Humanitext Reader

柏拉图 · 竞争对手 §136-137

批判将哲学家比作五项全能者与正义之知

第 3 段,共 4 段 · 希腊语

内容简介

苏格拉底利用对话者将哲学家定义为“次等优秀的五项全能运动员”的观点,反驳指出只要有专业手艺人存在,哲学家就只能是无用且逊色的。随后,他将讨论引向真正的哲学并非对多种技艺的涉猎,而是关乎使对象变好并对其进行管教的“正义”科学。

§136τάχʼ ἂν ἴσως τοιοῦτόν τι λέγοις καὶ τὸ φιλοσοφεῖν ἀπεργάζεσθαι τοὺς ἐπιτηδεύοντας τοῦτο τὸ ἐπιτήδευμα· τῶν μὲν πρώτων εἰς σύνεσιν περὶ τὰς τέχνας ἐλλείπεσθαι, τὰ δευτερεῖα δʼ ἔχοντας τῶν ἄλλων περιεῖναι, καὶ οὕτως γίγνεσθαι περὶ πάντα ὕπακρόν τινα ἄνδρα τὸν πεφιλοσοφηκότα·
“也许你正是想说这样一种意思,即研究哲学对那些追求这一行当的人产生了这样一种作用:在关于技艺的理解上,他们虽然落后于第一流的人,但由于占有第二等位置而超越了其他所有人,从而在一切事情上,研究过哲学的人都成了某种次等优秀的人。
τοιοῦτόν τινά μοι δοκεῖς ἐνδείκνυσθαι.
你似乎向我指的就是这样的人。
καλῶς γέ μοι, ἔφη, ὦ Σώκρατες, φαίνῃ ὑπολαμβάνειν τὰ περὶ τοῦ φιλοσόφου, ἀπεικάσας αὐτὸν τῷ πεντάθλῳ.
” “苏格拉底,”他说,“你通过将哲学家比作五项全能运动员,似乎非常正确地理解了关于哲学家的事。
ἔστιν γὰρ ἀτεχνῶς τοιοῦτος οἷος μὴ δουλεύειν μηδενὶ πράγματι, μηδʼ εἰς τὴν ἀκρίβειαν μηδὲν διαπεπονηκέναι, ὥστε διὰ τὴν τοῦ ἑνὸς τούτου ἐπιμέλειαν τῶν ἄλλων ἁπάντων ἀπολελεῖφθαι, ὥσπερ οἱ δημιουργοί, ἀλλὰ πάντων μετρίως ἐφῆφθαι.
因为他绝对是这样一种人,不当任何单一事物的奴隶,也不把任何事物钻研到极其精确的地步,以至于像那些手艺人一样,因为对这一件事的专注而在所有其他事情上被落下了,而是适度地涉猎了所有事物。
μετὰ ταύτην δὴ τὴν ἀπόκρισιν ἐγὼ προθυμούμενος σαφῶς εἰδέναι ὅτι λέγοι, ἐπυνθανόμην αὐτοῦ τοὺς ἀγαθοὺς πότερον χρησίμους ἢ ἀχρήστους εἶναι ὑπολαμβάνοι.
” 在这一回答之后,我为了想清楚地知道他指的是什么,便向他询问,他认为优秀的人是有用的还是无用的。
χρησίμους δήπου, ὦ Σώκρατες, ἔφη.
“当然是有用的,苏格拉底,”他说。
ἆρʼ οὖν, εἴπερ οἱ ἀγαθοὶ χρήσιμοι, οἱ πονηροὶ ἄχρηστοι;
“那么,既然优秀的人是有用的,那么恶劣的人就是无用的了?
ὡμολόγει.
” 他承认了。
τί δέ;
“那又怎么说呢?
τοὺς φιλοσόφους ἄνδρας χρησίμους ἡγῇ ἢ οὔ;
你认为哲学家们是有用的还是无用的?
ὁ δὲ ὡμολόγει χρησίμους, καὶ πρός γε ἔφη χρησιμωτάτους εἶναι ἡγεῖσθαι.
” 他承认是有用的,而且还说他认为是最有用的。
φέρε δὴ γνῶμεν, εἰ σὺ ἀληθῆ λέγεις, ποῦ καὶ χρήσιμοι ἡμῖν εἰσιν οἱ ὕπακροι οὗτοι; δῆλον γὰρ ὅτι ἑκάστου γε τῶν τὰς τέχνας ἐχόντων φαυλότερός ἐστιν ὁ φιλόσοφος.
“来吧,如果你的话是真的,让我们来看看这些次等优秀的人究竟在什么地方对我们有用;因为显而易见,哲学家在每一门拥有该技艺的人面前都是逊色一等的。
ὡμολόγει.
” 他承认了。
φέρε δὴ σύ, ἦν δʼ ἐγώ, εἰ τύχοις ἢ αὐτὸς ἀσθενήσας ἢ τῶν φίλων τις τῶν σῶν περὶ ὧν σὺ σπουδὴν μεγάλην ἔχεις, πότερον ὑγείαν βουλόμενος κτήσασθαι τὸν ὕπακρον ἐκεῖνον εἰσάγοις ἂν εἰς τὴν οἰκίαν ἢ τὸν ἰατρὸν λάβοις;
“那好,”我说,“假设你自己生病了,或者你非常关心的某个朋友生病了,在希望恢复健康时,你会把那个次等优秀的男士请进屋里,还是会找医生呢?
ἀμφοτέρους ἔγωγʼ ἄν, ἔφη.
” “我两个都会请,”他说。
μή μοι, εἶπον ἐγώ, ἀμφοτέρους λέγε, ἀλλʼ ὁπότερον μᾶλλόν τε καὶ πρότερον.
“你别跟我说两个,”我说,“而是要说更倾向于哪一个,并且更先请哪一个。
οὐδεὶς ἄν, ἔφη, τοῦτό γε ἀμφισβητήσειεν, ὡς οὐχὶ τὸν ἰατρὸν καὶ μᾶλλον καὶ πρότερον.
” “没有人会争辩这一点,”他说,“不会不更倾向于且更先请医生。
τί δʼ;
” “那又怎么说呢?
ἐν νηὶ χειμαζομένῃ ποτέρῳ ἂν μᾶλλον ἐπιτρέποις σαυτόν τε καὶ τὰ σεαυτοῦ, τῷ κυβερνήτῃ ἢ τῷ φιλοσόφῳ;
在遭遇风暴的船上,你会把你自己和你的财物更多地托付给谁,船长还是哲学家?
τῷ κυβερνήτῃ ἔγωγε.
” “就我而言,托付给船长。
οὐκοῦν καὶ τἆλλα πάνθʼ οὕτως, ἕως ἄν τις δημιουργὸς ᾖ, οὐ χρήσιμός ἐστιν ὁ φιλόσοφος;
” “那么在其他所有事情上不也是如此,只要有手艺人在,哲学家就是没有用处的吗?
φαίνεται, ἔφη.
” “看来是这样,”他说。
οὐκοῦν νῦν ἄχρηστός τις ἡμῖν ἐστιν ὁ φιλόσοφος;
“那么现在,哲学家对我们来说是某种无用的东西了?
εἰσὶ γὰρ ἡμῖν ἀεί που δημιουργοί· ὡμολογήσαμεν δὲ τοὺς μὲν ἀγαθοὺς χρησίμους εἶναι, τοὺς δὲ μοχθηροὺς ἀχρήστους.
因为我们身边总是有手艺人;而我们已经同意优秀的人是有用的,而恶劣的人是无用的。
ἠναγκάζετο ὁμολογεῖν.
” 他被迫承认了。
τί οὖν μετὰ τοῦτο;
“那么在这之后该怎么办?
ἔρωμαί σε ἢ ἀγροικότερόν ἐστιν ἐρέσθαι— ἐροῦ ὅτι βούλει.
我是问你呢,还是问你显得有些粗鲁——” “想问什么就问吧。
§137οὐδὲν δή, ἔφην ἐγώ, ζητῶ ἄλλο ἢ ἀνομολογήσασθαι τὰ εἰρημένα.
” “我并不想寻找别的,”我说,“只是想就那些已经说过的话重新达成一致。
ἔχει δέ πως ὡδί.
情况大致是这样的。
ὡμολογήσαμεν καλὸν εἶναι τὴν φιλοσοφίαν καὶ αὐτοὶ φιλόσοφοι εἶναι, τοὺς δὲ φιλοσόφους ἀγαθούς, τοὺς δὲ ἀγαθοὺς χρησίμους, τοὺς δὲ πονηροὺς ἀχρήστους· αὖθις δʼ αὖ τοὺς φιλοσόφους ὡμολογήσαμεν, ἕως ἂν οἱ δημιουργοὶ ὦσιν, ἀχρήστους εἶναι, δημιουργοὺς δὲ ἀεὶ εἶναι.
我们同意哲学是美好的,我们自己也是哲学家,哲学家是优秀的,优秀的是有用的,恶劣的是无用的;另一方面,我们又同意只要有手艺人存在,哲学家就是无用的,而手艺人是一直存在的。
οὐ γὰρ ταῦτα ὡμολόγηται;
难道这些不是已经达成的共识吗?
πάνυ γε, ἦ δʼ ὅς.
” “确实如此,”他说。
ὡμολογοῦμεν ἄρα, ὡς ἔοικε, κατά γε τὸν σὸν λόγον, εἴπερ τὸ φιλοσοφεῖν ἐστι περὶ τὰς τέχνας ἐπιστήμονας εἶναι ὃν σὺ λέγεις τὸν τρόπον, πονηροὺς αὐτοὺς εἶναι καὶ ἀχρήστους, ἕως ἂν ἐν ἀνθρώποις τέχναι ὦσιν.
“那么,根据你的说法,看来我们是在同意:如果研究哲学确实是指像你所说的那样在技艺方面具有知识,那么只要人类中还存在技艺,他们就是恶劣且无用的。
ἀλλὰ μὴ οὐχ οὕτως, ὦ φίλε, ἔχωσι, μηδʼ ᾖ τοῦτο φιλοσοφεῖν, περὶ τὰς τέχνας ἐσπουδακέναι, οὐδὲ πολυπραγμονοῦντα κυπτάζοντα ζῆν οὐδὲ πολυμαθοῦντα, ἀλλʼ ἄλλο τι, ἐπεὶ ἐγὼ ᾤμην καὶ ὄνειδος εἶναι τοῦτο καὶ βαναύσους καλεῖσθαι τοὺς περὶ τὰς τέχνας ἐσπουδακότας.
但是,我的朋友,小心事情并非如此,研究哲学也许并不是指热衷于技艺,也不是多管闲事、探头探脑地生活,也不是博而不精,而是别的什么东西;因为我本来认为这是一种耻辱,那些热衷于技艺的人会被称为卑俗的匠人。
ὧδε δὲ σαφέστερον εἰσόμεθα εἰ ἄρα ἀληθῆ λέγω, ἐὰν τοῦτο ἀποκρίνῃ· τίνες ἵππους ἐπίστανται κολάζειν ὀρθῶς;
如果我们通过你回答这个问题来弄清楚,就会更清楚地知道我所说的是否属实:谁懂得如何正确地管教马匹?
πότερον οἵπερ βελτίστους ποιοῦσιν ἢ ἄλλοι;
是那些能使它们变得最好的人,还是其他人?
οἵπερ βελτίστους.
” “那些能使它们变得最好的人。
τί δέ;
” “那又怎么说呢?
κύνας οὐχ οἳ βελτίστους ἐπίστανται ποιεῖν, οὗτοι καὶ κολάζειν ὀρθῶς ἐπίστανται;
那些懂得如何使狗变得最好的人,不也懂得如何正确地管教它们吗?
ναί.
” “是的。
ἡ αὐτὴ ἄρα τέχνη βελτίστους τε ποιεῖ καὶ κολάζει ὀρθῶς;
” “那么,是同一门技艺既使它们变得最好,又正确地管教它们吗?
φαίνεταί μοι, ἦ δʼ ὅς.
” “在我看来是这样的,”他说。
τί δέ;
“那又怎么说呢?
πότερον ἥπερ βελτίστους τε ποιεῖ καὶ κολάζει ὀρθῶς, ἡ αὐτὴ δὲ καὶ γιγνώσκει τοὺς χρηστοὺς καὶ τοὺς μοχθηρούς, ἢ ἑτέρα τις;
那门既能使它们变得最好、又能正确管教它们的同一门技艺,是否也能识别哪些是优秀的,哪些是恶劣的,还是这是另外一门技艺?
ἡ αὐτή, ἔφη.
” “是同一门,”他说。
ἐθελήσεις οὖν καὶ κατʼ ἀνθρώπους τοῦτο ὁμολογεῖν, ἥπερ βελτίστους ἀνθρώπους ποιεῖ, ταύτην εἶναι καὶ τὴν κολάζουσαν ὀρθῶς καὶ διαγιγνώσκουσαν τοὺς χρηστούς τε καὶ μοχθηρούς;
“那么你是否愿意在人类的事情上也承认这一点:那门使人变得最好的同一门技艺,也是正确管教人并辨别优秀者和恶劣者的技艺?
πάνυ γʼ, ἔφη.
” “确实如此,”他说。
οὐκοῦν καὶ ἥτις ἕνα, καὶ πολλούς, καὶ ἥτις πολλούς, καὶ ἕνα;
“那么识别一个人的,也识别许多人,识别许多人的,也识别一个人?
ναί.
” “是的。
καὶ καθʼ ἵππων δὴ καὶ τῶν ἄλλων ἁπάντων οὕτως;
” “而在马匹和所有其他事情上也是如此吗?
φημί.
” “我说是的。
τίς οὖν ἐστιν ἡ ἐπιστήμη, ἥτις τοὺς ἐν ταῖς πόλεσιν ἀκολασταίνοντας καὶ παρανομοῦντας ὀρθῶς κολάζει;
” “那么,对城邦中那些放荡不羁、违法乱纪的人进行正确惩罚的科学是什么?
οὐχ ἡ δικαστική;
难道不是司法审判技术吗?
ναί.
” “是的。
ἦ ἄλλην οὖν τινα καλεῖς καὶ δικαιοσύνην ἢ ταύτην;
” “你认为正义与这门技术是不同的东西,还是就是这个东西?
οὐκ, ἀλλὰ ταύτην.
” “不,就是这个东西。
οὐκοῦν ᾗπερ κολάζουσιν ὀρθῶς, ταύτῃ καὶ γιγνώσκουσι τοὺς χρηστοὺς καὶ μοχθηρούς;
” “那么,他们是凭借着正确管教人的同一门技术,也同时识别出优秀者和恶劣者的吗?
ταύτῃ.
” “是的。
ὅστις δὲ ἕνα γιγνώσκει, καὶ πολλοὺς γνώσεται;
” “而凡是识别出一个人的,也将认识许多人吗?
ναί.
” “是的。
καὶ ὅστις γε πολλοὺς ἀγνοεῖ, καὶ ἕνα;
” “凡是连许多人都认不清的,也认不清一个人吗?
φημί.
” “我说是的。
εἰ ἄρα ἵππος ὢν ἀγνοοῖ τοὺς χρηστοὺς καὶ πονηροὺς ἵππους, κἂν ἑαυτὸν ἀγνοοῖ ποῖός τίς ἐστιν;
” “那么,如果作为一匹马却认不清优秀和恶劣的马,那么它是否也会认不清自己是一匹什么样的马呢?
φημί.
” “我说是的。
καὶ εἰ βοῦς ὢν ἀγνοοῖ τοὺς πονηροὺς καὶ χρηστοὺς βοῦς, κἂν αὑτὸν ἀγνοοῖ ποῖός τίς ἐστιν;
” “如果作为一头牛却认不清恶劣和优秀的牛,那么它是否也会认不清自己是一头什么样的牛呢?
ναί, ἔφη.
” “是的,”他说。
οὕτω δὴ καὶ εἰ κύων;
“那么,如果是一只狗也是这样吗?
ὡμολόγει.
” 他承认了。

词汇与语法注释

  1. 136aτάχʼ ἂν ἴσως τοιοῦτόν τι λέγοις καὶ τὸ φιλοσοφεῖν ἀπεργάζεσθαι τοὺς ἐπιτηδεύοντας τοῦτο τὸ ἐπιτήδευμα — 这是一个由带有 `ἄν` 的可能性祈愿法 `λέγοις`(由 `τάχα ἴσως` 加强)引导的带对格不定式结构(间接引语)。不定式 `ἀπεργάζεσθαι` 的逻辑主语(对格主语)是 `τὸ φιλοσοφεῖν`,而宾语是 `τοὺς ἐπιτηδεύοντας τοῦτο τὸ ἐπιτήδευμα`。整句结构的意思是“也许你是在说,研究哲学也对追求这一行当的人产生了这样一种作用”。
  2. 136aτῶν μὲν πρώτων εἰς σύνεσιν περὶ τὰς τέχνας ἐλλείπεσθαι — 不定式 `ἐλλείπεσθαι`、`περιεῖναι` 和 `γίγνεσθαι` 是同位(解释性)不定式,用于具体说明前文的 `τοιοῦτόν τι`。此外,`τῶν πρώτων` 是受动词 `ἐλλείπεσθαι`(逊色、落后于)支配的比较(劣后)属格。
  3. 137bἀλλὰ μὴ οὐχ οὕτως, ὦ φίλε, ἔχωσι — 在独立句中,否定小词 `μὴ οὐ`(或仅用 `μή`)后接虚拟语气 `ἔχωσι`(以及 `ᾖ`)的结构。这是一种表示担忧、疑虑或温和否定性断言的习惯用法(“只怕实际情况并非如此吧”、“也许并非如此”)。
  4. 137eεἰ ἄρα ἵππος ὢν ἀγνοοῖ — 这是一个由条件从句中的 `εἰ` + 祈愿法(`ἀγνοοῖ`)以及主句中的 `ἂν` + 祈愿法(`κἂν ... ἀγνοοῖ`)构成的潜在性条件句。分词 `ὢν` 是表示条件(或让步)的状语分词,意为“假使作为一匹马”。

引用这一段

柏拉图, 竞争对手 §136-137. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg016.humanitext-grc2:136-137

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。