§145ΣΩ. οὐκοῦν οἱ ῥήτορες αὐτίκα ἤτοι εἰδότες συμβουλεύειν ἢ οἰηθέντες εἰδέναι συμβουλεύουσιν ἡμῖν ἑκάστοτε, οἱ μὲν περὶ πολέμου τε καὶ εἰρήνης, οἱ δὲ περὶ τειχῶν οἰκοδομίας ἢ καὶ λιμένων κατασκευῆς·
苏格拉底:那么,例如演说家们每次向我们提出建议,要么是知道如何建议,要么是自以为知道,有的人是关于战争与和平,有的人是关于城墙的建造或港口的建设。
ἑνὶ δὲ λόγῳ, ὅσα δή ποτε ἡ πόλις πράττει πρὸς ἄλλην πόλιν ἢ αὐτὴ καθʼ αὑτήν, ἀπὸ τῆς τῶν ῥητόρων συμβουλῆς πάντα γίγνεται.
总而言之,城邦对另一个城邦所做的一切,或者它自己对自己所做的一切,全都是根据演说家们的建议而发生的。
ΑΛ. ἀληθῆ λέγεις.
阿尔基比亚德:你说得对。
ΣΩ. ὅρα τοίνυν καὶ τὰ ἐπὶ τούτοις.
苏格拉底:那么,也看看接下来的事情吧。
ΑΛ. ἂν δυνηθῶ.
阿尔基比亚德:如果我能的话。
ΣΩ. καλεῖς γὰρ δήπου φρονίμους τε καὶ ἄφρονας;
苏格拉底:因为你当然会把人分为有智慧的和无智慧的吧?
ΑΛ. ἔγωγε.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δʼ ὀλίγους φρονίμους;
苏格拉底:那么,你认为大多数人是无智慧的,而少数人是有智慧的吗?
ΑΛ. οὕτως.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν πρός τι ἀποβλέπων ἀμφοτέρους;
苏格拉底:那么,你是在看着某个标准来称呼这两者的吧?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἆρʼ οὖν τὸν τοιοῦτον συμβουλεύειν εἰδότα, χωρὶς τοῦ πότερον βέλτιον καὶ ὅτε βέλτιον, φρόνιμον καλεῖς;
苏格拉底:那么,对于这样一个知道如何提出建议的人,如果不考虑这是否更好以及何时更好,你会称他为有智慧的吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然不。
ΣΩ. οὐδέ γε οἶμαι ὅστις τὸ πολεμεῖν αὐτὸ οἶδε χωρὶς τοῦ ὁπότε βέλτιον καὶ τοσοῦτον χρόνον ὅσον βέλτιον.
苏格拉底:我想,对于一个只知道如何进行战争本身,却不考虑何时更好以及进行多久更好的人,你也不会称他为有智慧的。
ἦ γάρ;
不是吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν οὐδὲ εἴ τίς τινα ἀποκτεινύναι οἶδεν οὐδὲ χρήματα ἀφαιρεῖσθαι καὶ φυγάδα ποιεῖν τῆς πατρίδος, χωρὶς τοῦ ὁπότε βέλτιον καὶ ὅντινα βέλτιον;
苏格拉底:那么,如果有人知道如何杀人,或者抢夺财产、把人驱逐出祖国,却不考虑何时更好以及对谁更好,也不算有智慧吧?
ΑΛ. οὐ μέντοι.
阿尔基比亚德:确实不算。
ΣΩ. ὅστις ἄρα τι τῶν τοιούτων οἶδεν, ἐὰν μὲν παρέπηται αὐτῷ ἡ τοῦ βελτίστου ἐπιστήμη—αὕτη δʼ ἦν ἡ αὐτὴ δήπου ἥπερ καὶ ἡ τοῦ ὠφελίμου·
苏格拉底:因此,如果有人知道这类事情中的任何一件,并且有关于最善的知识伴随着他——这无疑与关于有益的知识是同一回事,不是吗?
ἦ γάρ; —
ΑΛ. ναί.
—— 阿尔基比亚德:是的。
ΣΩ. φρόνιμον δέ γε αὐτὸν φήσομεν καὶ ἀποχρῶντα σύμβουλον καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ· τὸν δὲ μὴ τοιοῦτον τἀναντία τούτων.
苏格拉底:我们就会说他是有智慧的,并且对于城邦和对他自己来说,都是一个称职的建议者;而对于不具备这些的人,我们则说他恰恰相反。
ἢ πῶς δοκεῖ;
或者你觉得如何?
ΑΛ. ἐμοὶ μὲν οὕτως.
阿尔基比亚德:在我看来正是如此。
ΣΩ. τί δʼ εἴ τις ἱππεύειν ἢ τοξεύειν οἶδεν, ἢ αὖ πυκτεύειν ἢ παλαίειν ἤ τι τῆς ἄλλης ἀγωνίας ἢ καὶ ἄλλο τι τῶν τοιούτων ὅσα τέχνῃ οἴδαμεν, τί καλεῖς ὃς ἂν εἰδῇ τὸ κατὰ ταύτην τὴν τέχνην βέλτιον γιγνόμενον;
苏格拉底:那么,如果有人知道骑马或射箭,或者知道拳击或摔跤,或任何其他体育竞技,或者我们通过技艺所知道的其他任何这类事情,对于那个知道根据这门技艺什么是做得更好的人,你称他为什么?
ἆρʼ οὐ τὸν κατὰ τὴν ἱππικὴν ἱππικόν;
难道不把根据骑术知道什么是做得更好的人称为骑手吗?
ΑΛ. ἔγωγε.
阿尔基比亚德:是的。
ΣΩ. τὸν δέ γε οἶμαι κατὰ τὴν πυκτικὴν πυκτικόν, τὸν δὲ κατʼ αὐλητικὴν αὐλητικόν, καὶ τἆλλα δήπου ἀνὰ λόγον τούτοις·
苏格拉底:我想,根据拳击知道什么是做得更好的人被称为拳击手,根据吹双管管乐器知道什么是做得更好的人被称为管乐手,其他情况也必定与这些相对应吧?
ἢ ἄλλως πως;
还是有别的叫法?
ΑΛ. οὔκ, ἀλλʼ οὕτως.
阿尔基比亚德:不,正是这样。
ΣΩ. δοκεῖ οὖν σοι ἀναγκαῖον εἶναι τὸν περὶ τούτων τι ἐπιστήμονα ὄντα ἄρα καὶ ἄνδρα φρόνιμον εἶναι, ἢ πολλοῦ φήσομεν ἐνδεῖν;
苏格拉底:那么你认为,一个在这些事情上拥有某种知识的人,就必然也是一个有智慧的人吗? 或者我们要说,这还差得很远?
ΑΛ. πολλοῦ μέντοι νὴ Δία.
阿尔基比亚德:凭宙斯起誓,确实还差得很远。
ΣΩ. ποίαν οὖν οἴει πολιτείαν εἶναι τοξοτῶν τε ἀγαθῶν καὶ αὐλητῶν, ἔτι δὲ καὶ ἀθλητῶν τε καὶ τῶν ἄλλων τεχνιτῶν, ἀναμεμειγμένων δʼ ἐν τούτοις οὓς ἄρτι εἰρήκαμεν τῶν τε αὐτὸ τὸ πολεμεῖν εἰδότων καὶ αὐτὸ τὸ ἀποκτεινύναι, πρὸς δὲ καὶ ἀνδρῶν ῥητορικῶν πολιτικὸν φύσημα φυσώντων, ἁπάντων δὲ τούτων ὄντων ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης καὶ τοῦ εἰδότος, ὁπότε βέλτιον ἑνὶ ἑκάστῳ τούτων χρῆσθαι καὶ πρὸς τίνα;
苏格拉底:那么,如果有一个城邦,由优秀的弓箭手、管乐手,还有运动员以及其他手艺人组成,而在这群人中还混杂着我们刚才提到的、那些只知道如何进行战争本身和如何杀人本身的人,此外还有大肆吹嘘政治牛皮的修辞学家,而所有这些人都没有关于最善的知识,也没有人知道在什么时候以及对谁使用这些中的每一项是更好的,你认为这样一个国家会是什么样子的呢?