§138τί δʼ;
“那又怎么说呢?
ἐπειδὰν ἄνθρωπός τις ὢν ἀγνοῇ τοὺς χρηστοὺς καὶ μοχθηροὺς ἀνθρώπους, ἆρʼ οὐχ αὑτὸν ἀγνοεῖ πότερον χρηστός ἐστιν ἢ πονηρός, ἐπειδὴ καὶ αὐτὸς ἄνθρωπός ἐστιν;
当一个人虽然是人,却认不清优秀和恶劣的人时,既然他自己也是人,难道他不是也认不清自己是优秀的还是恶劣的吗?
συνεχώρει.
” 他同意了。
τὸ δὲ αὑτὸν ἀγνοεῖν σωφρονεῖν ἐστιν ἢ μὴ σωφρονεῖν;
“而认不清自己,是属于有节制,还是属于没有节制?
μὴ σωφρονεῖν.
” “没有节制。
τὸ ἑαυτὸν ἄρα γιγνώσκειν ἐστὶ σωφρονεῖν;
” “那么,认识自己就是有节制了?
φημί, ἔφη.
” “我说是的,”他说。
τοῦτʼ ἄρα, ὡς ἔοικε, τὸ ἐν Δελφοῖς γράμμα παρακελεύεται, σωφροσύνην ἀσκεῖν καὶ δικαιοσύνην.
“那么,看来德尔斐的碑文所劝诫的正是这个,即修习节制和正义。
ἔοικεν.
” “看来是这样。
τῇ αὐτῇ δὲ ταύτῃ καὶ κολάζειν ὀρθῶς ἐπιστάμεθα;
” “而我们也是凭借这门同一的技术,懂得如何正确管教人的吗?
ναί.
” “是的。
οὐκοῦν ᾗ μὲν κολάζειν ὀρθῶς ἐπιστάμεθα, δικαιοσύνη αὕτη ἐστίν, ᾗ δὲ διαγιγνώσκειν καὶ ἑαυτὸν καὶ ἄλλους, σωφροσύνη;
” “那么,我们凭以懂得正确管教人的,这便是正义;而凭以识别自己和他人的,这便是节制?
ἔοικεν, ἔφη.
” “看来是这样,”他说。
ταὐτὸν ἄρα ἐστὶ καὶ δικαιοσύνη καὶ σωφροσύνη;
“那么,正义与节制是同一回事了?
φαίνεται.
” “看来是这样。
καὶ μὴν οὕτω γε καὶ αἱ πόλεις εὖ οἰκοῦνται, ὅταν οἱ ἀδικοῦντες δίκην διδῶσιν.
” “而且,这样一来,当行不义者受到惩罚时,城邦也会治理得很好吧。
ἀληθῆ λέγεις, ἔφη.
” “你说得对,”他说。
καὶ πολιτικὴ ἄρα αὑτή ἐστιν.
“那么这也就是政治技术了。
συνεδόκει.
” 他表示赞同。
τί δὲ ὅταν εἷς ἀνὴρ ὀρθῶς πόλιν διοικῇ, ὄνομά γε τούτῳ οὐ τύραννός τε καὶ βασιλεύς;
“而当一个男人正确地治理城邦时,这个人的名字难道不是既叫僭主又叫国王吗?
φημί.
” “我说是的。
οὐκοῦν βασιλικῇ τε καὶ τυραννικῇ τέχνῃ διοικεῖ;
” “那么他是凭借着国王技术和僭主技术来治理的吗?
οὕτως.
” “是的。
καὶ αὗται ἄρʼ αἱ αὐταὶ τέχναι εἰσὶν ἐκείναις;
” “那么这些技术与刚才那些是相同的技术吗?
φαίνονται.
” “看来是的。
τί δʼ ὅταν εἷς ὢν ἀνὴρ οἰκίαν διοικῇ ὀρθῶς, τί ὄνομα τούτῳ ἐστίν;
” “那当一个男人正确地治理家庭时,这个人的名字叫什么?
οὐκ οἰκονόμος τε καὶ δεσπότης;
难道不是家政管理者和主人吗?
ναί.
” “是的。
πότερον οὖν καὶ οὗτος δικαιοσύνῃ εὖ ἂν τὴν οἰκίαν διοικοῖ ἢ κἄλλῃ τινὶ τέχνῃ;
” “那么这个人也是凭借正义治好家庭的,还是凭借别的什么技术?
δικαιοσύνῃ.
” “凭借正义。
ἔστιν ἄρα ταὐτόν, ὡς ἔοικε, βασιλεύς, τύραννος, πολιτικός, οἰκονόμος, δεσπότης, σώφρων, δίκαιος.
” “那么,看来,国王、僭主、政治家、家政管理者、主人、有节制者、正义者,都是同一回事。
καὶ μία τέχνη ἐστὶν βασιλική, τυραννική, πολιτική, δεσποτική, οἰκονομική, δικαιοσύνη, σωφροσύνη.
而且只有一门技术,它既是国王技术、僭主技术、政治技术、主人技术、家政技术,也是正义和节制。
φαίνεται, ἔφη, οὕτως.
” “看来是这样,”他说。
πότερον οὖν τῷ φιλοσόφῳ, ὅταν μὲν ἰατρὸς περὶ τῶν καμνόντων τι λέγῃ, αἰσχρὸν μήθʼ ἕπεσθαι τοῖς λεγομένοις δύνασθαι μήτε συμβάλλεσθαι μηδὲν περὶ τῶν λεγομένων ἢ πραττομένων, καὶ ὁπόταν ἄλλος τις τῶν δημιουργῶν, ὡσαύτως· ὅταν δὲ δικαστὴς ἢ βασιλεὺς ἢ ἄλλος τις ὧν νυνδὴ διεληλύθαμεν, οὐκ αἰσχρὸν περὶ τούτων μήτε ἕπεσθαι δύνασθαι μήτε συμβάλλεσθαι περὶ αὐτῶν;
“那么,对哲学家来说,当医生谈论病人的时候,如果他既不能跟上所说的话,又不能对所说所做的事情做出任何贡献,当其他任何一个手艺人说话时也是如此,这是可耻的;但当法官、国王或我们刚才列举的其他任何人说话时,在这些事情上如果他也不能跟上,不能做出贡献,这难道不可耻吗?
πῶς δʼ οὐκ αἰσχρόν, ὦ Σώκρατες, περί γε τοσούτων πραγμάτων μηδὲν ἔχειν συμβάλλεσθαι;
” “怎么能不可耻呢,苏格拉底,对这么重大的事情竟然无法做出任何贡献?
πότερον οὖν καὶ περὶ ταῦτα λέγωμεν, ἔφην, πένταθλον αὐτὸν δεῖν εἶναι καὶ ὕπακρον, καὶ ταύτης μὲν τὰ δευτερεῖα ἔχοντα πάντων τὸν φιλόσοφον, καὶ ἀχρεῖον εἶναι ἕως ἂν τούτων τις ᾖ, ἢ πρῶτον μὲν τὴν αὑτοῦ οἰκίαν οὐκ ἄλλῳ ἐπιτρεπτέον οὐδὲ τὰ δευτερεῖα ἐν τούτῳ ἑκτέον, ἀλλʼ αὐτὸν κολαστέον δικάζοντα ὀρθῶς, εἰ μέλλει εὖ οἰκεῖσθαι αὐτοῦ ἡ οἰκία;
” “那么,”我说,“我们是否也要说,哲学家在这些事情上也是个五项全能运动员和次等优秀的人,在所有这些事情中都占有第二等的位置,只要这些专门家中有一个在场,他就是无用的? 还是说,他首先不应将自己的家庭托付给他人,也不应在这件事上占有第二等位置,而是为了让自己的家庭治理得好,他必须自己行使审判,进行正确的管教?
συνεχώρει δή μοι.
” 他同意了我的看法。
§139ἔπειτά γε δήπου ἐάντε οἱ φίλοι αὐτῷ διαίτας ἐπιτρέπωσιν, ἐάντε ἡ πόλις τι προστάττῃ διακρίνειν ἢ δικάζειν, αἰσχρὸν ἐν τούτοις, ὦ ἑταῖρε, δεύτερον φαίνεσθαι ἢ τρίτον καὶ μὴ οὐχ ἡγεῖσθαι;
“其次,无论他的朋友们把调停委托给他,还是城邦命令他裁决或审判某事,我的朋友,在这些事情上如果显得是第二或第三,而不是充当领导者,难道不可耻吗?
δοκεῖ μοι.
” “在我看来是这样。
πολλοῦ ἄρα δεῖ ἡμῖν, ὦ βέλτιστε, τὸ φιλοσοφεῖν πολυμαθία τε εἶναι καὶ ἡ περὶ τὰς τέχνας πραγματεία.
” “那么,我优秀的年轻朋友,研究哲学对我们来说,远远不是博而不精和热衷于技艺。
εἰπόντος δʼ ἐμοῦ ταῦτα ὁ μὲν σοφὸς αἰσχυνθεὶς τοῖς προειρημένοις ἐσίγησεν, ὁ δὲ ἀμαθὴς ἔφη ἐκείνως εἶναι· καὶ οἱ ἄλλοι ἐπῄνεσαν τὰ εἰρημένα.
” 当我说完这些话时,那个“聪明”的人因先前说的话感到羞愧而保持沉默,而那个“无知”的人则说确实如此;其他人也对所说的话表示赞赏。