§150ΣΩ. πολλῷ γε μᾶλλον οἶμαι ἢ πρὸς τὰς πολυτελεῖς ταύτας πομπάς τε καὶ θυσίας, ἃς οὐδὲν κωλύει πολλὰ μὲν εἰς θεούς, πολλὰ δʼ εἰς ἀνθρώπους ἡμαρτηκότας καὶ ἰδιώτην καὶ πόλιν ἔχειν ἀνʼ ἕκαστον ἔτος τελεῖν·
苏格拉底:我想,神明看重魂灵要多得多,而不是看重这些昂贵的游行和祭祀。 对于这些仪式,即使是针对神明和人类犯下诸多罪行的个人和城邦,也完全没有任何阻碍让他们得在每年举行。
οἱ δέ, ἅτε οὐ δωροδόκοι ὄντες, καταφρονοῦσιν ἁπάντων τούτων, ὥς φησιν ὁ θεὸς καὶ θεῶν προφήτης.
然而神明,因为他们不是收受贿赂者,所以轻视所有这些东西,正如神明和神明的祭司所说的那样。
κινδυνεύει γοῦν καὶ παρὰ θεοῖς καὶ παρʼ ἀνθρώποις τοῖς νοῦν ἔχουσι δικαιοσύνη τε καὶ φρόνησις διαφερόντως τετιμῆσθαι·
无论如何,似乎在神明和有理智的人类中间,正义与智慧都得到了格外的重看。
φρόνιμοι δὲ καὶ δίκαιοι οὐκ ἄλλοι τινές εἰσιν τῶν εἰδότων ἃ δεῖ πράττειν καὶ λέγειν καὶ πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους.
而聪明和正义的人不是别人,正是那些知道对神明和对人类该做什么和该说什么的人。
βουλοίμην δʼ ἂν καὶ σοῦ πυθέσθαι ὅτι ποτʼ ἐν νῷ ἔχεις πρὸς ταῦτα.
我也想问问你,对这些事情你到底是怎么想的。
ΑΛ. ἀλλʼ ἐμοὶ μέν, ὦ Σώκρατες, οὐκ ἄλλῃ πῃ δοκεῖ ἢ ᾗπερ σοί τε καὶ τῷ θεῷ·
阿尔基比亚德:苏格拉底,在我看来,除了你和神明所认为的方式之外,没有别的方式了。
οὐδὲ γὰρ ἂν εἰκὸς εἴη ἀντίψηφον ἐμὲ τῷ θεῷ γενέσθαι.
因为我若是投反对票去违抗神明,那也太不合理了。
ΣΩ. οὐκοῦν μέμνησαι ἐν πολλῇ ἀπορίᾳ φάσκων εἶναι, ὅπως μὴ λάθῃς σεαυτὸν εὐχόμενος κακά, δοκῶν δὲ ἀγαθά;
苏格拉底:那么,你还记得你说过自己处于极大的困惑之中,以免你在不知不觉中祈求了恶,却以为是善吗?
ΑΛ. ἔγωγε.
阿尔基比亚德:我记得。
ΣΩ. ὁρᾷς οὖν ὡς οὐκ ἀσφαλές σοί ἐστιν ἐλθεῖν πρὸς τὸν θεὸν εὐξομένῳ, ἵνα μηδʼ ἂν οὕτω τύχῃ, βλασφημοῦντός σου ἀκούων οὐθὲν ἀποδέξηται τῆς θυσίας ταύτης, τυχὸν δὲ καὶ ἕτερόν τι προσαπολαύσῃς.
苏格拉底:因此你明白,你去向神明祈祷是不安全的,以免万一你口出不吉之言,神明听到后不仅完全不接受这桩祭祀,而且说不定你还会额外遭受其他的祸害。
ἐμοὶ μὲν οὖν δοκεῖ βέλτιστον εἶναι ἡσυχίαν ἔχειν·
所以在我看来,保持静默是最好的。
τῇ μὲν γὰρ Λακεδαιμονίων εὐχῇ διὰ τὴν μεγαλοψυχίαν—τοῦτο γὰρ κάλλιστον τῶν ἐν ἀφροσύνῃ γε ὀνομάτων—οὐκ ἂν οἶμαί σε ἐθέλειν χρῆσθαι.
因为对于拉美代蒙人的祈祷,由于他们的傲慢——因为这至少是在愚蠢之中最美丽的名字——我想你是不愿意去采用的。
ἀναγκαῖον οὖν ἐστι περιμένειν ἕως ἄν τις μάθῃ ὡς δεῖ πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους διακεῖσθαι.
因此,必须等待,直到有人学到对神明和对人类应当抱有怎样的态度。
ΑΛ. πότε οὖν παρέσται ὁ χρόνος οὗτος, ὦ Σώκρατες, καὶ τίς ὁ παιδεύσων;
阿尔基比亚德:那么,苏格拉底,这个时刻什么时候到来? 谁是那位将要教育我的人?
ἥδιστα γὰρ ἄν μοι δοκῶ ἰδεῖν τοῦτον τὸν ἄνθρωπον τίς ἐστιν.
因为我觉得我会非常高兴地看到这个人是谁。
ΣΩ. οὗτος ᾧ μέλει περὶ σοῦ.
苏格拉底:这就是那位关心你的人。
ἀλλὰ δοκεῖ μοι, ὥσπερ τῷ Διομήδει φησὶν τὴν Ἀθηνᾶν Ὅμηρος ἀπὸ τῶν ὀφθαλμῶν ἀφελεῖν τὴν ἀχλύν,
"
ὄφρʼ εὖ γιγνώσκοι ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα,
"
οὕτω καὶ σοὶ δεῖν ἀπὸ τῆς ψυχῆς πρῶτον τὴν ἀχλὺν ἀφελόντα, ἣ νῦν παροῦσα τυγχάνει, τὸ τηνικαῦτʼ ἤδη προσφέρειν διʼ ὧν μέλλεις γνώσεσθαι ἠμὲν κακὸν ἠδὲ καὶ ἐσθλόν.
但是在我看来,正如荷马说雅典娜从狄奥墨德斯的眼睛里除去了迷雾, “好让他能很好地辨认神明与凡人,” 同样,你也必须首先从你的灵魂中除去现在正存在的迷雾,然后在那时才去应用那些你将借以认清恶与善的手段。
νῦν μὲν γὰρ οὐκ ἄν μοι δοκεῖς δυνηθῆναι.
因为现在看来,你似乎还没有能力做到。
ΑΛ. ἀφαιρείτω, εἴτε βούλεται τὴν ἀχλὺν εἴτε ἄλλο τι·
阿尔基比亚德:那就让他除去这迷雾吧,无论他是想除去迷雾还是别的什么。
ὡς ἐγὼ παρεσκεύασμαι μηθὲν ἂν φυγεῖν τῶν ὑπʼ ἐκείνου προσταττομένων, ὅστις ποτʼ ἐστὶν ἅνθρωπος, εἴ γε μέλλοιμι βελτίων γενέσθαι.
因为我已经做好了准备,绝不逃避他所吩咐的任何事情,无论那个人是谁,只要我能变得更好。
§151ΣΩ. ἀλλὰ μὴν κἀκεῖνος θαυμαστὴν ὅσην περὶ σὲ προθυμίαν ἔχει.
苏格拉底:确实,那个人对你也抱有令人惊叹的极大的热忱。
ΑΛ. εἰς τότε τοίνυν καὶ τὴν θυσίαν ἀναβάλλεσθαι κράτιστον εἶναί μοι δοκεῖ.
阿尔基比亚德:那么,在我看来,把祭祀也推迟到那个时候是最上策。
ΣΩ. καὶ ὀρθῶς γέ σοι δοκεῖ·
苏格拉底:你的想法很正确。
ἀσφαλέστερον γάρ ἐστιν ἢ παρακινδυνεύειν τοσοῦτον κίνδυνον.
因为这比冒着如此巨大的危险要安全得多。
ΑΛ. ἀλλὰ πῶς, ὦ Σώκρατες;
阿尔基比亚德:但是怎么会这样呢,苏格拉底?
καὶ μὴν τουτονὶ τὸν στέφανον, ἐπειδή μοι δοκεῖς καλῶς συμβεβουλευκέναι, σοὶ περιθήσω·
既然你给了我很好的建议,我一定要把这个花冠戴在你头上。
τοῖς θεοῖς δὲ καὶ στεφάνους καὶ τἆλλα πάντα τὰ νομιζόμενα τότε δώσομεν, ὅταν ἐκείνην τὴν ἡμέραν ἐλθοῦσαν ἴδω.
至于给神明的花冠和所有其他惯常的供物,等到我看见那一天到来的时候,我们再献上。
ἥξει δʼ οὐ διὰ μακροῦ τούτων θελόντων.
如果神明愿意,那一天不久就会到来。
ΣΩ. ἀλλὰ δέχομαι καὶ τοῦτο, καὶ ἄλλο δὲ ἄν τι τῶν παρὰ σοῦ δοθέντων ἡδέως ἴδοιμι δεξάμενον ἐμαυτόν.
苏格拉底:那好,我也接受这个,并且我很乐意看到自己接受你所赠予的任何其他东西。
ὥσπερ δὲ καὶ ὁ Κρέων Εὐριπίδῃ πεποίηται τὸν Τειρεσίαν ἰδὼν ἔχοντα τὰ στέφη καὶ ἀκούσας ἀπὸ τῶν πολεμίων ἀπαρχὰς αὐτὸν εἰληφέναι διὰ τὴν τέχνην,
"
οἰωνὸν ἐθέμην, φησί, καλλίνικα σὰ στέφη· ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ· "
οὕτω δὲ κἀγὼ παρὰ σοῦ τὴν δόξαν ταύτην οἰωνὸν τίθεμαι.
正如欧里庇得斯笔下的克瑞翁,当他看到提瑞西阿斯戴着花冠,并听说他因其技艺而从敌人那里获得了这些初物战利品时,说道: “我将你得胜的花冠视为吉兆;因为我们正身处风暴之中,正如你所知道的那样”;同样,我也将从你那里得到的这份荣耀视为吉兆。
δοκῶ δέ μοι οὐκ ἐν ἐλάττονι κλύδωνι τοῦ Κρέοντος εἶναι, καὶ βουλοίμην ἂν καλλίνικος γενέσθαι τῶν σῶν ἐραστῶν.
因为我觉得自己正处于不亚于克瑞翁的风暴中,而我希望能在你的追求者中成为得胜者。