Humanitext Reader

柏拉图 · 希帕库斯篇 §231-232

作为善的利益与所有人对利得的追求

第 4 段,共 4 段 · 希腊语

内容简介

苏格拉底与同伴探讨了利益的本质,得出利益必须包含“价值”与“有用性”,即利益与“善”等同的结论。因此他们达成一致,所有的利益都是好的,而既然所有人都渴望好的东西,所有人就都是爱利者,从而不应以此来指责他人。

§231ΣΩ. καὶ περὶ ποτοῦ οὖν ὁ αὐτὸς ἂν τρόπος εἴη τῆς ἀποκρίσεως, ὅτι τῇ τοῦ σώματος ὑγρᾷ τροφῇ, ἐάντε χρηστὴ ἐάντε πονηρὰ ᾖ, τοῦτο τὸ ὄνομά ἐστι, ποτόν·
苏格拉底:那么,对于饮料,也应该有同样的回答方式:即对于身体的液体营养物,无论它是好的还是坏的,都有这个名字,即‘饮料’;其他事物也是如此。
καὶ τοῖς ἄλλοις ὡσαύτως. πειρῶ οὖν καὶ σὺ ἐμὲ μιμεῖσθαι οὕτως ἀποκρινόμενον.
因此,你也要试着模仿我这样回答。
τὸ χρηστὸν κέρδος καὶ τὸ πονηρὸν κέρδος κέρδος φῂς ἀμφότερον εἶναι τί τὸ αὐτὸ ἐν αὐτοῖς ὁρῶν, ὅτι δὴ καὶ τοῦτο κέρδος ἐστίν;
你既然说优秀的利益和邪恶的利益两者都是利益,那么你是在它们之中看到了什么相同的东西,才说这确实也是利益的呢?
εἰ δʼ αὖ μὴ αὐτὸς ἔχεις ἀποκρίνασθαι, ἀλλʼ ἐμοῦ λέγοντος σκόπει· ἆρα κέρδος λέγεις πᾶν κτῆμα ὃ ἄν τις κτήσηται ἢ μηδὲν ἀναλώσας, ἢ ἔλαττον ἀναλώσας πλέον λάβῃ;
如果反过来你无法自己回答,那就听我说并考虑一下:你是否将任何人无需任何花费而获得、或者花费较少而得到较多的任何财产,都称为利益?
ΕΤ. ἔμοιγε δοκῶ τοῦτο καλεῖν κέρδος.
友:在我看来,我似乎正是把这称为利益。
ΣΩ. ἆρα καὶ τὰ τοιάδε λέγεις, ἐάν τις ἑστιαθείς, μηδὲν ἀναλώσας ἀλλʼ εὐωχηθείς, νόσον κτήσηται;
苏格拉底:那么这样也是吗,如果有人参加宴会,没有任何花费而饱餐一顿,却染上了疾病?
ΕΤ. μὰ Δίʼ οὐκ ἔγωγε.
友:凭宙斯发誓,我绝不这么说。
ΣΩ. Ὑγίειαν δὲ κτησάμενος ἀπὸ ἑστιάσεως κέρδος ἂν κτήσαιτο ἢ ζημίαν;
苏格拉底:但是如果从宴会中获得了健康,他是获得了利益还是遭受了损失?
ΕΤ. κέρδος.
友:利益。
ΣΩ. οὐκ ἄρα τοῦτό γέ ἐστι κέρδος, τὸ ὁτιοῦν κτῆμα κτήσασθαι.
苏格拉底:那么,获得任何一种财产,这并不就是利益。
ΕΤ. οὐ μέντοι.
友:确实不是。
ΣΩ. πότερον οὔκ, ἐὰν κακόν;
苏格拉底:是因为如果它是坏的,就不是利益吗?
ἢ οὐδʼ ἂν ἀγαθὸν ὁτιοῦν κτήσηται, οὐ κέρδος κτήσεται;
还是说,只要他获得任何好的东西,不就是获得了利益吗?
ΕΤ. φαίνεται, ἐάν γε ἀγαθόν.
友:如果确实是好的,那看来是这样。
ΣΩ. ἐὰν δὲ κακόν, οὐ ζημίαν κτήσεται;
苏格拉底:但如果是坏的,他难道不是蒙受了损失吗?
ΕΤ. ἔμοιγε δοκεῖ.
友:在我看来是这样。
ΣΩ. ὁρᾷς οὖν ὡς πάλιν αὖ περιτρέχεις εἰς τὸ αὐτό;
苏格拉底:那么,你是否看到自己又绕回到了同一个地方?
τὸ μὲν κέρδος ἀγαθὸν φαίνεται, ἡ δὲ ζημία κακόν.
即利益看来是好的,而损失是坏的。
ΕΤ. ἀπορῶ ἔγωγε ὅτι εἴπω.
友:我真的不知道该说什么了。
ΣΩ. οὐκ ἀδίκως γε σὺ ἀπορῶν. ἔτι γὰρ καὶ τόδε ἀπόκριναι·
苏格拉底:你感到困惑也并非没有道理。
ἐάν τις ἔλαττον ἀναλώσας πλέον κτήσηται, φῂς κέρδος εἶναι;
那么,请再回答这一个问题:如果有人花费较少而获得较多,你说这是利益吗?
ΕΤ. οὔτι κακόν γε λέγω, ἀλλʼ ἐὰν χρυσίον ἢ ἀργύριον ἔλαττον ἀναλώσας πλέον λάβῃ.
友:我绝不是指坏事,而是指如果有人花费较少的金或银,却得到了较多的。
ΣΩ. καὶ ἐγὼ μέλλω τοῦτο ἐρήσεσθαι.
苏格拉底:我也正准备问这个。
φέρε γάρ, ἐάν τις χρυσίου σταθμὸν ἥμισυν ἀναλώσας διπλάσιον λάβῃ ἀργυρίου, κέρδος ἢ ζημίαν εἴληφεν;
且来看,如果有人花费了半个重量单位的金子,却得到了双倍分量的银子,他是得到了利益还是蒙受了损失?
ΕΤ. ζημίαν δήπου, ὦ Σώκρατες·
友:当然是损失,苏格拉底。
ἀντὶ δωδεκαστασίου γὰρ διστάσιον αὐτῷ καθίσταται τὸ χρυσίον.
因为金子本是十二倍价值,而他换回来的只相当于两倍价值。
ΣΩ. καὶ μὴν πλέον γʼ εἴληφεν· ἢ οὐ πλέον ἐστὶ τὸ διπλάσιον τοῦ ἡμίσεος;
苏格拉底:然而他确实得到了更多;难道双倍不比半数多吗?
ΕΤ. οὔτι τῇ ἀξίᾳ γε ἀργύριον χρυσίου.
友:就价值而言,银子绝比不上金子。
ΣΩ. δεῖ ἄρα, ὡς ἔοικε, τῷ κέρδει τοῦτο προσεῖναι, τὴν ἀξίαν.
苏格拉底:那么看来,利益中必须包含这个,即“价值”。
νῦν γοῦν τὸ μὲν ἀργύριον πλέον ὂν τοῦ χρυσίου οὐ φῂς ἄξιον εἶναι, τὸ δὲ χρυσίον ἔλαττον ὂν ἄξιον φῂς εἶναι.
至少现在,你认为银子虽然比金子多,却不值钱,而金子虽然较少,却是有价值的。
ΕΤ. σφόδρα· ἔχει γὰρ οὕτως.
友:非常对,因为事实正是如此。
ΣΩ. τὸ μὲν ἄξιον ἄρα κερδαλέον ἐστίν, ἐάντε σμικρὸν ᾖ ἐάντε μέγα, τὸ δὲ ἀνάξιον ἀκερδές.
苏格拉底:因此,有价值的东西就是有利的,无论它是小是大,而没有价值的东西则是无利的。
ΕΤ. ναί.
友:是的。
ΣΩ. τὸ δὲ ἄξιον λέγεις ἄξιον εἶναι ἄλλο τι ἢ κεκτῆσθαι;
苏格拉底:而你所说的“有价值”,难道是指值得拥有的其他什么东西吗? 还是指值得拥有?
ΕΤ. ναί, κεκτῆσθαι.
友:是的,指值得拥有。
ΣΩ. τὸ δὲ ἄξιον αὖ λέγεις κεκτῆσθαι τὸ ἀνωφελὲς ἢ τὸ ὠφέλιμον;
苏格拉底:那么,你所说值得拥有的东西,是指无用的还是有用的?
ΕΤ. τὸ ὠφέλιμον δήπου.
友:当然是有用的。
§232ΣΩ. οὐκοῦν τὸ ὠφέλιμον ἀγαθόν ἐστιν;
苏格拉底:那么,有用的东西就是好的了?
ΕΤ. ναί.
友:是的。
ΣΩ. οὐκοῦν, ὦ ἀνδρειότατε πάντων, οὐ τὸ κερδαλέον ἀγαθὸν αὖ πάλιν τρίτον ἢ τέταρτον ἥκει ἡμῖν ὁμολογούμενον;
苏格拉底:那么,世上最勇敢的人啊,有利益的东西是好的这一点,岂不是已经第三次或第四次成为我们一致同意的结论了吗?
ΕΤ. ἔοικεν.
友:看来是这样。
ΣΩ. μνημονεύεις οὖν ὅθεν ἡμῖν οὗτος ὁ λόγος γέγονεν;
苏格拉底:那你还记得,我们的这场讨论是从哪里开始的吗?
ΕΤ. οἶμαί γε.
友:我想我是记得的。
ΣΩ. εἰ δὲ μή, ἐγώ σε ὑπομνήσω.
苏格拉底:如果记不得,我会提醒你。
ἠμφεσβήτησάς μοι τοὺς ἀγαθοὺς μὴ πάντα τὰ κέρδη βούλεσθαι κερδαίνειν, ἀλλὰ τῶν κερδῶν τἀγαθά, τὰ δὲ πονηρὰ μή.
你曾向我反驳说,好人并不想获取所有的利益,而只想获取利益中好的那部分,而不想获取坏的那部分。
ΕΤ. ναίχι.
友:是的,确实如此。
ΣΩ. οὐκοῦν νῦν πάντα τὰ κέρδη ὁ λόγος ἡμᾶς ἠνάγκακε καὶ σμικρὰ καὶ μεγάλα ὁμολογεῖν ἀγαθὰ εἶναι;
苏格拉底:那么,现在的论证岂不是已经迫使我们同意,所有的利益,不论是大是小,都是好的吗?
ΕΤ. ἠνάγκακε γάρ, ὦ Σώκρατες, μᾶλλον ἐμέ γε ἢ πέπεικεν.
友:苏格拉底,它确实迫使我同意了,但这与其说是说服了我,不如说是强迫了我。
ΣΩ. ἀλλʼ ἴσως μετὰ τοῦτο καὶ πείσειεν ἄν·
苏格拉底:但也许在这之后它也会说服你。
νῦν δʼ οὖν, εἴτε πέπεισαι εἴτε ὁπωσδὴ ἔχεις, σύμφῃς γοῦν ἡμῖν πάντα τὰ κέρδη ἀγαθὰ εἶναι, καὶ σμικρὰ καὶ μεγάλα.
不过无论如何,不管你是否被说服,或者无论你的状况如何,你至少同意了我们:所有的利益,不论是大是小,都是好的。
ΕΤ. ὁμολογῶ γὰρ οὖν.
友:我的确同意。
ΣΩ. τοὺς δὲ χρηστοὺς ἀνθρώπους βούλεσθαι τἀγαθὰ ὁμολογεῖς ἅπαντα ἅπαντας·
苏格拉底:那么你是否同意,所有优秀的人都渴望所有好的东西?
ἢ οὔ;
还是不同意?
ΕΤ. ὁμολογῶ.
友:我同意。
ΣΩ. ἀλλὰ μὲν δὴ τούς γε πονηροὺς αὐτὸς εἶπες ὅτι καὶ σμικρὰ καὶ μεγάλα κέρδη φιλοῦσιν.
苏格拉底:但是你刚才自己也说过,邪恶的人既喜爱小的利益也喜爱大的利益。
ΕΤ. εἶπον.
友:我说过。
ΣΩ. οὐκοῦν κατὰ τὸν σὸν λόγον πάντες ἄνθρωποι φιλοκερδεῖς ἂν εἶεν, καὶ οἱ χρηστοὶ καὶ οἱ πονηροί.
苏格拉底:那么,根据你的说法,所有的人都会是爱利之人,无论是优秀的还是邪恶的人。
ΕΤ. φαίνεται.
友:看来是这样。
ΣΩ. οὐκ ἄρα ὀρθῶς ὀνειδίζει, εἴ τίς τῳ ὀνειδίζει φιλοκερδεῖ εἶναι·
苏格拉底:因此,如果有人责备某人爱利,这种责备是不正确的。
τυγχάνει γὰρ καὶ ὁ ταῦτα ὀνειδίζων αὐτὸς τοιοῦτος ὤν.
因为即使是提出这种责备的人自己,实际上也正是这样的人。

词汇与语法注释

  1. 231aὅτι δὴ καὶ τοῦτο κέρδος ἐστίν — 连词 ὅτι 引导一个解释性从句,用以补充说明前文的疑问句“τί τὸ αὐτὸ ἐν αὐτοῖς ὁρῶν”(在它们之中看到了什么相同的东西),阐明将此事物同样称作“利益”的依据。
  2. 231dἀντὶ δωδεκαστασίου γὰρ διστάσιον — 该表达基于古典时期雅典金银12:1的价值比例。δωδεκαστάσιος 意为“十二倍(价值)的”,διστάσιος 意为“双倍(重量)的”。此处解释了为什么花费半份黄金换回双倍重量的银子仍是巨大的“损失”:因为双倍重量的银子实际上只有原本黄金价值的六分之一。
  3. 231eἄλλο τι ἢ — 该惯用语相当于拉丁语中的 *nonne*,用于引导一个期待肯定回答的反问句,意为“难道不就是……吗”或“除了……还能是别的吗”。

引用这一段

柏拉图, 希帕库斯篇 §231-232. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg015.humanitext-grc2:231-232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。