§128ΣΩ. ἔπειτα εἰ ἄρα τῆς μὲν τῶν πολιτικῶν ἀνδρῶν συνουσίας Θεάγης ὅδε καταφρονεῖ, ἄλλους δέ τινας ζητεῖ οἳ παιδεύειν ἐπαγγέλλονται οἷοί τε εἶναι νέους ἀνθρώπους, ἔστιν ἐνταῦθα καὶ Πρόδικος ὁ Κεῖος καὶ Γοργίας ὁ Λεοντῖνος καὶ πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι πολλοί, οἳ οὕτω σοφοί εἰσιν ὥστε εἰς τὰς πόλεις ἰόντες πείθουσι τῶν νέων τοὺς γενναιοτάτους τε καὶ πλουσιωτάτους—οἷς ἔξεστιν τῶν πολιτῶν ᾧ ἂν βούλωνται προῖκα συνεῖναι— τούτους πείθουσιν ἀπολείποντας τὰς ἐκείνων συνουσίας αὐτοῖς συνεῖναι, προσκατατιθέντας ἀργύριον πάνυ πολὺ μισθόν, καὶ χάριν πρὸς τούτοις εἰδέναι.
苏格拉底:那么,如果这里的这位泰阿格斯真的轻视与政治家们的交往,而寻找其他一些自称能够教育年轻人的学者,这里有凯奥斯的普罗迪科和勒翁蒂尼的戈尔吉亚、阿克拉加斯的波罗斯以及许多其他人。 他们是如此聪明,以至于游历各城邦,说服那些最优秀、最富有的青年——他们本可以与市民中他们所希望的任何人免费相处——说服他们离开那些交往,转而与自己相处,此外还要支付极其高昂的酬金,并且对此心存感激。
τούτων τινὰς εἰκὸς ἦν προαιρεῖσθαι καὶ τὸν ὑόν σου καὶ αὐτὸν σέ, ἐμὲ δʼ οὐκ εἰκός· οὐδὲν γὰρ τούτων ἐπίσταμαι τῶν μακαρίων τε καὶ καλῶν μαθημάτων—ἐπεὶ ἐβουλόμην ἄν—ἀλλὰ καὶ λέγω δήπου ἀεὶ ὅτι ἐγὼ τυγχάνω ὡς ἔπος εἰπεῖν οὐδὲν ἐπιστάμενος πλήν γε σμικροῦ τινος μαθήματος, τῶν ἐρωτικῶν.
你的儿子和你自己本可以合理地选择他们中的某个人,但选择我却是不合理的;因为我对这些幸福而美妙的学问一无所知——尽管我很希望知道——而且我确实总是说,我可以说几乎什么都不懂,除了一门小小的学问,即关于爱的学问。
τοῦτο μέντοι τὸ μάθημα παρʼ ὁντινοῦν ποιοῦμαι δεινὸς εἶναι καὶ τῶν προγεγονότων ἀνθρώπων καὶ τῶν νῦν.
然而,在这门学问上,我认为自己比过去和现在的任何人都更加擅长。
ΘΕ. ὁρᾷς, ὦ πάτερ;
泰阿格斯:父亲,您看到了吗?
ὁ Σωκράτης οὐ πάνυ μοι δοκεῖ ἔτι ἐθέλειν ἐμοὶ συνδιατρίβειν—ἐπεὶ τό γʼ ἐμὸν ἕτοιμον, ἐὰν οὗτος ἐθέλῃ—ἀλλὰ ταῦτα παίζων πρὸς ἡμᾶς λέγει.
苏格拉底似乎一点儿也不想再和我一起消磨时光了——因为就我而言,我是准备好了的,只要他愿意——但他和我们说这些只是在开玩笑。
ἐπεὶ ἐγὼ οἶδα τῶν ἐμῶν ἡλικιωτῶν καὶ ὀλίγῳ πρεσβυτέρων οἳ πρὶν μὲν τούτῳ συνεῖναι οὐδενὸς ἄξιοι ἦσαν, ἐπειδὴ δὲ συνεγένοντο τούτῳ, ἐν πάνυ ὀλίγῳ χρόνῳ πάντων βελτίους φαίνονται ὧν πρότερον χείρους.
因为我知道一些和我同龄以及稍长一点的人,在与他相处之前他们一无是处,但在与他相处之后,在极短的时间内,他们显得比以前所有比他们强的人都要优秀。
ΣΩ. οἶσθα οὖν οἷον τοῦτό ἐστιν, ὦ παῖ Δημοδόκου;
苏格拉底:德莫多克斯的儿子,那么你知道这是怎么一回事吗?
ΘΕ. ναὶ μὰ Δία ἔγωγε, ὅτι, ἐὰν σὺ βούλῃ, καὶ ἐγὼ οἷός τʼ ἔσομαι τοιοῦτος γενέσθαι οἷοίπερ καὶ ἐκεῖνοι.
泰阿格斯:是的,凭宙斯起誓,我知道,那就是,如果您愿意,我也能够变得像那些人一样。
ΣΩ. οὔκ, ὠγαθέ, ἀλλά σε λέληθεν οἷον τοῦτʼ ἔστιν, ἐγὼ δέ σοι φράσω.
苏格拉底:不,好朋友,你没有察觉到这是怎么一回事,但我来告诉你。
ἔστι γάρ τι θείᾳ μοίρᾳ παρεπόμενον ἐμοὶ ἐκ παιδὸς ἀρξάμενον δαιμόνιον.
因为有一件凭着神圣的命运、从孩提时代起就一直伴随着我的精灵般的事物。
ἔστι δὲ τοῦτο φωνή, ἣ ὅταν γένηται ἀεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τούτου ἀποτροπήν, προτρέπει δὲ οὐδέποτε·
这是一股声音,每当它出现时,总是向我发出警告,阻止我去做我将要做的事,却从不促使我去做。
καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ταὐτὸν τοῦτο, ἀποτρέπει καὶ οὐκ ἐᾷ πράττειν.
如果我的某个朋友向我咨询,而这股声音出现,同样也会阻止他,不允许他去做。
καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι.
关于这些,我将给你们提供证人。
Χαρμίδην γὰρ τουτονὶ γιγνώσκετε τὸν καλὸν γενόμενον, τὸν Γλαύκωνος· οὗτός ποτε ἐτύγχανε ἐμοὶ ἀνακοινούμενος μέλλων ἀσκήσειν στάδιον εἰς Νεμέαν, καὶ εὐθὺς αὐτοῦ ἀρχομένου λέγειν ὅτι μέλλοι ἀσκεῖν ἐγένετο ἡ φωνή, καὶ ἐγὼ διεκώλυόν τε αὐτὸν καὶ εἶπον ὅτι
λέγοντός σου μεταξὺ γέγονέ μοι ἡ φωνὴ ἡ τοῦ δαιμονίου·
因为你们认识这位长得俊美的葛劳康之子哈尔米德;有一次他正好向我咨询,准备为了去涅墨亚参加短跑而进行训练,就在他开始说自己打算训练的时候,这股声音出现了,我阻止了他并说:“在你说的时候,精灵的声音突然向我发出;所以不要训练了。
ἀλλὰ μὴ ἄσκει. ἴσως,
ἔφη,
σημαίνει σοι ὅτι οὐ νικήσω·
”他说:“也许,这向你暗示了我不会赢;但即使我不赢,在这段时间里锻炼身体也对我大有裨益。
ἐγὼ δὲ κἂν μὴ μέλλω νικᾶν, γυμνασάμενός γε τοῦτον τὸν χρόνον ὠφεληθήσομαι.
”