Humanitext Reader

柏拉图 · 塞亚格斯篇 §129

神灵的警告与蒂马科斯的命运

第 7 段,共 8 段 · 希腊语

内容简介

苏格拉底讲述了蒂马科斯因忽视精灵警告而惨遭厄运的具体事例,并预言了目前正在远征的桑尼翁的命运,以此说明这种精灵力量对他的同伴产生的决定性影响。

§129ΣΩ. ταῦτα εἰπὼν ἤσκει· ἄξιον οὖν πυθέσθαι αὐτοῦ ἃ αὐτῷ συνέβη ἀπὸ ταύτης τῆς ἀσκήσεως.
苏格拉底:说完这些话,他就去训练了;因此,值得从他本人那里去打听这次训练之后发生在他身上的事。
εἰ δὲ βούλεσθε, τὸν Τιμάρχου ἀδελφὸν Κλειτόμαχον ἔρεσθε τί εἶπεν αὐτῷ Τίμαρχος ἡνίκα ἀποθανούμενος ᾔει εὐθὺ τοῦ δαιμονίου, ἐκεῖνός τε καὶ Εὔαθλος ὁ σταδιοδρομῶν ὃς Τίμαρχον ὑπεδέξατο φεύγοντα· ἐρεῖ γὰρ ὑμῖν ὅτι εἶπεν αὐτῷ ταυτί.
如果你们愿意,可以问问蒂马科斯的兄弟克雷托马科斯,蒂马科斯在紧随那精灵的警告之后、正走向死亡的时候,对他和接纳逃跑的蒂马科斯的短跑运动员欧阿特罗斯(Euathlus)说了些什么;因为他会告诉你们,蒂马科斯对他说了这样的话。
ΘΕ. τί;
泰阿格斯:什么话?
ΣΩ. ὦ Κλειτόμαχε, ἔφη, ἐγὼ μέντοι ἔρχομαι ἀποθανούμενος νυνί, διότι Σωκράτει οὐκ ἤθελον πείθεσθαι.
苏格拉底: “克雷托马科斯啊,”他说,“我现在要去送死了,因为我不愿意听从苏格拉底。
τί δὴ οὖν ποτε τοῦτο εἶπεν ὁ Τίμαρχος;
” 那么,蒂马科斯究竟为什么会说这话呢?
ἐγὼ φράσω.
我来解释。
ὅτε ἀνίστατο ἐκ τοῦ συμποσίου ὁ Τίμαρχος καὶ Φιλήμων ὁ Φιλημονίδου ἀποκτενοῦντες Νικίαν τὸν Ἡροσκαμάνδρου, ἠπιστάσθην μὲν αὐτὼ μόνω τὴν ἐπιβουλήν, ὁ δὲ Τίμαρχος ἀνιστάμενος πρὸς ἐμὲ εἶπεν, τί λέγεις, ἔφη, ὦ Σώκρατες;
当蒂马科斯和菲莱莫尼德斯之子菲莱蒙从宴席上站起来,准备去刺杀赫罗斯卡曼德罗斯之子尼基亚斯时,我知道唯独他们两人参与了这个阴谋,蒂马科斯站起来时对我说: “苏格拉底,你说什么呢?
ὑμεῖς μὲν πίνετε, ἐμὲ δὲ δεῖ ποι ἐξαναστῆναι· ἥξω δὲ ὀλίγον ὕστερον, ἐὰν τύχω.
”他说,“你们继续喝酒,而我必须到某个地方去一下;如果办成了,我过一会儿就回来。
καί μοι ἐγένετο ἡ φωνή, καὶ εἶπον πρὸς αὐτόν, μηδαμῶς, ἔφην, ἀναστῇς· γέγονε γάρ μοι τὸ εἰωθὸς σημεῖον τὸ δαιμόνιον.
” 这时我的那股声音出现了,我便对他说: “千万不要站起来,”我说,“因为那习惯性的预兆,即精灵的声音,向我显现了。
καὶ ὃς ἐπέσχε.
” 于是他留了下来。
καὶ διαλιπὼν χρόνον αὖθις ὡρμᾶτο ἰέναι, καὶ ἔφη· εἶμι δή, Σώκρατες.
过了一会儿,他再次动身要走,并说: “我真要走了,苏格拉底。
αὖθις ἐγένετο ἡ φωνή· αὖθις οὖν αὐτὸν ἠνάγκασα ἐπισχεῖν.
” 那股声音再次出现;于是我再次强迫他留下来。
τὸ τρίτον, βουλόμενός με λαθεῖν, ἀνέστη οὐκέτι εἰπών μοι οὐδὲν ἀλλὰ λαθών, ἐπιτηρήσας ἄλλοσε τὸν νοῦν ἔχοντα· καὶ οὕτως ᾤχετο ἀπιὼν καὶ διεπράξατο ἐξ ὧν ᾔει ἀποθανούμενος.
第三次,由于他想避开我的注意,便不再对我多说一个字,而是趁我把心思放在别处时,悄悄站起来溜走了;就这样他离去了,并干下了那件让他走向死亡的事。
ὅθεν δὴ τοῦτο εἶπεν πρὸς τὸν ἀδελφὸν ὅπερ νῦν ὑμῖν ἐγώ, ὅτι ἴοι ἀποθανούμενος διὰ τὸ ἐμοὶ ἀπιστῆσαι.
正因如此,他才对他的兄弟说了我刚才告诉你们的话:他因为不相信我而走向了死亡。
ἔτι τοίνυν περὶ τῶν ἐν Σικελίᾳ πολλῶν ἀκούσεσθον ἃ ἐγὼ ἔλεγον περὶ τῆς διαφθορᾶς τοῦ στρατοπέδου.
此外,关于那些在西西里的人,你们会从许多人那里听到,我当时对军队覆灭所说的话。
καὶ τὰ μὲν παρεληλυθότα τῶν εἰδότων ἔστιν ἀκοῦσαι· πεῖραν δʼ ἔξεστι νυνὶ λαβεῖν τοῦ σημείου εἰ ἄρα τὶ λέγει.
过去的事情可以听那些知情者说;但现在可以对这个预兆进行检验,看看它是否真的在预示着什么。
ἐπὶ γὰρ τῇ ἐπὶ στρατείαν ἐξορμῇ Σαννίωνος τοῦ καλοῦ ἐγένετό μοι τὸ σημεῖον, οἴχεται δὲ νῦν μετὰ Θρασύλλου στρατευσόμενος εὐθὺ Ἐφέσου καὶ Ἰωνίας.
因为在俊美的桑尼翁出发远征时,预兆向我显现了,他现在已经和色拉西洛斯一起,直接前往以弗所和爱奥尼亚远征去了。
ἐγὼ οὖν οἴομαι ἐκεῖνον ἢ ἀποθανεῖσθαι ἢ ὁμοῦ τι τούτῳ γʼ ἐλᾶν, καὶ περί γε τῆς στρατιᾶς τῆς ἄλλης πάνυ φοβοῦμαι.
因此,我认为他要么会死,要么会遭到与此极其相似的厄运,而且对于其余的军队,我也非常担忧。
ταῦτα δὴ πάντα εἴρηκά σοι, ὅτι ἡ δύναμις αὕτη τοῦ δαιμονίου τούτου καὶ εἰς τὰς συνουσίας τῶν μετʼ ἐμοῦ συνδιατριβόντων τὸ ἅπαν δύναται.
我对你说了这一切,是因为这个精灵的这种力量,对于那些与我相处的人的交往起着决定性的作用。
πολλοῖς μὲν γὰρ ἐναντιοῦται, καὶ οὐκ ἔστι τούτοις ὠφεληθῆναι μετʼ ἐμοῦ διατρίβουσιν, ὥστε οὐχ οἷόν τέ μοι τούτοις συνδιατρίβειν· πολλοῖς δὲ συνεῖναι μὲν οὐ διακωλύει, ὠφελοῦνται δὲ οὐδὲν συνόντες.
因为对于许多人,它表示反对,这些人与我相处就无法获得益处,因此我也无法与他们相处;而对于许多人,它并不阻碍我与他们交往,但他们与我交往也得不到任何益处。
οἷς δʼ ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ δαιμονίου δύναμις, οὗτοί εἰσιν ὧν καὶ σὺ ᾔσθησαι· ταχὺ γὰρ παραχρῆμα ἐπιδιδόασιν.
但凡是那精灵的力量协助其交往的人,就是你已经注意到的那些人;因为他们会立刻迅速取得进步。

词汇与语法注释

  1. 129aεὐθὺ τοῦ δαιμονίου — 副词 εὐθύ 伴随属格通常表示“一直向着……”某地。在此处 εὐθὺ τοῦ δαιμονίου 语法上较为特殊,因为“精灵”并非地点。它可解释为“在精灵的预兆之后立刻”或“直奔由于无视精灵预兆而导致的死地”。
  2. 129bἠπιστάσθην μὲν αὐτὼ μόνω τὴν ἐπιβουλήν — 动词 ἠπιστάσθην(ἐπίσταμαι 的未完成过去时)以宾格 τὴν ἐπιβουλήν 作为直接宾语,而 αὐτὼ μόνω 是双数宾格,在此作为隐含从句的主语,意为“我知道只有他们两人参与了这个阴谋”。
  3. 129cἐπιτηρήσας ἄλλοσε τὸν νοῦν ἔχοντα — 不定过去时分词 ἐπιτηρήσας(窥伺、乘机)以现在分词宾格 ἔχοντα(修饰省略的宾格代词 με“我”)作为宾语,整句意为“乘我把注意力转向别处之机”。
  4. 129dἢ ὁμοῦ τι τούτῳ γʼ ἐλᾶν — 动词 ἐλᾶν 是 ἐλαύνω(驱赶、驱驰、陷入境地)的将来时不定式。ὁμοῦ τι 是副词性短语,意为“几乎、大致”。τούτῳ 是与格,指代前文的 ἀποθανεῖσθαι(死亡)。因此,整句意为“或者会陷入与此[死亡]极其接近的境地”。
  5. 129eοἷς δʼ ἂν συλλάβηται τῆς συνουσίας — 动词 συλλαμβάνω(中动语态 συλλαμβάνομαι)要求与格 οἷς(人)和属格 τῆς συνουσίας(交往),意为“在交往中协助/促进某人”。此处带 ἄν 的关系从句表示泛指条件。

引用这一段

柏拉图, 塞亚格斯篇 §129. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg017.humanitext-grc2:129

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。