§146ΑΛ. φαύλην τινὰ ἔγωγε, ὦ Σώκρατες.
阿尔基比亚德:在我看来是一个糟糕的城邦,苏格拉底。
ΣΩ. φαίης γε ἂν οἶμαι ὁπόταν ὁρῴης ἕνα ἕκαστον αὐτῶν φιλοτιμούμενόν τε καὶ νέμοντα τὸ πλεῖστον τῆς πολιτείας
"
. . . τούτῳ μέρος,
ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν·
苏格拉底:我想,当你看到他们中的每一个人都在争名夺利,并将城邦的最大份额“……分配给这一部分,即他自己最擅长的那一部分”时,你也会这样说的。
"
λέγω δὲ τὸ κατʼ αὐτὴν τὴν τέχνην βέλτιστον γιγνόμενον·
我指的是根据那一门特定技艺什么是做得最好的。
τοῦ δὲ τῇ πόλει τε καὶ αὐτὸν αὑτῷ βελτίστου ὄντος τὰ πολλὰ διημαρτηκότα, ἅτε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότα.
但是,对于国家和对自己最善的事物,他们大都在很大程度上偏离了,我想,这是因为他们在没有理性的情况下盲信了意见。
οὕτως δὲ τούτων ἐχόντων, ἆρα οὐκ ἂν ὀρθῶς λέγοιμεν φάντες πολλῆς ταραχῆς τε καὶ ἀνομίας μεστὴν εἶναι τὴν τοιαύτην πολιτείαν;
既然如此,如果我们说这样的城邦充满了混乱和不法,难道不是正确的吗?
ΑΛ. ὀρθῶς μέντοι νὴ Δία.
阿尔基比亚德:凭宙斯起誓,确实很正确。
ΣΩ. οὐκοῦν ἀναγκαῖον ἡμῖν ἐδόκει οἰηθῆναι δεῖν πρῶτον ἡμᾶς εἰδέναι ἢ τῷ ὄντι εἰδέναι τοῦτο ὃ ἂν προχείρως μέλλωμεν ἢ πράττειν ἢ λέγειν;
苏格拉底:那么,我们先前不是认为,对于我们准备轻易去做或去说的事情,首先要么认为自己知道,要么真正知道,这是必要的吗?
ΑΛ. ἐδόκει.
阿尔基比亚德:是的,先前是这样认为的。
ΣΩ. οὐκοῦν κἂν μὲν πράττῃ ἅ τις οἶδεν ἢ δοκεῖ εἰδέναι, παρέπηται δὲ τὸ ὠφελίμως, καὶ λυσιτελούντως ἡμᾶς ἕξειν καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ;
苏格拉底:那么,如果有人去做他知道或自以为知道的事,并且“有益地”这一因素伴随其中,这难道不会让我们处于对城邦和对他自己都有益的状态吗?
ΑΛ. πῶς γὰρ οὔ;
阿尔基比亚德:怎么会不是呢?
ΣΩ. ἐὰν δέ γʼ οἶμαι τἀναντία τούτων, οὔτε τῇ πόλει οὔτʼ αὐτὸν αὑτῷ;
苏格拉底:但我想,如果发生与这些相反的情况,那对城邦和对自己都不可能有益吧?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然不。
ΣΩ. τί δέ;
苏格拉底:那又如何?
καὶ νῦν ἔτι ὡσαύτως σοι δοκεῖ ἢ ἄλλως πως;
现在你还依然这样认为,还是有别的看法?
ΑΛ. οὔκ, ἀλλʼ οὕτως.
阿尔基比亚德:不,还是这样认为。
ΣΩ. ἆρʼ οὖν ἔφησθα καλεῖν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δʼ ὀλίγους φρονίμους;
苏格拉底:那么,你刚才说你称大多数人为无智慧的,而少数人为有智慧的?
ΑΛ. ἔγωγε.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν φαμεν πάλιν τοὺς πολλοὺς διημαρτηκέναι τοῦ βελτίστου, ὡς τὰ πολλά γε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότας.
苏格拉底:那么,我们是否再次可以说,大多数人偏离了最善,因为我想,在大多数情况下,他们在没有理性的情况下盲信了意见?
ΑΛ. φαμὲν γάρ.
阿尔基比亚德:是的,我们是这样说的。
ΣΩ. Λυσιτελεῖ ἄρα τοῖς πολλοῖς μήτʼ εἰδέναι μηδὲν μήτʼ οἴεσθαι εἰδέναι, εἴπερ γε μᾶλλον προθυμήσονται πράττειν μὲν ταῦτα ἅττʼ ἂν εἰδῶσιν ἢ οἰηθῶσιν εἰδέναι, πράττοντες δὲ βλάπτεσθαι τὰ πλείω μᾶλλον ἢ ὠφελεῖσθαι.
苏格拉底:因此,对大多数人来说,既不知道任何事,也不自以为知道,这反而更加有益,如果他们更加急于去做那些他们知道或自以为知道的事,而在做这些事时,他们大多是受害而非得益。
ΑΛ. ἀληθέστατα λέγεις.
阿尔基比亚德:你说得最对不过了。
ΣΩ. ὁρᾷς οὖν, ὅτε γʼ ἔφην κινδυνεύειν τό γε τῶν ἄλλων ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα αὐτό, ἆρʼ οὐχὶ τῷ ὄντι ὀρθῶς ἐφαινόμην λέγων;
苏格拉底:那么你看,当我刚才说获得其他知识,如果一个人在没有关于最善的知识的情况下拥有它们,很少会带来益处,而在大多数情况下会害了拥有者,我看起来难道不是真的在正确地阐述吗?
ΑΛ. καὶ εἰ μὴ τότε, ἀλλὰ νῦν μοι δοκεῖ, ὦ Σώκρατες.
阿尔基比亚德:即使当时不觉得,苏格拉底,现在我也这么认为了。
§147ΣΩ. δεῖ ἄρα καὶ πόλιν καὶ ψυχὴν τὴν μέλλουσαν ὀρθῶς βιώσεσθαι ταύτης τῆς ἐπιστήμης ἀντέχεσθαι, ἀτεχνῶς ὥσπερ ἀσθενοῦντα ἰατροῦ ἤ τινος κυβερνήτου τὸν ἀσφαλῶς μέλλοντα πλεῖν.
苏格拉底:因此,想要正确生活的城邦和灵魂,都必须紧紧抓住这门知识,就像病人抓紧医生,或者想要安全地航行的人抓紧舵手一样。
ἄνευ γὰρ ταύτης, ὅσῳπερ ἂν λαμπρότερον ἐπουρίσῃ τὸ τῆς τύχης ἢ περὶ χρημάτων κτῆσιν ἢ σώματος ῥώμην ἢ καὶ ἄλλο τι τῶν τοιούτων, τοσούτῳ μείζω ἁμαρτήματα ἀπʼ αὐτῶν ἀναγκαῖόν ἐστιν, ὡς ἔοικε, γίγνεσθαι.
因为没有这门知识,命运之风在获取财富、身体强壮或任何其他类似的事情上,吹拂得越是晴朗顺遂,就越是必然会从中产生更严重的错误,这似乎是不可避免的。
ὁ δὲ δὴ τὴν καλουμένην πολυμαθίαν τε καὶ πολυτεχνίαν κεκτημένος, ὀρφανὸς δὲ ὢν ταύτης τῆς ἐπιστήμης, ἀγόμενος δὲ ὑπὸ μιᾶς ἑκάστης τῶν ἄλλων, ἆρʼ οὐχὶ τῷ ὄντι δικαίως πολλῷ χειμῶνι χρήσεται, ἅτε οἶμαι ἄνευ κυβερνήτου διατελῶν ἐν πελάγει, χρόνον οὐ μακρὸν βίου θέων;
至于那个拥有所谓的博学和多才,却缺乏这门知识,并且被其他知识中的每一门所牵引的人,难道他不是理所当然地会遭遇巨大的风暴吗? 因为我想,他相当于在没有舵手的情况下在公海上度日,奔忙于短暂的人生。
ὥστε συμβαίνειν μοι δοκεῖ καὶ ἐνταῦθα τὸ τοῦ ποιητοῦ, ὃ λέγει κατηγορῶν πού τινος, ὡς ἄρα
"πολλὰ"
"μὲν ἠπίστατο ἔργα, κακῶς δέ"
, φησίν,
"ἠπίστατο πάντα"
.
所以在我看来,这里也同样适用于诗人的话,他在某处指责某人时说:“许多工作他虽懂得,却恶劣地懂得所有这一切。
ΑΛ. καὶ τί δή ποτε συμβαίνει τὸ τοῦ ποιητοῦ, ὦ Σώκρατες;
” 阿尔基比亚德:可是这怎么就适用于诗人的话了呢,苏格拉底?
ἐμοὶ μὲν γὰρ οὐδʼ ὁτιοῦν δοκεῖ πρὸς λόγον εἰρηκέναι.
因为在我看来,他所说的话根本风马牛不相及。
ΣΩ. καὶ μάλα γε πρὸς λόγον·
苏格拉底:实际上非常切合。
ἀλλʼ αἰνίττεται, ὦ βέλτιστε, καὶ οὗτος καὶ ἇλλοι δὲ ποιηταὶ σχεδόν τι πάντες.
但是,我最优秀的朋友,他以及几乎所有其他诗人,都是在说谜语。
ἔστιν τε γὰρ φύσει ποιητικὴ ἡ σύμπασα αἰνιγματώδης καὶ οὐ τοῦ προστυχόντος ἀνδρὸς γνωρίσαι·
因为整个诗艺本质上就是充满谜团的,并不是任何随便碰上的普通人都能理解的。
ἔτι τε πρὸς τῷ φύσει τοιαύτη εἶναι, ὅταν λάβηται ἀνδρὸς φθονεροῦ τε καὶ μὴ βουλομένου ἡμῖν ἐνδείκνυσθαι ἀλλʼ ἀποκρύπτεσθαι ὅτι μάλιστα τὴν αὑτοῦ σοφίαν, ὑπερφυῶς δὴ τὸ χρῆμα ὡς δύσγνωστον φαίνεται, ὅτι ποτὲ νοοῦσιν ἕκαστος αὐτῶν.
而且除了本质上如此之外,当它落入一个嫉妒且不愿向我们展示而宁愿尽可能隐瞒自己智慧的人手中时,他们每个人到底在想什么,就会显得极其难懂。
οὐ γὰρ δήπου Ὅμηρόν γε τὸν θειότατόν τε καὶ σοφώτατον ποιητὴν ἀγνοεῖν δοκεῖς ὡς οὐχ οἷόν τε ἦν ἐπίστασθαι κακῶς—ἐκεῖνος γάρ ἐστιν ὁ λέγων τὸν Μαργίτην πολλὰ μὲν ἐπίστασθαι, κακῶς δέ, φησί, πάντα ἠπίστατο—ἀλλʼ αἰνίττεται οἶμαι παράγων τὸ κακῶς μὲν ἀντὶ τοῦ κακοῦ, τὸ δὲ ἠπίστατο ἀντὶ τοῦ ἐπίστασθαι·
因为你绝不会认为最神圣、最智慧的诗人荷马不知道“恶劣地懂得”是不可能的——因为就是他,说马尔吉特斯懂得许多事,但是,他说,“恶劣地懂得所有这一切”——而我想他是在说谜语,是用“恶劣地”来代替“恶劣的事物”,用“他懂得”来代替“去懂得”。
γίγνεται οὖν συντεθὲν ἔξω μὲν τοῦ μέτρου, ἔστι δʼ ὅ γε βούλεται, ὡς πολλὰ μὲν ἠπίστατο ἔργα, κακὸν δʼ ἦν ἐπίστασθαι αὐτῷ πάντα ταῦτα.
所以,组合起来虽然超出了格律,但他的意思其实是:“他虽然懂得许多工作,但懂得所有这些对他而言是一件恶劣(有害)的事。
δῆλον οὖν ὅτι εἴπερ ἦν αὐτῷ κακὸν τὸ πολλὰ εἰδέναι, φαῦλός τις ὢν ἐτύγχανεν, εἴπερ γε πιστεύειν δεῖ τοῖς προειρημένοις λόγοις.
”因此很明显,如果懂得许多事情对他而言是一件恶劣的事,那么他恰恰是一个平庸无用的人,如果前述的论证是必须被相信的话。
ΑΛ. ἀλλʼ ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες· ἦ χαλεπῶς γʼ ἂν ἄλλοις τισὶ πιστεύσαιμι λόγοις, εἴπερ μηδὲ τούτοις.
阿尔基比亚德:在我看来确实如此,苏格拉底;如果连这些论证都不相信,我很难还会相信其他的论证。
ΣΩ. καὶ ὀρθῶς γέ σοι δοκεῖ.
苏格拉底:你想得很对。
ΑΛ. πάλιν αὖ μοι δοκεῖ.
阿尔基比亚德:在我看来确实又是如此。