§127ΣΩ. νῦν οὖν ταὐτὰ ταῦτα αὐτὸς πρὸς τὸν πατέρα ποιῶν θαυμάζεις, καὶ μέμφῃ εἰ ἀπορεῖ ὅτι σοι χρήσηται καὶ ὅποι πέμποι;
苏格拉底:那么,现在你自己对你的父亲做这完全一样的事情,如果他不知道该拿你怎么办、该把你送到哪里去而感到困惑,你却感到奇怪并责怪他吗?
ἐπεὶ Ἀθηναίων γε τῶν καλῶν κἀγαθῶν τὰ πολιτικὰ ὅτῳ ἂν βούλῃ συστήσομέν σε, ὅς σοι προῖκα συνέσται· καὶ ἅμα μὲν ἀργύριον οὐκ ἀναλώσεις, ἅμα δὲ πολὺ μᾶλλον εὐδοκιμήσεις παρὰ τοῖς πολλοῖς ἀνθρώποις ἢ ἄλλῳ τῳ συνών.
因为,在雅典的那些“优秀而高尚的人”中,无论你希望与谁交往,我们都会把你推荐给他,他会免费与你相处;这样你一方面不用花钱,另一方面比起与其他人交往,你会在大众中获得好得多的名声。
ΘΕ. τί οὖν, ὦ Σώκρατες;
泰阿格斯:苏格拉底,这是为什么呢?
οὐ καὶ σὺ τῶν καλῶν κἀγαθῶν εἰ ἀνδρῶν;
难道你不是那些“优秀而高尚的”人之一吗?
εἰ γὰρ σύ μοι ἐθέλοις συνεῖναι, ἐξαρκεῖ καὶ οὐδένα ἄλλον ζητῶ.
因为如果你愿意与我相处,这就足够了,我不再寻找其他人。
ΣΩ. τί τοῦτο λέγεις, Θέαγες;
苏格拉底:泰阿格斯,你为什么这么说?
ΔΗ. ὦ Σώκρατες, οὐ μέντοι κακῶς λέγει, καὶ ἅμα μὲν ἐμοὶ χαριῇ· ὡς ἐγὼ οὐκ ἔσθʼ ὅτι τούτου μεῖζον ἂν ἕρμαιον ἡγησαίμην, ἢ εἰ οὗτός τε ἀρέσκοιτο τῇ σῇ συνουσίᾳ καὶ σὺ ἐθέλοις τούτῳ συνεῖναι.
德莫多克斯:苏格拉底,他其实说得不错,而且同时你也算帮了我一个大忙;因为如果他对与你交往感到满意,而你也愿意与他相处,我认为没有什么能比这更算是一笔巨大的意外收获了。
καὶ μέντοι καὶ αἰσχύνομαι λέγειν ὡς σφόδρα βούλομαι.
而且,要说出我有多么强烈地渴望这一点,我甚至感到有些羞愧。
ἀλλʼ ἐγὼ ἀμφοτέρων ὑμῶν δέομαι, σέ τʼ ἐθέλειν τούτῳ συνεῖναι καὶ σὲ μὴ ζητεῖν ἄλλῳ μηδενὶ συγγενέσθαι ἢ Σωκράτει·
但我恳求你们两位,你(苏格拉底)要愿意与他相处,而你(泰阿格斯)不要寻求与除苏格拉底以外的任何人交往;这样你们就能将我从许多可怕的忧虑中解放出来。
καί με πολλῶν καὶ φοβερῶν ἀπαλλάξετε φροντίδων. ὡς νῦν πάνυ φοβοῦμαι ὑπὲρ τούτου μή τινι ἄλλῳ ἐντύχῃ οἵῳ τοῦτον διαφθεῖραι.
因为现在我非常为他担心,怕他遇到别的什么人从而被败坏了。
ΘΕ. μηκέτι νῦν, ὦ πάτερ, ὑπέρ γʼ ἐμοῦ φοβοῦ, εἴπερ οἷός τʼ εἶ πεῖσαι τοῦτον τὴν ἐμὴν συνουσίαν προσδέξασθαι.
泰阿格斯:父亲,如果你真的能够说服他接受与我相处,那么现在就不要再为我担心了。
ΔΗ. πάνυ καλῶς λέγεις.
德莫多克斯:你说得非常好。
ὦ Σώκρατες, πρὸς σὲ δʼ ἂν ἤδη εἴη ὁ μετὰ τοῦτο λόγος· ἐγὼ γάρ σοι ἕτοιμός εἰμι, ὡς διὰ βραχέων εἰπεῖν, καὶ ἐμὲ καὶ τὰ ἐμὰ ὡς οἷόν τε οἰκειότατα παρέχειν, ὅτου ἂν δέῃ ἔμβραχυ, ἐὰν Θεάγη τουτονὶ ἀσπάζῃ τε καὶ εὐεργετῇς ὅτι ἂν οἷός τε ᾖς.
苏格拉底,接下来的话就该是对你说了;因为简而言之,如果你愿意接纳这里的泰阿格斯,并在你能力所及的范围内帮助他,我已经准备好,将我自己和我的财产作为最亲密的资源提供给你,无论需要什么。
ΣΩ. ὦ Δημόδοκε, τὸ μὲν ἐσπουδακέναι σε οὐ θαυμάζω, εἴπερ οἴει ὑπʼ ἐμοῦ μάλιστʼ ἄν σοι τοῦτον ὠφεληθῆναι—οὐ γὰρ οἶδα ὑπὲρ ὅτου ἄν τις νοῦν ἔχων μᾶλλον σπουδάζοι ἢ ὑπὲρ ὑέος αὑτοῦ ὅπως ὡς βέλτιστος ἔσται—ὁπόθεν δὲ ἔδοξέ σοι τοῦτο, ὡς ἐγὼ ἂν μᾶλλον τὸν σὸν ὑὸν οἷός τʼ εἴην ὠφελῆσαι πρὸς τὸ πολίτην ἀγαθὸν γενέσθαι ἢ σὺ αὐτός, καὶ ὁπόθεν οὗτος ᾠήθη ἐμὲ μᾶλλον ἢ σὲ αὐτὸν ὠφελήσειν, τοῦτο πάνυ θαυμάζω.
苏格拉底:德莫多克斯,对于你如此热切,我并不感到奇怪,如果你确实认为他能在我的帮助下获得最大的益处——因为我不知道一个有理智的人除了为了自己的儿子、为了让他尽可能变得最优秀之外,还会在什么事情上更加热切——但是,你从何得出这个想法,认为我比你自己更能够帮助你的儿子成为一个好的公民,而他又从何认为我会比你自己给他带来更多的帮助,对此我感到非常奇怪。
σὺ γὰρ πρῶτον μὲν πρεσβύτερος εἶ ἐμοῦ, ἔπειτα πολλὰς ἤδη ἀρχὰς καὶ τὰς μεγίστας Ἀθηναίοις ἦρξας, καὶ τιμᾷ ὑπὸ Ἀναγυρασίων τε τῶν δημοτῶν πολὺ μάλιστα καὶ ὑπὸ τῆς ἄλλης πόλεως οὐδενὸς ἧττον· ἐμοὶ δὲ τούτων οὐδὲν ἐνορᾷ οὐδέτερος ὑμῶν.
因为你首先比我年长,其次你在雅典人中已经担任过许多且是最重要的公职,并且深受同区阿纳居拉斯人的尊敬,也同样受到城邦其他人的尊敬;但你们俩谁也没在我的身上看到过任何这些东西。