅπως ἔχοι τὰ νῦν, περί τε τῶν νέων, εἴ τινες ἐν αὐτοῖς διαφέροντες ἢ σοφίᾳ ἢ κάλλει ἢ ἀμφοτέροις ἐγγεγονότες εἶεν.
当我们对这类事情谈得差不多时,我反过来向他们打听这里的情况,现在哲学的状况如何,以及年轻人中是否有人在智慧、美貌或两者上表现出众。
§154καὶ ὁ Κριτίας ἀποβλέψας πρὸς τὴν θύραν, ἰδών τινας νεανίσκους εἰσιόντας καὶ λοιδορουμένους ἀλλήλοις καὶ ἄλλον ὄχλον ὄπισθεν ἑπόμενον, περὶ μὲν τῶν καλῶν, ἔφη, ὦ Σώκρατες, αὐτίκα μοι δοκεῖς εἴσεσθαι·
克里提亚斯朝门口望去,看到几个年轻人正互相嬉闹着走进来,后面还跟着一群人,便说:“关于美男子,苏格拉底,我想你马上就会知道了。
οὗτοι γὰρ τυγχάνουσιν οἱ εἰσιόντες πρόδρομοί τε καὶ ἐρασταὶ ὄντες τοῦ δοκοῦντος καλλίστου εἶναι τά γε δὴ νῦν, φαίνεται δέ μοι καὶ αὐτὸς ἐγγὺς ἤδη που εἶναι προσιών.
因为这几个走进来的人,正是目前被公认为最美之人的先驱和爱慕者,而且我觉得他本人现在大概也快走到了。
ἔστιν δέ, ἦν δʼ ἐγώ, τίς τε καὶ τοῦ;
”“他是谁,”我问,“又是谁的儿子?
οἶσθά που σύ γε, ἔφη, ἀλλʼ οὔπω ἐν ἡλικίᾳ ἦν πρίν σε ἀπιέναι, Χαρμίδην τὸν τοῦ Γλαύκωνος τοῦ ἡμετέρου θείου ὑόν, ἐμὸν δὲ ἀνεψιόν.
”“你肯定知道他,”他说,“只是在你离开前他还没有到这个年龄。 他就是我们叔叔格劳孔的儿子,我的表弟哈尔米德。
οἶδα μέντοι νὴ Δία, ἦν δʼ ἐγώ· οὐ γάρ τι φαῦλος οὐδὲ τότε ἦν ἔτι παῖς ὤν, νῦν δʼ οἶμαί που εὖ μάλα ἂν ἤδη μειράκιον εἴη.
”“啊,天哪,我当然知道他,”我说,“因为他当时还是个孩子的时候就绝非平庸之辈,现在我想他大概已经长成一个非常出色的青年了吧。
αὐτίκα, ἔφη, εἴσῃ καὶ ἡλίκος καὶ οἷος γέγονεν.
”“你马上就会看到他长得多高、多么俊美了,”他说。
καὶ ἅμα ταῦτʼ αὐτοῦ λέγοντος ὁ Χαρμίδης εἰσέρχεται.
正当他说着这些话时,哈尔米德走了进来。
ἐμοὶ μὲν οὖν, ὦ ἑταῖρε, οὐδὲν σταθμητόν·
对我来说,我的朋友,我是没有任何衡量标准的。
ἀτεχνῶς γὰρ λευκὴ στάθμη εἰμὶ πρὸς τοὺς καλούς—σχεδὸν γάρ τί μοι πάντες οἱ ἐν τῇ ἡλικίᾳ καλοὶ φαίνονται—ἀτὰρ οὖν δὴ καὶ τότε ἐκεῖνος ἐμοὶ θαυμαστὸς ἐφάνη τό τε μέγεθος καὶ τὸ κάλλος, οἱ δὲ δὴ ἄλλοι πάντες ἐρᾶν ἔμοιγε ἐδόκουν αὐτοῦ— οὕτως ἐκπεπληγμένοι τε καὶ τεθορυβημένοι ἦσαν, ἡνίκʼ εἰσῄει—πολλοὶ δὲ δὴ ἄλλοι ἐρασταὶ καὶ ἐν τοῖς ὄπισθεν εἵποντο.
因为对于美男子,我完全是一根白色的墨绳——因为几乎所有这个年龄的年轻人在我看来都是美的。 然而,在那个时候,他的身段和美貌确实让我感到惊叹,而在场的其他所有人似乎都爱着他——当他进来时,他们是如此地心醉神迷、局促不安——而且后面还跟着许多其他的爱慕者。
καὶ τὸ μὲν ἡμέτερον τὸ τῶν ἀνδρῶν ἧττον θαυμαστὸν ἦν· ἀλλʼ ἐγὼ καὶ τοῖς παισὶ προσέσχον τὸν νοῦν, ὡς οὐδεὶς ἄλλοσʼ ἔβλεπεν αὐτῶν, οὐδʼ ὅστις σμικρότατος ἦν, ἀλλὰ πάντες ὥσπερ ἄγαλμα ἐθεῶντο αὐτόν.
我们这些成年男子的表现还不算太奇怪,但我把注意力转向了孩子们,发现他们中没有一个人往别处看,甚至连最小的孩子也是如此,所有人都像注视神像一样凝视着他。
καὶ ὁ Χαιρεφῶν καλέσας με, τί σοι φαίνεται ὁ νεανίσκος, ἔφη, ὦ Σώκρατες;
而凯雷丰叫住我,说:“苏格拉底,你看这位年轻人怎么样?
οὐκ εὐπρόσωπος;
是不是很俊美?
ὑπερφυῶς, ἦν δʼ ἐγώ.
”“美极了,”我说。
οὗτος μέντοι, ἔφη, εἰ ἐθέλοι ἀποδῦναι, δόξει σοι ἀπρόσωπος εἶναι· οὕτως τὸ εἶδος πάγκαλός ἐστιν.
“不过,”他说,“如果他愿意脱下衣服,你会觉得他没有脸;因为他的身段太完美了。
συνέφασαν οὖν καὶ οἱ ἄλλοι ταὐτὰ ταῦτα τῷ Χαιρεφῶντι·
”其他人也都赞同凯雷丰的看法。
κἀγώ, Ἡράκλεις, ἔφην, ὡς ἄμαχον λέγετε τὸν ἄνδρα, εἰ ἔτι αὐτῷ ἓν δὴ μόνον τυγχάνει προσὸν σμικρόν τι.
于是我说:“赫拉克勒斯啊! 你们说的是个多么无可匹敌的人啊,如果他恰好还具备另外那一个小小的事情。
τί;
”“什么事情?
ἔφη ὁ Κριτίας.
”克里提亚斯问。
εἰ τὴν ψυχήν, ἦν δʼ ἐγώ, τυγχάνει εὖ πεφυκώς.
“如果他的灵魂,”我说,“恰好也生得优美。
πρέπει δέ που, ὦ Κριτία, τοιοῦτον αὐτὸν εἶναι τῆς γε ὑμετέρας ὄντα οἰκίας.
克里提亚斯,既然他是你们家族的一员,他具备这一点也是理所当然的。
ἀλλʼ, ἔφη, πάνυ καλὸς καὶ ἀγαθός ἐστιν καὶ ταῦτα.
”“确实,”他说,“在这方面他也是非常美而善的。
τί οὖν, ἔφην, οὐκ ἀπεδύσαμεν αὐτοῦ αὐτὸ τοῦτο καὶ ἐθεασάμεθα πρότερον τοῦ εἴδους;
”“那么,”我说,“我们为什么不脱下他的这部分,在看他的形体之前先看它呢?
πάντως γάρ που τηλικοῦτος ὢν ἤδη ἐθέλει διαλέγεσθαι.
因为到了这个年纪,他肯定已经愿意进行交谈了。 ”