§227ΕΤ. ἔγωγε.
友:是的。
ΣΩ. ἔστιν οὖν ὅτῳ ἀγαθόν ἐστι ζημιοῦσθαι;
苏格拉底:那么,有谁觉得蒙受损失是一件好事吗?
ΕΤ. οὐδενί.
友:没有。
ΣΩ. ἀλλὰ κακόν;
苏格拉底:那是一件坏事吗?
ΕΤ. ναί.
友:是的。
ΣΩ. βλάπτονται ὑπὸ τῆς ζημίας ἄρα ἄνθρωποι.
苏格拉底:因此,人们因损失而受到伤害。
ΕΤ. βλάπτονται.
友:受到伤害。
ΣΩ. κακὸν ἄρα ἡ ζημία.
苏格拉底:那么,损失是一件坏事。
ΕΤ. ναί.
友:是的。
ΣΩ. ἐναντίον δὲ τῇ ζημίᾳ τὸ κέρδος.
苏格拉底:而利益是损失的相反面。
ΕΤ. ἐναντίον.
友:相反。
ΣΩ. ἀγαθὸν ἄρα τὸ κέρδος.
苏格拉底:那么,利益是一件好事。
ΕΤ. ναί.
友:是的。
ΣΩ. τοὺς οὖν τὸ ἀγαθὸν φιλοῦντας φιλοκερδεῖς καλεῖς.
苏格拉底:那么,你把那些喜爱善的人称为“贪图利益者”了。
ΕΤ. ἔοικεν.
友:似乎是这样。
ΣΩ. οὐ μανικούς γε, ὦ ἑταῖρε, λέγεις τοὺς φιλοκερδεῖς.
苏格拉底:我的朋友,你当然不是说贪图利益的人是疯子。
ἀλλὰ σὺ αὐτὸς πότερον φιλεῖς ὃ ἂν ἀγαθὸν ᾖ, ἢ οὐ φιλεῖς;
但是,你自己在面对哪怕是善的事物时,是喜爱它还是不喜爱它?
ΕΤ. ἔγωγε.
友:我喜爱。
ΣΩ. ἔστι δέ τι ἀγαθόν, ὃ οὐ φιλεῖς, ἀλλὰ κακόν;
苏格拉底:那有没有什么善,是你并不喜爱、反而认为它是恶的?
ΕΤ. μὰ Δίʼ οὐκ ἔγωγε.
友:凭 Zeus 发誓,我没有!
ΣΩ. ἀλλὰ πάντα τὰ ἀγαθὰ ἴσως φιλεῖς.
苏格拉底:那么,你也许喜爱所有善的事物。
ΕΤ. ναί.
友:是的。
ΣΩ. ἐροῦ δὴ καὶ ἐμὲ εἰ οὐ καὶ ἐγώ·
苏格拉底:那么,你也来问问我是不是也这样。
ὁμολογήσω γὰρ καὶ ἐγώ σοι φιλεῖν τἀγαθά.
因为我也会向你承认我喜爱善的事物。
ἀλλὰ πρὸς ἐμοὶ καὶ σοὶ οἱ ἄλλοι ἄνθρωποι ἅπαντες οὐ δοκοῦσί σοι τἀγαθὰ φιλεῖν, τὰ δὲ κακὰ μισεῖν;
但是除了我和你之外,你觉得其他所有的人不也是喜爱善的事物、憎恨恶的事物吗?
ΕΤ. ἔμοιγε φαίνεται.
友:在我看来确实如此。
ΣΩ. τὸ δὲ κέρδος ἀγαθὸν ὡμολογήσαμεν;
苏格拉底:而我们已经同意了利益是善,对吗?
ΕΤ. ναί.
友:是的。
ΣΩ. πάντες αὖ φιλοκερδεῖς φαίνονται τοῦτον τὸν τρόπον· ὃν δὲ τὸ πρότερον ἐλέγομεν, οὐδεὶς ἦν φιλοκερδής.
苏格拉底:这样一来,所有人似乎都是贪图利益者;而按照我们之前所说的那种方式,却没有一个是贪图利益者。
ποτέρῳ οὖν ἄν τις τῷ λόγῳ χρώμενος οὐκ ἂν ἐξαμαρτάνοι;
那么,采用这两种论点之中的哪一个,人才不会犯错呢?
ΕΤ. εἴ τις, ὦ Σώκρατες οἶμαι ὀρθῶς λαμβάνοι τὸν φιλοκερδῆ.
友:苏格拉底,我认为,如果人能正确地去界定“贪图利益者”(就不会犯错)。
ὀρθῶς δʼ ἐστὶ τοῦτον ἡγεῖσθαι φιλοκερδῆ, ὃς ἂν σπουδάζῃ ἐπὶ τούτοις καὶ ἀξιοῖ κερδαίνειν ἀπʼ αὐτῶν, ἀφʼ ὧν οἱ χρηστοὶ οὐ τολμῶσι κερδαίνειν.
而正确地将某人视为贪图利益者,应当是指那些对优秀的人不敢从中获取利益的事物热心,并企图从中获利的人。
ΣΩ. ἀλλʼ ὁρᾷς, ὦ γλυκύτατε, τὸ κερδαίνειν ἄρτι ὡμολογήσαμεν εἶναι ὠφελεῖσθαι.
苏格拉底:但是你看,我亲爱的朋友,我们刚才已经同意,获取利益就是得到益处。
ΕΤ. τί οὖν δὴ τοῦτο;
友:那么,这又怎么样呢?
ΣΩ. ὅτι καὶ τόδε αὐτῷ προσωμολογήσαμεν, βούλεσθαι τὰ ἀγαθὰ πάντας καὶ ἀεί.
苏格拉底:因为除此以外,我们还共同同意了这一点:所有人在任何时候都想要善的事物。
ΕΤ. ναί.
友:是的。
ΣΩ. οὐκοῦν καὶ οἱ ἀγαθοὶ πάντα τὰ κέρδη βούλονται ἔχειν, εἴπερ ἀγαθά γέ ἐστιν.
苏格拉底:所以,如果利益确实是善的,那么优秀的人也会想要获得所有的利益。
ΕΤ. οὐκ ἀφʼ ὧν γε μέλλουσιν, ὦ Σώκρατες, βλαβήσεσθαι τῶν κερδῶν.
友:苏格拉底,决不是从那些会使他们遭受伤害的利益中去获取。
ΣΩ. βλαβήσεσθαι δὲ λέγεις ζημιώσεσθαι ἢ ἄλλο τι;
苏格拉底:你所说的“遭受伤害”,是指“蒙受损失”,还是别的什么?
ΕΤ. οὔκ, ἀλλὰ ζημιώσεσθαι λέγω.
友:不,我的意思是“蒙受损失”。
ΣΩ. ὑπὸ τοῦ κέρδους οὖν ζημιοῦνται ἢ ὑπὸ τῆς ζημίας ἄνθρωποι;
苏格拉底:那么,人们是因利益而蒙受损失,还是因损失而蒙受损失?
ΕΤ. ὑπὸ ἀμφοτέρων·
友:两者皆有。
καὶ γὰρ ὑπὸ τῆς ζημίας ζημιοῦνται καὶ ὑπὸ τοῦ κέρδους τοῦ πονηροῦ.
因为他们既因损失而蒙受损失,也因邪恶的利益而蒙受损失。
ΣΩ. ἦ δοκεῖ οὖν τί σοι χρηστὸν καὶ ἀγαθὸν πρᾶγμα πονηρὸν εἶναι;
苏格拉底:那么,你真的认为任何有用且善的事物会是邪恶的吗?
ΕΤ. οὐκ ἔμοιγε.
友:我不这么认为。
§228ΣΩ. οὐκοῦν ὡμολογήσαμεν ὀλίγον πρότερον τὸ κέρδος τῇ ζημίᾳ κακῷ ὄντι ἐναντίον εἶναι;
苏格拉底:那么,我们刚才不久前是不是同意了利益是损失的相反面,而损失是件坏事?
ΕΤ. φημί.
友:我是同意了。
ΣΩ. ἐναντίον δὲ ὂν κακῷ ἀγαθὸν εἶναι;
苏格拉底:那么,作为坏事的相反面,它就是一件好事吗?
ΕΤ. ὡμολογήσαμεν γάρ.
友:是的,因为我们同意了。
ΣΩ. ὁρᾷς οὖν, ἐπιχειρεῖς με ἐξαπατᾶν, ἐπίτηδες ἐναντία λέγων οἷς ἄρτι ὡμολογήσαμεν.
苏格拉底:那么你看到了吧,你正试图欺骗我,故意说出与我们刚才同意的事情相反的话。
ΕΤ. οὐ μὰ Δία, ὦ Σώκρατες, ἀλλὰ τοὐναντίον σύ με ἐξαπατᾷς καὶ οὐκ οἶδα ὅπῃ ἐν τοῖς λόγοις ἄνω καὶ κάτω στρέφεις.
友:凭 Zeus 发誓,绝没有,苏格拉底! 相反,是你一直在欺骗我,我不知道你怎么在论证中把我弄得颠来倒去。
ΣΩ. εὐφήμει·
苏格拉底:别说不吉利的话!
οὐ μεντἂν καλῶς ποιοίην οὐ πειθόμενος ἀνδρὶ ἀγαθῷ καὶ σοφῷ.
如果我不听从一位优秀且智慧的人,那我绝对不是在做好事。
ΕΤ. τίνι τούτῳ;
友:这人是谁?
καὶ τί μάλιστα;
为什么这么说?
ΣΩ. πολίτῃ μὲν ἐμῷ τε καὶ σῷ, Πεισιστράτου δὲ ὑεῖ τοῦ ἐκ Φιλαϊδῶν, Ἱππάρχῳ, ὃς τῶν Πεισιστράτου παίδων ἦν πρεσβύτατος καὶ σοφώτατος, ὃς ἄλλα τε πολλὰ καὶ καλὰ ἔργα σοφίας ἀπεδείξατο, καὶ τὰ Ὁμήρου ἔπη πρῶτος ἐκόμισεν εἰς τὴν γῆν ταυτηνί, καὶ ἠνάγκασε τοὺς ῥαψῳδοὺς Παναθηναίοις ἐξ ὑπολήψεως ἐφεξῆς αὐτὰ διιέναι, ὥσπερ νῦν ἔτι οἵδε ποιοῦσιν, καὶ ἐπʼ Ἀνακρέοντα τὸν Τήιον πεντηκόντορον στείλας ἐκόμισεν εἰς τὴν πόλιν, Σιμωνίδην δὲ τὸν Κεῖον ἀεὶ περὶ αὑτὸν εἶχεν, μεγάλοις μισθοῖς καὶ δώροις πείθων·
苏格拉底:是你和我的同胞,即菲莱达伊区的庇西特拉图之子希帕库斯。
ταῦτα δʼ ἐποίει βουλόμενος παιδεύειν τοὺς πολίτας, ἵνʼ ὡς βελτίστων ὄντων αὐτῶν ἄρχοι, οὐκ οἰόμενος δεῖν οὐδενὶ σοφίας φθονεῖν, ἅτε ὢν καλός τε κἀγαθός.
他是庇西特拉图的诸子中最年长且最聪慧的一位,他展现了许多其他优美卓越的智慧成果,并且是第一个将荷马的史诗带到这片土地上的人。 他还强迫在泛雅典娜节上的说唱艺人们按先后顺序,依次接续着诵读这些史诗,正如现在这些人依然在做的那样。 他曾派出一艘五十桨战船去接德翁的阿那克里翁到城里来,并且总是把基奥斯的西摩尼得斯留在身边,用丰厚的报酬和礼物说服他。 他做这些,是因为他希望教育公民,以便统治那些尽可能优秀的公民。 因为他自己是一个高尚和善良的人,认为不该对任何人吝啬智慧。
ἐπειδὴ δὲ αὐτῷ οἱ περὶ τὸ ἄστυ τῶν πολιτῶν πεπαιδευμένοι ἦσαν καὶ ἐθαύμαζον αὐτὸν ἐπὶ σοφίᾳ, ἐπιβουλεύων αὖ τοὺς ἐν τοῖς ἀγροῖς παιδεῦσαι ἔστησεν αὐτοῖς Ἑρμᾶς κατὰ τὰς ὁδοὺς ἐν μέσῳ τοῦ ἄστεος καὶ τῶν δήμων ἑκάστων, κἄπειτα τῆς σοφίας τῆς αὑτοῦ, ἥν τʼ ἔμαθεν καὶ ἣν αὐτὸς ἐξηῦρεν, ἐκλεξάμενος ἃ ἡγεῖτο σοφώτατα εἶναι, ταῦτα αὐτὸς ἐντείνας εἰς ἐλεγεῖον αὑτοῦ ποιήματα καὶ ἐπιδείγματα τῆς σοφίας ἐπέγραψεν, ἵνα πρῶτον μὲν τὰ ἐν Δελφοῖς γράμματα τὰ σοφὰ ταῦτα μὴ θαυμάζοιεν οἱ πολῖται αὐτοῦ, τό τε
"γνῶθι σαυτόν"
καὶ τὸ
"μηδὲν ἄγαν"
καὶ τἆλλα τὰ τοιαῦτα, ἀλλὰ τὰ Ἱππάρχου ῥήματα μᾶλλον σοφὰ ἡγοῖντο, ἔπειτα παριόντες ἄνω καὶ κάτω καὶ ἀναγιγνώσκοντες καὶ γεῦμα λαμβάνοντες αὐτοῦ τῆς σοφίας φοιτῷεν ἐκ τῶν ἀγρῶν καὶ ἐπὶ τὰ λοιπὰ παιδευθησόμενοι.
在城市周围的公民受到他的教育并因他的智慧而赞美他之后,他又计划去教育乡间的居民。 于是他在城市与各个得摩斯之间的道路中点为他们设立了赫尔墨斯神柱。 然后,他从自己的智慧中——无论是他学到的还是自己发现的——挑选出他认为最聪明的道理,将这些道理亲自写进自己创作的哀歌双行体诗中,作为自己智慧的展示刻在神柱上。 这样做一方面是为了不让他的公民去崇拜德尔斐的那些智慧铭文,比如“认识你自己”和“凡事勿过度”以及其他类似的话,而是让他们认为希帕库斯的话更具智慧;另一方面是让人们在来往经过时,阅读并品味他的智慧,从而从乡年来到城里接受其余的教育。