Humanitext Reader

柏拉图 · 希帕库斯篇 §225-226

贪利者的定义与各种技艺的例证

第 1 段,共 4 段 · 希腊语

内容简介

苏格拉底与朋友讨论“贪图利益者”的定义。朋友主张这些人试图从毫无价值的事物中获利,但苏格拉底通过列举各种技艺(农业、骑术、航海、军事和艺术)进行反驳,证明专业人士深知无法从无价值的工具或材料中获利,从而揭示了该定义的矛盾。

§225ΣΩ. τί γὰρ τὸ φιλοκερδές;
苏格拉底:那么,贪图利益是什么?
τί ποτέ ἐστιν, καὶ τίνες οἱ φιλοκερδεῖς;
它究竟是什么,而贪图利益的人又是谁?
ΕΤ. ἐμοὶ μὲν δοκοῦσιν οἳ ἂν κερδαίνειν ἀξιῶσιν ἀπὸ τῶν μηδενὸς ἀξίων.
友:在我看来,他们是那些认为理所应当从毫无价值的事物中获取利益的人。
ΣΩ. πότερον οὖν σοι δοκοῦσιν γιγνώσκοντες ὅτι οὐδενός ἐστιν ἄξια, ἢ ἀγνοοῦντες;
苏格拉底:那么,你认为他们是知道那些东西毫无价值,还是不知道?
εἰ γὰρ ἀγνοοῦντες, ἀνοήτους λέγεις τοὺς φιλοκερδεῖς.
因为如果是由于不知道,你就是说贪图利益的人是愚蠢的了。
ΕΤ. ἀλλʼ οὐκ ἀνοήτους λέγω, ἀλλὰ πανούργους καὶ πονηροὺς καὶ ἥττους τοῦ κέρδους, γιγνώσκοντας ὅτι οὐδενὸς ἄξιά ἐστιν ἀφʼ ὧν τολμῶσι κερδαίνειν, ὅμως τολμᾶν φιλοκερδεῖν διʼ ἀναισχυντίαν.
友:不,我不是说他们愚蠢,而是说他们狡猾、邪恶,并且是利益的奴隶。 他们明知自己敢于从中获取利益的事物毫无价值,却出于无耻而依然敢于贪图利益。
ΣΩ. ἆρʼ οὖν τοιόνδε λέγεις τὸν φιλοκερδῆ, οἷον ἐὰν φυτεύων γεωργὸς ἀνὴρ καὶ γιγνώσκων ὅτι οὐδενὸς ἄξιον τὸ φυτόν, ἀξιοῖ ἀπὸ τούτου ἐκτραφέντος κερδαίνειν;
苏格拉底:那么,你所指的贪图利益的人是这样的人吗? 例如一个农夫在种植时,明知那棵作物毫无价值,却期望等它长成后从中获利。
ἆρα τοιοῦτον αὐτὸν λέγεις;
你是指这样的人吗?
ΕΤ. ἀπὸ παντὸς ὅ γε φιλοκερδής, ὦ Σώκρατες, οἴεται δεῖν κερδαίνειν.
友:苏格拉底,贪图利益的人至少认为应该从一切事物中获利。
ΣΩ. μή μοι οὕτως εἰκῇ, ὥσπερ τι ἠδικημένος ὑπό τινος, ἀλλὰ προσέχων ἐμοὶ τὸν νοῦν ἀπόκριναι, ὥσπερ ἂν εἰ ἐξ ἀρχῆς πάλιν ἠρώτων· οὐχὶ ὁμολογεῖς τὸν φιλοκερδῆ ἐπιστήμονα εἶναι περὶ τῆς ἀξίας τούτου ὅθεν κερδαίνειν ἀξιοῖ;
苏格拉底:不要这样随随便便地回答我,倒好像被谁委屈了似的,而是集中注意力回答我,就好像我重新从头问起一样:难道你不承认,贪图利益的人对于他企图从中获利的那个东西的价值,是具有知识的吗?
ΕΤ. ἔγωγε.
友:我承认。
ΣΩ. τίς οὖν ἐπιστήμων περὶ φυτῶν τῆς ἀξίας, ἐν ὁποίᾳ ἄξια φυτευθῆναι καὶ ὥρᾳ καὶ χώρᾳ;
苏格拉底:那么,关于植物的价值,即在什么季节、什么土地上值得种植,谁是有知识的人呢?
ἵνα τι καὶ ἡμεῖς τῶν σοφῶν ῥημάτων ἐμβάλωμεν, ὧν οἱ δεξιοὶ περὶ τὰς δίκας καλλιεποῦνται.
——以便我们也掺杂一些那些在法庭上精明的人用来润饰言辞的聪明词藻。
ΕΤ. ἐγὼ μὲν οἶμαι γεωργόν.
友:我认为,是农夫。
ΣΩ. τὸ οὖν ἀξιοῦν κερδαίνειν ἄλλο τι λέγεις ἢ οἴεσθαι δεῖν κερδαίνειν;
苏格拉底:那么,所谓的“认为理所应当获取利益”,你是指除了“认为应该获利”之外的别的事情吗?
ΕΤ. τοῦτο λέγω.
友:我就是这个意思。
§226ΣΩ. μὴ τοίνυν με ἐπιχείρει ἐξαπατᾶν, ἄνδρα πρεσβύτερον ἤδη οὕτω νέος ὤν, ἀποκρινόμενος ὥσπερ νυνδὴ ἃ οὐδʼ αὐτὸς οἴει, ἀλλʼ ὡς ἀληθῶς εἰπέ·
苏格拉底:那么,就不要试图欺骗我,你这么年轻,而我已经是个老人了。
ἆρʼ ἔστιν ὅντινα οἴει γεωργικὸν ἄνδρα γιγνόμενον, καὶ γιγνώσκοντα ὅτι οὐδενὸς ἄξιον φυτεύει τὸ φυτόν, οἴεσθαι ἀπὸ τούτου κερδαίνειν;
不要像刚才那样,回答连你自己都不相信的话,而是要说实话:你认为有哪一个懂农务的人,在明知自己种植的植物毫无价值的情况下,还会认为能从中获利吗?
ΕΤ. μὰ Δίʼ οὐκ ἔγωγε.
友:凭 Zeus 发誓,我不这么认为。
ΣΩ. τί δέ;
苏格拉底:那又怎么样?
ἱππικὸν ἄνδρα γιγνώσκοντα ὅτι οὐδενὸς ἄξια σιτία τῷ ἵππῳ παρέχει, ἀγνοεῖν αὐτὸν οἴει ὅτι τὸν ἵππον διαφθείρει;
你认为一个懂骑马的人,明知自己给马喂食毫无价值的饲料,却不知道自己正在毁掉这匹马吗?
ΕΤ. οὐκ ἔγωγε.
友:我不这样认为。
ΣΩ. οὐκ ἄρα οἴεταί γε ἀπὸ τούτων κερδαίνειν τῶν σιτίων τῶν μηδενὸς ἀξίων.
苏格拉底:因此,他决不会认为能从这些毫无价值的饲料中获利。
ΕΤ. οὐχί.
友:是的,不认为。
ΣΩ. τί δέ;
苏格拉底:那又怎么样?
κυβερνήτην μηδενὸς ἄξια ἱστία καὶ πηδάλια τῇ νηὶ παρεσκευασμένον ἀγνοεῖν οἴει ὅτι ζημιωθήσεται καὶ κινδυνεύσει καὶ αὐτὸς ἀπολέσθαι καὶ τὴν ναῦν ἀπολέσαι καὶ ἃ ἂν ἄγῃ πάντα;
你认为一个舵手给船配备了毫无价值的帆和舵,却不知道自己将会蒙受损失,并且面临自身丧生、船只毁灭以及损失所装载的一切货物的危险吗?
ΕΤ. οὐκ ἔγωγε.
友:我不这样认为。
ΣΩ. οὐκ ἄρα οἴεταί γε κερδαίνειν ἀπὸ τῶν σκευῶν τῶν μηδενὸς ἀξίων.
苏格拉底:因此,他决不会认为能从这些毫无价值的装备中获利。
ΕΤ. οὐ γάρ.
友:是的,不会。
ΣΩ. ἀλλὰ στρατηγὸς γιγνώσκων ὅτι ἡ στρατιὰ αὐτῷ οὐδενὸς ἄξια ὅπλα ἔχει, οἴεται ἀπὸ τούτων κερδαίνειν καὶ ἀξιοῖ κερδαίνειν;
苏格拉底:那么,将军明知自己的军队装备着毫无价值的武器,还会认为能从中获利,并企图从中获利吗?
ΕΤ. οὐδαμῶς.
友:绝不。
ΣΩ. ἀλλʼ αὐλητὴς αὐλοὺς οὐδενὸς ἀξίους ἔχων ἢ κιθαριστὴς λύραν ἢ τοξότης τόξον ἢ ἄλλος ὁστισοῦν συλλήβδην τῶν δημιουργῶν ἢ τῶν ἄλλων τῶν ἐμφρόνων ἀνδρῶν μηδενὸς ἄξια ὄργανα ἢ ἄλλην παρασκευὴν ἡντιναοῦν ἔχων ἀπὸ τούτων οἴεται κερδαίνειν;
苏格拉底:那么,一个笛手拿着毫无价值的笛子,或者琴手拿着里拉琴,或者弓箭手拿着弓,总而言之,任何一个手艺人或其他有理性的人,拥有毫无价值的工具或任何其他毫无价值的装备,会认为能从中获利吗?
ΕΤ. οὔκουν φαίνεταί γε.
友:看来确实不会。
ΣΩ. τίνας οὖν ποτε λέγεις τοὺς φιλοκερδεῖς;
苏格拉底:那么,你究竟是指谁是贪图利益的人呢?
οὐ γάρ που τούτους γε οὓς διεληλύθαμεν, ἀλλʼ οἵτινες γιγνώσκοντες τὰ οὐδενὸς ἄξια ἀπὸ τούτων οἴονται δεῖν κερδαίνειν·
因为肯定不是我们刚才讨论过的那些人,而是那些明知事物毫无价值却认为应该从中获利的人。
ἀλλʼ οὕτω μέν, ὦ θαυμάσιε, ὡς σὺ λέγεις, οὐκ ἔστʼ ἀνθρώπων οὐδεὶς φιλοκερδής.
但是,我奇妙的朋友,按照你所说的,世上就没有人是贪图利益的了。
ΕΤ. ἀλλʼ ἐγώ, ὦ Σώκρατες, βούλομαι λέγειν τούτους φιλοκερδεῖς εἶναι, οἳ ἑκάστοτε ὑπὸ ἀπληστίας καὶ πάνυ σμικρὰ καὶ ὀλίγου ἄξια καὶ οὐδενὸς γλίχονται ὑπερφυῶς καὶ φιλοκερδοῦσιν.
友:但是,苏格拉底,我想说的是,那些贪图利益的人是指这样的人:他们每次都出于贪得无厌,对极其微小、微不足道、毫无价值的事物产生超乎寻常的渴望,并企图从中获取利益。
ΣΩ. οὐ δήπου, ὦ βέλτιστε, γιγνώσκοντες ὅτι οὐδενὸς ἄξιά ἐστιν·
苏格拉底:我的好朋友,他们肯定不是在明知其毫无价值的情况下这样做的。
τοῦτο μὲν γὰρ ἤδη ἡμᾶς αὐτοὺς τῷ λόγῳ ἐξηλέγξαμεν ὅτι ἀδύνατον.
因为关于这一点,我们在讨论中已经向自己证明了这是不可能的。
ΕΤ. ἔμοιγε δοκεῖ.
友:在我看来也是如此。
ΣΩ. οὐκοῦν εἰ μὴ γιγνώσκοντες, δῆλον ὅτι ἀγνοοῦντες, οἰόμενοι δὲ τὰ οὐδενὸς ἄξια πολλοῦ ἄξια εἶναι.
苏格拉底:那么,如果不是因为知道,显而易见就是因为不知道,而是认为那些毫无价值的东西是很有价值的。
ΕΤ. φαίνεται.
友:确实如此。
ΣΩ. ἄλλο τι οὖν οἵ γε φιλοκερδεῖς φιλοῦσι τὸ κέρδος;
苏格拉底:那么,贪图利益的人不就是喜爱利益吗?
ΕΤ. ναί.
友:是的。
ΣΩ. κέρδος δὲ λέγεις ἐναντίον τῇ ζημίᾳ;
苏格拉底:而你所说的“利益”,是指与“损失”相反的东西吗?

词汇与语法注释

  1. 225bτολμᾶν — 不定式 τολμᾶν 在文意上最自然地被理解为依赖于前文的 λέγω(“我说”),从而构成对格不定式结构(“我说他们竟敢……”)。其主语与 πανούργους 等对格宾语指代同一对象。
  2. 225cὥσπερ ἂν εἰ — 句式 ὥσπερ ἂν εἰ 后接未完成过去直陈式(ἠρώτων),用于表达一种虚拟条件式的比喻(“就好像我重新从头问起一样”)。
  3. 225cἵνα τι καὶ ἡμεῖς τῶν σοφῶν ῥημάτων ἐμβάλωμεν — 带有 ἵνα + 虚拟语气的目的从句独立使用,不带显式的主句,在语境中用以说明说话者当前提问的意图(“以便我们也掺杂一些……”)。
  4. 226aἆρʼ ἔστιν ὅντινα οἴει ... οἴεσθαι — 双重“认为”的构造。由于插入了 οἴει(“你认为”),受 ὅντινα 引导的关系从句中的主要动词被吸引成了不定式 οἴεσθαι,而非通常的直陈式。

引用这一段

柏拉图, 希帕库斯篇 §225-226. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg015.humanitext-grc2:225-226

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。