§134πῶς γὰρ ἄν, ἔφη, ἀπό γε ὀλίγων πόνων τὸ σῶμά τις εὖ ἔχοι;
“因为,怎么能只靠少量的劳苦就使身体处于良好状态呢? ”他问道。
καί μοι ἔδοξεν ἤδη ἐνταῦθα κινητέος εἶναι ὁ φιλογυμναστής, ἵνα μοι βοηθήσῃ διὰ τὴν ἐμπειρίαν τῆς γυμναστικῆς·
此时,我觉得应该在这里让那位体育爱好者动起来,好让他用体育的经验来协助我。
κἄπειτα ἠρόμην αὐτόν, σὺ δὲ δὴ τί σιγᾷς ἡμῖν, ὦ λῷστε, τούτου ταῦτα λέγοντος;
然后我问他:“最亲爱的朋友,这家伙说这些话时,你为什么对我们保持沉默?
ἢ καὶ σοὶ δοκοῦσιν οἱ ἄνθρωποι εὖ τὰ σώματα ἔχειν ἀπὸ τῶν πολλῶν πόνων, ἢ ἀπὸ τῶν μετρίων;
难道你也认为,人们使身体处于良好状态是由于许多辛劳,还是由于适度劳苦?
ἐγὼ μέν, ὦ Σώκρατες, ἔφη, ᾤμην τὸ λεγόμενον δὴ τοῦτο κἂν ὗν γνῶναι ὅτι οἱ μέτριοι πόνοι εὖ ποιοῦσιν ἔχειν τὰ σώματα, πόθεν δὴ οὐχὶ ἄνδρα γε ἄγρυπνόν τε καὶ ἄσιτον καὶ ἀτριβῆ τὸν τράχηλον ἔχοντα καὶ λεπτὸν ὑπὸ μεριμνῶν;
” “苏格拉底,”他说,“我本以为,正如俗话所说,连猪都知道适度的劳苦能使身体处于良好状态,更不用说一个因忧虑而失眠、挨饿、脖子未受摩擦且消瘦的人了?
καὶ αὐτοῦ ταῦτα εἰπόντος ἥσθη τὰ μειράκια καὶ ἐπεγέλασεν, ὁ δʼ ἕτερος ἠρυθρίασε.
”他这话一出口,那些年轻人就十分高兴地笑了起来,而另一个人则满脸通红。
καὶ ἐγὼ εἶπον, τί οὖν; σὺ ἤδη συγχωρεῖς μήτε πολλοὺς μήτε ὀλίγους πόνους εὖ ποιεῖν ἔχειν τὰ σώματα τοὺς ἀνθρώπους, ἀλλὰ τοὺς μετρίους;
我说:“那么,你现在承认,让人们身体处于良好状态的既不是多也不是少的劳苦,而是适度的劳苦吗?
ἢ διαμάχῃ δυοῖν ὄντοιν νῷν περὶ τοῦ λόγου;
还是说,你要在我们两个人面前为这个观点抗争到底?
κἀκεῖνος, πρὸς μὲν τοῦτον, ἔφη, κἂν πάνυ ἡδέως διαγωνισαίμην, καὶ εὖ οἶδʼ ὅτι ἱκανὸς ἂν γενοίμην βοηθῆσαι τῇ ὑποθέσει ἣν ὑπεθέμην, καὶ εἰ ταύτης ἔτι φαυλοτέραν ὑπεθέμην—οὐδὲν γάρ ἐστι—πρὸς μέντοι σὲ οὐδὲν δέομαι παρὰ δόξαν φιλονικεῖν, ἀλλʼ ὁμολογῶ μὴ τὰ πολλὰ ἀλλὰ τὰ μέτρια γυμνάσια τὴν εὐεξίαν ἐμποιεῖν τοῖς ἀνθρώποις.
” 他说:“如果是对付这家伙,我非常乐意一战,而且我确信我能充分维护我提出的假设,哪怕我提出了比这更差的假设(因为他根本微不足道)。 然而,对你,我不想违背自己的信念去争强好胜,我承认,带给人们健康身体的不是过量、而是适度的运动。
τί δὲ τὰ σιτία;
” “那食物呢?
τὰ μέτρια ἢ τὰ πολλά;
是适度的还是过多的?
ἔφην ἐγώ.
”我问。
καὶ τὰ σιτία ὡμολόγει.
他也承认食物也是如此。
ἔτι δὲ κἀγὼ προσηνάγκαζον αὐτὸν ὁμολογεῖν καὶ τἆλλα πάντα τὰ περὶ τὸ σῶμα ὠφελιμώτατα εἶναι τὰ μέτρια ἀλλὰ μὴ τὰ πολλὰ μηδὲ τὰ ὀλίγα· καί μοι ὡμολόγει τὰ μέτρια.
此外,我还强迫他承认,其他所有关于身体的事情,也是既非过多也非过少的适度状态最有益;他向我承认了适度才是好的。
τί δʼ, ἔφην, τὰ περὶ τὴν ψυχήν;
“那么,”我说,“关于灵魂的事情呢?
τὰ μέτρια ὠφελεῖ ἢ τὰ ἄμετρα τῶν προσφερομένων;
在输入给它的东西中,是适度的有益,还是无度的有益?
τὰ μέτρια, ἔφη.
” “适度的,”他说。
οὐκοῦν ἓν τῶν προσφερομένων ψυχῇ ἐστι καὶ τὰ μαθήματα;
“那么,学习不也是输入给灵魂的东西之一吗?
ὡμολόγει.
” 他承认了。
καὶ τούτων ἄρα τὰ μέτρια ὠφελεῖ ἀλλʼ οὐ τὰ πολλά;
“那么,这些东西也是适度的有益,而非过多的有益吗?
συνέφη.
” 他同意了。
τίνα οὖν ἐρόμενοι ἂν δικαίως ἐροίμεθα ὁποῖοι μέτριοι πόνοι καὶ σιτία πρὸς τὸ σῶμά ἐστιν;
“那么,我们要向谁请教,才能正确地问出什么样的劳苦和食物对身体是适度的呢?
ὡμολογοῦμεν μὲν τρεῖς ὄντες, ὅτι ἰατρὸν ἢ παιδοτρίβην.
” 我们三个人一致同意,是医生或体育教练。
τίνα δʼ ἂν περὶ σπερμάτων σπορᾶς ὁπόσον μέτριον;
“那关于播种,多少是适度的该问谁?
καὶ τούτου τὸν γεωργὸν ὡμολογοῦμεν.
” 我们一致同意,这也该问农夫。
τίνα δὲ περὶ μαθημάτων εἰς ψυχὴν φυτεύσεώς τε καὶ σπορᾶς ἐρωτῶντες δικαίως ἂν ἐροίμεθα ὁπόσα καὶ ὁποῖα μέτρια;
“那关于在灵魂中种植和播洒学习,我们要问谁,才能正确地问出多少和什么样的是适度的呢?
§135τοὐντεῦθεν ἤδη ἀπορίας μεστοὶ ἦμεν ἅπαντες·
” 这里,我们所有人都已经陷入了困境。
κἀγὼ προσπαίζων αὐτοὺς ἠρόμην, βούλεσθε, ἔφην, ἐπειδὴ ἡμεῖς ἐν ἀπορίᾳ ἐσμέν, ἐρώμεθα ταυτὶ τὰ μειράκια;
我开玩笑地问他们:“既然我们陷入了困境,你们愿意我们向这些年轻人请教吗?
ἢ ἴσως αἰσχυνόμεθα, ὥσπερ ἔφη τοὺς μνηστῆρας Ὅμηρος, μὴ ἀξιούντων εἶναί τινα ἄλλον ὅστις ἐντενεῖ τὸ τόξον;
还是说,我们也许正如荷马所说的那些求婚者,不容许有别的人来拉开那张弓那样,也感到羞耻呢?
ἐπειδὴ οὖν μοι ἐδόκουν ἀθυμεῖν πρὸς τὸν λόγον, ἄλλῃ ἐπειρώμην σκοπεῖν, καὶ εἶπον, ποῖα δὲ μάλιστα ἄττα τοπάζομεν εἶναι τῶν μαθημάτων ἃ δεῖ τὸν φιλοσοφοῦντα μανθάνειν, ἐπειδὴ οὐχὶ πάντα οὐδὲ πολλά;
” 既然他们看起来对这个论点感到气馁,我就尝试用另一种方式来探讨,说道:“既然既不是全部也不是许多,那么我们推测,研究哲学的人必须学习的学习内容,主要是什么样的呢?
ὑπολαβὼν οὖν ὁ σοφώτερος εἶπεν ὅτι κάλλιστα ταῦτʼ εἴη τῶν μαθημάτων καὶ προσήκοντα ἀφʼ ὧν ἂν πλείστην δόξαν ἔχοι τις εἰς φιλοσοφίαν·
” 于是那个较聪明的人接话道:“最美好且最适合的学习,便是那些能让人在哲学上获得最高名声的学习。
πλείστην δʼ ἂν ἔχοι δόξαν, εἰ δοκοίη τῶν τεχνῶν ἔμπειρος εἶναι πασῶν, εἰ δὲ μή, ὡς πλείστων γε καὶ μάλιστα τῶν ἀξιολόγων, μαθὼν αὐτῶν ταῦτα ἃ προσήκει τοῖς ἐλευθέροις μαθεῖν, ὅσα συνέσεως ἔχεται, μὴ ὅσα χειρουργίας.
如果一个人显得精通所有的技艺,或者如果做不到,就显得精通尽可能多的、尤其是值得注意的技艺,那么他就会获得最高的名声,只要他学习了这些技艺中适合自由人学习的部分——即属于理解范围的,而非属于手艺范围的。
ἆρʼ οὖν οὕτω λέγεις, ἔφην ἐγώ, ὥσπερ ἐν τῇ τεκτονικῇ;
” “那么,你是指像木工行业中的情况那样吗?
καὶ γὰρ ἐκεῖ τέκτονα μὲν ἂν πρίαιο πέντε ἢ ἓξ μνῶν, ἄκρον ἀρχιτέκτονα δὲ οὐδʼ ἂν μυρίων δραχμῶν·
”我说。
ὀλίγοι γε μὴν κἂν ἐν πᾶσι τοῖς Ἕλλησι γίγνοιντο.
“因为在木工行当里,你花五个或六个米纳就能买到一个木匠,但一个杰出的建筑师,哪怕花一万德拉克马也买不到;事实上,在整个希腊,这样的人也很少。
ἆρα μή τι τοιοῦτον λέγεις;
你是说这种事情吗?
καὶ ὃς ἀκούσας μου συνεχώρει καὶ αὐτὸς λέγειν τοιοῦτον.
”他听了我的话,承认自己说的就是这种事。
ἠρόμην δʼ αὐτὸν εἰ οὐκ ἀδύνατον εἴη δύο μόνας τέχνας οὕτω μαθεῖν τὸν αὐτόν, μὴ ὅτι πολλὰς καὶ μεγάλας·
我问他,同一个人以这种方式学习哪怕仅仅两门技艺是否都是不可能的,更不用说许多且重大的技艺了。
ὁ δέ, μὴ οὕτως μου, ἔφη, ὑπολάβῃς, ὦ Σώκρατες, ὡς λέγοντος ὅτι δεῖ ἑκάστην τῶν τεχνῶν τὸν φιλοσοφοῦντα ἐπίστασθαι ἀκριβῶς ὥσπερ αὐτὸν τὸν τὴν τέχνην ἔχοντα, ἀλλʼ ὡς εἰκὸς ἄνδρα ἐλεύθερόν τε καὶ πεπαιδευμένον, ἐπακολουθῆσαί τε τοῖς λεγομένοις ὑπὸ τοῦ δημιουργοῦ οἷόν τʼ εἶναι διαφερόντως τῶν παρόντων, καὶ αὐτὸν ξυμβάλλεσθαι γνώμην, ὥστε δοκεῖν χαριέστατον εἶναι καὶ σοφώτατον τῶν ἀεὶ παρόντων ἐν τοῖς λεγομένοις τε καὶ πραττομένοις περὶ τὰς τέχνας.
他说:“苏格拉底,请不要误会我的意思,以为我是说研究哲学的人必须像拥有该技艺的人自己一样,精确地掌握每一门技艺,而是应该像适合一个自由且受过教育的人那样,能够比在场的人更出色地理解手艺人所说的话,并且自己也能提出见解,从而在关于这些技艺的言行中,显得在任何时候都比在座的所有人都更优雅、更聪明。
κἀγώ, ἔτι γὰρ αὐτοῦ ἠμφεγνόουν τὸν λόγον ὅτι ἐβούλετο, ἆρʼ ἐννοῶ, ἔφην, οἷον λέγεις τὸν φιλόσοφον ἄνδρα;
” 由于我仍对他论点背后的真实意图感到不确定,便说: “那么,我是否已经理解了你所谓的哲学家是怎样的人呢?
δοκεῖς γάρ μοι λέγειν οἷοι ἐν τῇ ἀγωνίᾳ εἰσὶν οἱ πένταθλοι πρὸς τοὺς δρομέας ἢ τοὺς παλαιστάς.
因为你似乎在用体育比赛中五项全能运动员与短跑运动员或摔跤运动员的关系来形容他。
καὶ γὰρ ἐκεῖνοι τούτων μὲν λείπονται κατὰ τὰ τούτων ἆθλα καὶ δεύτεροί εἰσι πρὸς τούτους, τῶν δʼ ἄλλων ἀθλητῶν πρῶτοι καὶ νικῶσιν αὐτούς.
因为那些人在各人专属的比赛项目中确实落后于他们,对他们来说只能排在第二位,但在其他运动员中却是第一位的,并能战胜他们。 ”