Humanitext Reader

柏拉图 · 塞亚格斯篇 §124-125

作为僭主之术的统治智慧与导师的抉择

第 3 段,共 8 段 · 希腊语

内容简介

苏格拉底揭示了泰阿格斯所渴望的“统治人类的智慧”实际上是统治所有公民和手工业者的“僭主之术”,并拉着其父亲德莫多科斯,引用欧里庇得斯的诗句,带着调侃地讨论该把泰阿格斯送去谁那里学习。

§124ΘΕ. ἧι τῶν ἐν τῇ πόλει, ἔμοιγε δοκεῖ.
泰阿格斯:我觉得是统治城邦里的人。
ΣΩ. οὐκοῦν ἐν τῇ πόλει εἰσὶν καὶ οἱ κάμνοντες;
苏格拉底:那么,城邦里难道没有病人吗?
ΘΕ. ναί, ἀλλʼ οὐ τούτων λέγω μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐν τῇ πόλει.
泰阿格斯:有的,但我说的不仅是他们,而是城邦里所有其他的人。
ΣΩ. ἆρά γε μανθάνω ἣν λέγεις τέχνην;
苏格拉底:我是否理解了你所说的那种技术呢?
δοκεῖς γάρ μοι λέγειν οὐχ ᾗ τῶν θεριζόντων ἐπιστάμεθα ἄρχειν καὶ τρυγώντων καὶ τῶν φυτευόντων καὶ σπειρόντων καὶ ἁλοώντων·
因为在我看来,你说的并不是那种让我们懂得如何去统治收割、采摘葡萄、种植、播种和脱粒的人的智慧。
αὕτη μὲν γὰρ γεωργική, ᾗ τούτων ἄρχομεν.
因为用来统治这些人的,是农业术。
ἦ γάρ;
不是吗?
ΘΕ. ναί.
泰阿格斯:是的。
ΣΩ. οὐδέ γε οἶμαι ᾗ τῶν πριζόντων καὶ τρυπώντων καὶ ξεόντων καὶ τορνευόντων συμπάντων ἐπιστάμεθα ἄρχειν, οὐ ταύτην λέγεις·
苏格拉底:我也认为,你说的不是那种让我们懂得去统治锯木、钻孔、刨平、旋削所有这些人的智慧,你说的不是这种吧。
αὕτη μὲν γὰρ οὐ τεκτονική;
因为这难道不是大工之术(木工术)吗?
ΘΕ. ναί.
泰阿格斯:是的。
ΣΩ. ἀλλʼ ἴσως ᾗ τούτων τε πάντων καὶ αὐτῶν τῶν γεωργῶν καὶ τῶν τεκτόνων καὶ τῶν δημιουργῶν ἁπάντων καὶ τῶν ἰδιωτῶν καὶ τῶν γυναικῶν καὶ ἀνδρῶν, ταύτην ἴσως λέγεις τὴν σοφίαν.
苏格拉底:但是,也许你指的是一种可以统治所有这些人、以及农夫自身、木匠、所有手工业者、普通公民、女人和男人的智慧。
ΘΕ. ταύτην πάλαι, ὦ Σώκρατες, βούλομαι λέγειν.
泰阿格斯:苏格拉底,我早就想说的是正是这个。
ΣΩ. ἔχεις οὖν εἰπεῖν, Αἴγισθος ὁ Ἀγαμέμνονα ἀποκτείνας ἐν Ἄργει ἆρα τούτων ἦρχεν ὧν σὺ λέγεις, τῶν τε δημιουργῶν καὶ ἰδιωτῶν καὶ ἀνδρῶν καὶ γυναικῶν συμπάντων, ἢ ἄλλων τινῶν;
苏格拉底:那么你能告诉我吗,在阿耳戈斯杀死阿伽门农的埃癸斯托斯,他所统治的是不是你说的这些人,即所有的手工业者、普通公民、男人和女人,还是别的什么人?
ΘΕ. οὔκ, ἀλλὰ τούτων.
泰阿格斯:不,正是这些人。
ΣΩ. τί δὲ δή; Πηλεὺς ὁ Αἰακοῦ ἐν Φθίᾳ οὐ τῶν αὐτῶν τούτων ἦρχεν;
苏格拉底:那么,埃阿科斯之子佩琉斯在弗提亚,难道统治的不是这些同样的人吗?
ΘΕ. ναί.
泰阿格斯:是的。
ΣΩ. Περίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθῳ ἤδη ἀκήκοας γενέσθαι;
苏格拉底:你已经听说过,库普塞洛斯之子佩里安德在科林斯成为统治者了吗?
ΘΕ. ἔγωγε.
泰阿格斯:听说过。
ΣΩ. οὐ τῶν αὐτῶν τούτων ἄρχοντα ἐν τῇ αὑτοῦ πόλει;
苏格拉底:他在他自己的城邦里,难道统治的不是这些同样的人吗?
ΘΕ. ναί.
泰阿格斯:是的。
ΣΩ. τί δὲ Ἀρχέλαον τὸν Περδίκκου, τὸν νεωστὶ τοῦτον ἄρχοντα ἐν Μακεδονίᾳ;
苏格拉底:那么,珀耳迪卡斯之子阿耳刻拉俄斯呢,就是最近在马其顿成为统治者的那个人?
οὐ τῶν αὐτῶν ἡγῇ τούτων ἄρχειν;
你不认为他统治的也是这些同样的人吗?
ΘΕ. ἔγωγε.
泰阿格斯:我确实这么认为。
ΣΩ. Ἱππίαν δὲ τὸν Πεισιστράτου ἐν τῇδε τῇ πόλει ἄρξαντα τίνων οἴει ἄρξαι;
苏格拉底:那么,在这个城邦里统治过的庇西特拉图之子希庇阿斯,你认为他统治的是哪些人?
οὐ τούτων;
难道不是这些人吗?
ΘΕ. πῶς γὰρ οὔ;
泰阿格斯:怎么会不是呢?
ΣΩ. εἴποις ἂν οὖν μοι τίνα ἐπωνυμίαν ἔχει Βάκις τε καὶ Σίβυλλα καὶ ὁ ἡμεδαπὸς Ἀμφίλυτος;
苏格拉底:那么你能告诉我,巴克斯、西比拉和我们本地的安菲吕托斯有什么称号吗?
ΘΕ. τίνα γὰρ ἄλλην, ὦ Σώκρατες, πλήν γε χρησμῳδοί;
泰阿格斯:苏格拉底,除了神谕说者(预言者)之外,还能有什么别称号呢?
ΣΩ. ὀρθῶς λέγεις.
苏格拉底:你说得对。
ἀλλὰ καὶ τούσδε μοι οὕτω πειρῶ ἀποκρίνασθαι, τίνα ἐπωνυμίαν ἔχει Ἱππίας καὶ Περίανδρος διὰ τὴν αὐτὴν ἀρχήν;
那么也试着这样回答我这些人的问题:希庇阿斯和佩里安德因为同样的统治而有什么称号?
ΘΕ. οἶμαι μὲν τύραννοι·
泰阿格斯:我认为是僭主。
τί γὰρ ἄλλο;
还能是什么呢?
ΣΩ. οὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῇ πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ, τυραννικῆς, καὶ τύραννος εἶναι;
苏格拉底:那么,凡是渴望统治城邦里所有人类的人,渴望的也是与他们相同的统治,即僭主式的统治,并且渴望成为僭主吗?
ΘΕ. φαίνεται.
泰阿格斯:看起来是这样。
ΣΩ. οὐκοῦν ταύτης ἐπιθυμεῖν σὺ φῄς;
苏格拉底:那么,你所说你渴望的就是这个吗?
ΘΕ. ἔοικέν γε ἐξ ὧν ἐγὼ εἶπον.
泰阿格斯:从我所说的话来看,似乎是这样。
§125ΣΩ. ὦ μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι ἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς τυραννοδιδασκάλου τινός;
苏格拉底:你这个无赖! 原来你一直渴望对我们实行僭主统治,却一直在责怪你的父亲不把你送到某个“僭主老师”那里去?
καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνῃ πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν;
而你,德莫多科斯,你难道不感到羞耻吗?
ἀλλὰ νῦν—ὁρᾷς;
你早就知道他渴望什么,并且明明有地方可以送他去、本可以把他培养成他所渴望的这种智慧的专家,却还要吝惜他、不肯送他去? 不过现在——你看到了吧?
— ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος;
——既然他已经在我的面前告发了你,就让我们共同商量,我和你,我们可以把他送到谁那里去,通过与谁交往,他能成为一个聪明的僭主?
ΔΗ. ναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης.
德莫多科斯:因着宙斯,苏格拉底,我们确实应该商量,因为在我看来,关于这件事,我们需要进行一次非同寻常的商量。
ΣΩ. ἔασον, ὠγαθέ.
苏格拉底:别急,我的好朋友。
διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς.
我们先彻底地问一问他。
ΔΗ. πυνθάνου δή.
德莫多科斯:那就问吧。
ΣΩ. τί οὖν ἂν εἰ Εὐριπίδῃ τι προσχρησαίμεθα, ὦ Θέαγες;
苏格拉底:泰阿格斯,那么如果我们利用一下欧里庇得斯的诗句会怎么样呢?
Εὐριπίδης γάρ πού φησιν— " σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ·
因为欧里庇得斯在某处说—— “僭主们因与智者交往而聪明。
" εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· ὦ Εὐριπίδη, τῶν τί σοφῶν συνουσίᾳ φῂς σοφοὺς εἶναι τοὺς τυράννους;
” 那么,如果有人问欧里庇得斯: “欧里庇得斯,你说僭主们因与在什么方面聪明的人交往而聪明?
ὥσπερ ἂν εἰ εἰπόντα— " σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίᾳ, " ἠρόμεθα τῶν τί σοφῶν;
” 就像如果他说—— “农夫们因与智者交往而聪明,” 我们问他: “在什么方面聪明的人?
τί ἂν ἡμῖν ἀπεκρίνατο;
” 他会怎么回答我们?
ἆρʼ ἂν ἄλλο τι ἢ τῶν τὰ γεωργικά;
难道除了在农业事务上聪明的人之外,还会是别的吗?
ΘΕ. οὔκ, ἀλλὰ τοῦτο.
泰阿格斯:不,正是那个。
ΣΩ. τί δὲ εἰ εἶπε— " σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίᾳ, " εἰ ἠρόμεθα·
苏格拉底:那如果他说—— “厨师们因与智者交往而聪明,” 我们如果问: “在什么方面聪明的人?
τῶν τί σοφῶν;
” 他会怎么回答我们?
τί ἂν ἡμῖν ἀπεκρίνατο;
难道不是在烹饪方面聪明的人吗?
οὐχ ὅτι τῶν μαγείρων;
泰阿格斯:是的。
ΘΕ. ναί.
苏格拉底:如果他说—— “摔跤手们因与智者交往而聪明” 我们如果问: “在什么方面聪明的人?
ΣΩ. τί δʼ εἰ— " σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίᾳ " εἶπεν, εἰ ἠρόμεθα· τῶν τί σοφῶν;
” 难道他不会说是在摔跤方面聪明的人吗?
ἆρα οὐκ ἂν τῶν παλαίειν ἔφη;
泰阿格斯:是的。
ΘΕ. ναί. ΣΩ. ἐπειδὴ δὲ εἶπε— " σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ, " ἡμῶν ἐρωτώντων·
苏格拉底:但是既然他说—— “僭主们因与智者交往而聪明,” 在我们问他: “欧里庇得斯,你指的是在什么方面聪明的人?
τῶν τί σοφῶν λέγεις, ὦ Εὐριπίδη;
” 他会怎么说?
τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα;
这些事情会是什么?
ΘΕ. ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ἔγωγε.
泰阿格斯:因着宙斯,我可不知道。
ΣΩ. ἀλλὰ βούλει ἐγώ σοι εἴπω;
苏格拉底:那你想要我告诉你吗?
ΘΕ. εἰ σὺ βούλει.
泰阿格斯:如果你愿意的话。
ΣΩ. ταῦτʼ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι·
苏格拉底:这些就是阿那克里翁所说的卡利克里特所懂得的事情。
ἢ οὐκ οἶσθα τὸ ᾆσμα;
难道你不知道这首歌吗?
ΘΕ. ἔγωγε.
泰阿格斯:我知道。
ΣΩ. τί οὖν;
苏格拉底:那么怎么样?
τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς ἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτῃ τῇ Κυάνης καὶ ἐπίσταται τυραννικά, ὥσπερ ἐκείνην ἔφη ὁ ποιητής, ἵνα καὶ σὺ ἡμῖν τύραννος γένῃ καὶ τῇ πόλει;
你是不是也渴望与这样的人交往,他正好与库阿涅的女儿卡利克里特同业,并且懂得僭主之术,正如诗人所说她懂得的那样,好让你也成为我们和这个城邦的僭主?
ΘΕ. πάλαι, ὦ Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με.
泰阿格斯:苏格拉底,你早就一直在嘲笑和戏弄我了。
ΣΩ. τί δέ;
苏格拉底:什么?
οὐ ταύτης φῂς τῆς σοφίας ἐπιθυμεῖν ᾗ πάντων ἂν τῶν πολιτῶν ἄρχοις;
你难道没有说过,你渴望的是那种能让你统治所有公民的智慧吗?
τοῦτο δὲ ποιῶν ἄλλο τι ἢ τύραννος ἂν εἴης;
而做这件事,你难道还会是僭主以外的任何身份吗?

词汇与语法注释

  1. 124aἧι τῶν ἐν τῇ πόλει — 阴性单数与格关系代名词 `ἧι` 承接上文的 `ᾗ τίνος ἐπιστάμεθα ἄρχειν;`(我们以此懂得统治什么?),省略了先行词 `σοφίᾳ`(智慧)。`των` 引导的属格短语 `των ἐν τῇ πόλει` 表示统治的对象,受省略的统治动词 `ἄρχειν` 支配。
  2. 125aἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας — 分词 `ἔχων` 表示让步或原因(“虽然知道/拥有手段”),并以关系副词 `ὅθι`(送他去的地方)引导的从句作为宾语。表示条件的分词 `πέμψας` 与“过去直陈式 + `ἂν`”(`ἂν ἐποίησας`)相结合,构成了过去非真实条件句(“如果当时送他去,本已将他培养成专家,但实际上并未送去”)。
  3. 125bτῶν τί σοφῶν — 疑问代词 `τί`(在此修饰属格复数 `σοφῶν`)询问“在哪些具体事务上聪明的人”,以此追问欧里庇得斯诗句“僭主们因与智者交往而聪明”中 `των σοφῶν` 的具体领域。后续的回答例子 `των τὰ γεωργικά`(在农业事务上聪明的人)证实了该属格用于规定特定的专业领域。

引用这一段

柏拉图, 塞亚格斯篇 §124-125. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg017.humanitext-grc2:124-125

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。