Humanitext Reader

柏拉图 · 塞亚格斯篇 §123

审视泰阿格斯所追求的统治智慧

第 2 段,共 8 段 · 希腊语

内容简介

苏格拉底向泰阿格斯提问以澄清他所渴望的“智慧”的本质。他以航海术、御者术和医术等专业知识为例进行类比,询问这种智慧具体是关于统治何种人的知识。

§123ΣΩ. ἔτι οὖν οἴει τινὸς ἐπιστήμης ἐλλείπειν, ἧς προσήκει ὑπὲρ σοῦ τὸν πατέρα ἐπιμεληθῆναι;
苏格拉底:那么,你是否认为自己还缺少某种知识,而这种知识是理应由你的父亲为你操持的?
ΘΕ. ἔγωγε.
泰阿格斯:我确实这么认为。
ΣΩ. τίς ἐστιν αὕτη;
苏格拉底:这是什么知识?
εἰπὲ καὶ ἡμῖν, ἵνα σοι χαρισώμεθα.
也告诉我们,好让我们成全你。
ΘΕ. οἶδεν καὶ οὗτος, ὦ Σώκρατες—ἐπεὶ πολλάκις ἐγὼ αὐτῷ εἴρηκα—ἀλλὰ ταῦτα ἐξεπίτηδες πρὸς σὲ λέγει, ὡς δὴ οὐκ εἰδὼς οὗ ἐγὼ ἐπιθυμῶ·
泰阿格斯:苏格拉底,他也知道——因为我对他说了好多次了——但他对你故意这么说,好像他真的不知道我渴望什么一样。
τοιαῦτα γὰρ ἕτερα καὶ πρὸς ἐμὲ μάχεταί τε καὶ οὐκ ἐθέλει με οὐδενὶ συστῆσαι.
因为他在其他类似的事情上也和我争吵,不愿意把我引荐给任何人。
ΣΩ. ἀλλὰ τὰ μὲν ἔμπροσθέν σοι ἦν πρὸς τοῦτον ῥηθέντα ὥσπερ ἄνευ μαρτύρων λεγόμενα·
苏格拉底:但是,你以前对他说的话,就像是在没有证人的情况下说的。
νυνὶ δὲ ἐμὲ ποίησαι μάρτυρα, καὶ ἐναντίον ἐμοῦ κάτειπε τίς ἐστιν αὕτη ἡ σοφία ἧς ἐπιθυμεῖς.
不过,现在你要让我当证人,在我的面前说出,你所渴望的这种智慧到底是什么。
φέρε γάρ, εἰ ἐπεθύμεις ταύτης ᾗ οἱ ἄνθρωποι τὰ πλοῖα κυβερνῶσιν, καὶ ἐγώ σε ἐτύγχανον ἀνερωτῶν· ὦ Θέαγες, τίνος ἐνδεὴς ὢν σοφίας μέμφῃ τῷ πατρὶ ὅτι οὐκ ἐθέλει σε συνιστάναι παρʼ ὧν ἂν σὺ σοφὸς γένοιο;
因为,如果你渴望的是人们用来驾驶船只的那种智慧,而我正好问你: “泰阿格斯,你是因为缺少什么智慧,才责怪你的父亲不愿意把你引荐给那些能使你变得聪明的人?
τί ἄν μοι ἀπεκρίνω;
” 你会怎么回答我?
τίνα αὐτὴν εἶναι;
你会说它是什么?
ἆρα οὐ κυβερνητικήν;
难道不是航海术吗?
ΘΕ. ναί.
泰阿格斯:是的。
ΣΩ. εἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς ᾗ τὰ ἅρματα κυβερνῶσιν εἶτʼ ἐμέμφου τῷ πατρί, ἐμοῦ αὖ ἐρωτῶντος τίς ἐστιν αὕτη ἡ σοφία, τίνα ἂν ἀπεκρίνω αὐτὴν εἶναι;
苏格拉底:如果你渴望通过驾驭战车的那种智慧而变得聪明,进而责怪你的父亲,而我再次问你这是什么智慧,你会回答它是什么?
ἆρʼ οὐχὶ ἡνιοχικήν;
难道不是御者术吗?
ΘΕ. ναί.
泰阿格斯:是的。
ΣΩ. ἧς δὲ δὴ νῦν τυγχάνεις ἐπιθυμῶν, πότερον ἀνώνυμός τίς ἐστιν ἢ ἔχει ὄνομα;
苏格拉底:那么,你现在所渴望的,是某种没有名字的智慧,还是有名字的?
ΘΕ. οἶμαι ἔγωγε ἔχειν.
泰阿格斯:我觉得是有名字的。
ΣΩ. πότερον οὖν αὐτὴν μὲν οἶσθα, οὐ μέντοι τό γε ὄνομα, ἢ καὶ τὸ ὄνομα;
苏格拉底:那么,你是知道它本身却不知道名字,还是连名字也知道?
ΘΕ. καὶ τὸ ὄνομα ἔγωγε.
泰阿格斯:我连名字也知道。
ΣΩ. τί οὖν ἔστιν;
苏格拉底:那它是什么?
εἰπέ.
说吧。
ΘΕ. τί δὲ ἄλλο, ὦ Σώκρατες, αὐτῇ ὄνομά τις φαίη ἂν εἶναι ἀλλʼ ἢ σοφίαν;
泰阿格斯:苏格拉底,除了“智慧”以外,人们还能说它有什么别的名字呢?
ΣΩ. οὐκοῦν καὶ ἡ ἡνιοχεία σοφία ἐστίν;
苏格拉底:难道御者术不是一种智慧吗?
ἢ ἀμαθία δοκεῖ σοι εἶναι;
还是你认为它是愚昧?
ΘΕ. οὐκ ἔμοιγε.
泰阿格斯:我不认为它是愚昧。
ΣΩ. ἀλλὰ σοφία;
苏格拉底:而是一种智慧?
ΘΕ. ναί.
泰阿格斯:是的。
ΣΩ. ἧι τί χρώμεθα;
苏格拉底:我们用它来做什么?
οὐχ ᾗ ἵππων ἐπιστάμεθα ζεύγους ἄρχειν;
难道不是我们用它来懂得如何去统治一双马匹吗?
ΘΕ. ναί.
泰阿格斯:是的。
ΣΩ. οὐκοῦν καὶ ἡ κυβερνητικὴ σοφία ἐστίν;
苏格拉底:那么,航海术也是一种智慧吗?
ΘΕ. ἔμοιγε δοκεῖ.
泰阿格斯:我觉得是。
ΣΩ. ἆρʼ οὐχ αὕτη ᾗ πλοίων ἐπιστάμεθα ἄρχειν;
苏格拉底:这难道不是我们用来懂得如何去统治船只的智慧吗?
ΘΕ. αὕτη μὲν οὖν.
泰阿格斯:正是如此。
ΣΩ. ἧς δὲ δὴ σὺ ἐπιθυμεῖς ἡ σοφία τίς ἐστιν;
苏格拉底:那么你所渴望的,是什么智慧?
ᾗ τίνος ἐπιστάμεθα ἄρχειν;
我们用它来懂得统治什么?
ΘΕ. ἐμοὶ μὲν δοκεῖ, ᾗ τῶν ἀνθρώπων.
泰阿格斯:我觉得是,统治人类的智慧。
ΣΩ. μῶν ᾗ τῶν καμνόντων;
苏格拉底:难道是统治病人吗?
ΘΕ. οὐ δῆτα.
泰阿格斯:当然不是。
ΣΩ. ἰατρικὴ γὰρ αὕτη ἐστίν· ἦ γάρ;
苏格拉底:因为那是医术,不是吗?
ΘΕ. ναί.
泰阿格斯:是的。
ΣΩ. ἀλλʼ ᾗ τῶν ᾀδόντων ἐπιστάμεθα ἐν τοῖς χοροῖς ἄρχειν;
苏格拉底:那是我们用来懂得如何去统治合唱团中唱歌的人吗?
ΘΕ. οὔ.
泰阿格斯:不是。
ΣΩ. μουσικὴ γὰρ αὕτη γε;
苏格拉底:因为那是音乐术,对吧?
ΘΕ. πάνυ γε.
泰阿格斯:完全是。
ΣΩ. ἀλλʼ ᾗ τῶν γυμναζομένων ἐπιστάμεθα ἄρχειν;
苏格拉底:那是我们用来懂得统治进行体育锻炼的人吗?
ΘΕ. οὔ.
泰阿格斯:不是。
ΣΩ. γυμναστικὴ γὰρ αὕτη γε;
苏格拉底:因为那是体育术,对吧?
ΘΕ. ναί.
泰阿格斯:是的。
ΣΩ. ἀλλʼ ᾗ τῶν τί ποιούντων;
苏格拉底:那是统治做着什么事的人?
προθυμοῦ εἰπεῖν ὥσπερ ἐγὼ σοὶ τὰ ἔμπροσθεν.
像我刚才为你做的那样,乐意地把它说出来吧。

词汇与语法注释

  1. 123aἧς προσήκει ὑπὲρ σοῦ τὸν πατέρα ἐπιμεληθῆναι — 关系代词 ἧς 的先行词是 τινὸς ἐπιστήμης,由于其后的不定式 ἐπιμεληθῆναι 支配属格,因而使用属格。无人称动词 προσήκει 的主语是整个不定式短语,其中 τὸν πατέρα 作为不定式的属格(带对格的主格)主语。
  2. 123aὡς δὴ οὐκ εἰδὼς οὗ ἐγὼ ἐπιθυμῶ — 连词 ὡς 加上语气词 δή 表示说话者泰阿格斯眼中“仿佛、装作……”的主观意图。关系代词 οὗ 是包含了先行词的属格缩合(相当于 τούτου οὗ),这是因为动词 ἐπιθυμῶ 支配属格。
  3. 123cεἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς ᾗ τὰ ἅρματα κυβερνῶσιν εἶτʼ ἐμέμφου τῷ πατρί — 起让步作用的现在分词 ἐπιθυμῶν(虽然渴望)与连词 εἶτα(却、然而)呼应使用,修饰条件句主句的未完成过去时动词 ἐμέμφου。不定式 εἶναι σοφός 表示目的或结果(“以求变得聪明”),与格关系代词 ᾗ 则在关系从句中表示手段或方法。
  4. 123eἀλλʼ ᾗ τῶν τί ποιούντων; — 这是一个高度省略的疑问句,承接前文 ᾗ τῶν ... ἄρχειν(用来统治……的智慧)的句式结构。疑问代词的宾格 τί 嵌入在表示统治对象的属格分词短语 τῶν ποιούντων 中,意为:“(统治)正在做着什么事的人(的智慧)?”

引用这一段

柏拉图, 塞亚格斯篇 §123. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg017.humanitext-grc2:123

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。