- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg014.humanitext-grc2:146-147
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテスとアルキビアデスは、最善についての知識(有益さの知識)を欠いたまま諸技術や博識のみを重んじる国家や個人は混乱と破滅に至ることを合意し、さらにホメロスのマギテースに関する詩句の解釈を通じて、最善の知識を欠いた多識がいかに有害であるかを論じる。
ΑΛ. φαύλην τινὰ ἔγωγε, ὦ Σώκρατες. ΣΩ. φαίης γε ἂν οἶμαι ὁπόταν ὁρῴης ἕνα ἕκαστον αὐτῶν φιλοτιμούμενόν τε καὶ νέμοντα τὸ πλεῖστον τῆς πολιτείας "... τούτῳ μέρος, ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν·" λέγω δὲ τὸ κατʼ αὐτὴν τὴν τέχνην βέλτιστον γιγνόμενον· τοῦ δὲ τῇ πόλει τε καὶ αὐτὸν αὑτῷ βελτίστου ὄντος τὰ πολλὰ διημαρτηκότα,1 ἅτε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότα. οὕτως δὲ τούτων ἐχόντων, ἆρα οὐκ ἂν ὀρθῶς λέγοιμεν φάντες πολλῆς ταραχῆς τε καὶ ἀνομίας μεστὴν εἶναι τὴν τοιαύτην πολιτείαν; ΑΛ. ὀρθῶς μέντοι νὴ Δία. ΣΩ. οὐκοῦν ἀναγκαῖον ἡμῖν ἐδόκει οἰηθῆναι δεῖν πρῶτον ἡμᾶς εἰδέναι ἢ τῷ ὄντι εἰδέναι2 τοῦτο ὃ ἂν προχείρως μέλλωμεν ἢ πράττειν ἢ λέγειν; ΑΛ. ἐδόκει. ΣΩ. οὐκοῦν κἂν μὲν πράττῃ ἅ τις οἶδεν ἢ δοκεῖ εἰδέναι, παρέπηται δὲ τὸ ὠφελίμως, καὶ λυσιτελούντως ἡμᾶς ἕξειν καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ; ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. ἐὰν δέ γʼ οἶμαι τἀναντία τούτων, οὔτε τῇ πόλει οὔτʼ αὐτὸν αὑτῷ; ΑΛ. οὐ δῆτα. ΣΩ. τί δέ; καὶ νῦν ἔτι ὡσαύτως σοι δοκεῖ ἢ ἄλλως πως; ΑΛ. οὔκ, ἀλλʼ οὕτως. ΣΩ. ἆρʼ οὖν ἔφησθα καλεῖν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δʼ ὀλίγους φρονίμους; ΑΛ. ἔγωγε. ΣΩ. οὐκοῦν φαμεν πάλιν τοὺς πολλοὺς διημαρτηκέναι τοῦ βελτίστου, ὡς τὰ πολλά γε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότας. ΑΛ. φαμὲν γάρ. ΣΩ. Λυσιτελεῖ ἄρα τοῖς πολλοῖς μήτʼ εἰδέναι μηδὲν μήτʼ οἴεσθαι εἰδέναι, εἴπερ γε μᾶλλον προθυμήσονται πράττειν μὲν ταῦτα ἅττʼ ἂν εἰδῶσιν ἢ οἰηθῶσιν εἰδέναι, πράττοντες δὲ βλάπτεσθαι τὰ πλείω μᾶλλον ἢ ὠφελεῖσθαι. ΑΛ. ἀληθέστατα λέγεις. ΣΩ. ὁρᾷς οὖν, ὅτε γʼ ἔφην κινδυνεύειν τό γε τῶν ἄλλων ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα αὐτό, ἆρʼ οὐχὶ τῷ ὄντι ὀρθῶς ἐφαινόμην λέγων; ΑΛ. καὶ εἰ μὴ τότε, ἀλλὰ νῦν μοι δοκεῖ, ὦ Σώκρατες.
アルキビアデス:劣った国家でしょう、ソクラテス。ソクラテス:そう言うだろうね。彼ら一人一人が名誉を競い、国政の最も大きな部分を、「この分野、彼自身がそれにおいて最も優れているところとなるような分野に」配分しているのを見るとき、そう思うだろう。私が言うのは、その技術に従って最善となることだ。だが、国家にとっても自分自身にとっても最善であるものについては、彼らの多くは大いに外れている。思うに、理性なしに思い込みを信じきっているがゆえに。このような状態にあるなら、そのような国政は多くの混乱と不法に満ちていると言っても、我々は正しいのではないか。アルキビアデス:ゼウスにかけて、まさしく正しいです。ソクラテス:それでは、我々が手軽に行おう、あるいは言おうとすることについて、まず第一に、自分が知っていると思い込むべきか、あるいは本当に知っているべきである、ということが必要であると我々には思われたのではなかったか。アルキビアデス:そのように思われました。ソクラテス:それでは、もし人が自分の知っていること、あるいは知っていると思っていることを行うとして、そこに「有益に」ということが伴うならば、我々は有益な状態になる――国家にとっても、また彼自身にとっても――のではないか。アルキビアデス:どうしてそうでないことがありましょう。ソクラテス:しかし、もしこれらと反対のことが起こるならば、国家にとっても彼自身にとっても、有益ではないのではないか。アルキビアデス:決してそうではありません。ソクラテス:ではどうだ。今でもなお君にはそのように思われるか、それとも何か別のようか。アルキビアデス:いいえ、そのように思われます。ソクラテス:それでは、君は多くの人々を愚か者、少数の人々を思慮深い者と呼ぶと言ったね。アルキビアデス:はい、言いました。ソクラテス:それでは、我々は再び、多くの人々は最善のものを外しており、思うに大抵の場合、理性なしに思い込みを信じきっているがゆえにそうである、と言うのだね。アルキビアデス:ええ、言います。ソクラテス:とすれば、多くの人々にとっては、何も知らず、また知っているとも思わないことの方が有益なのだ。もし彼らが、自分の知っていること、あるいは知っていると思っていることを行うことにはより熱心になりながらも、それを行うことで利益を得るよりは、多くの場合、損害を被ることになるのだとしたら。アルキビアデス:まったくその通りです。ソクラテス:それなら、他の一切の知識の獲得は、もし最善の知識なしにそれを得ているならば、それを持っている者に対して、めったに益することなく、多くの場合において害をなす危険がある、と私が言ったとき、私は本当に正しく言っていたように見えないかね。アルキビアデス:あの時はそうでなかったとしても、今ではそう思われます、ソクラテス。
ΣΩ. δεῖ ἄρα καὶ πόλιν καὶ ψυχὴν τὴν μέλλουσαν ὀρθῶς βιώσεσθαι ταύτης τῆς ἐπιστήμης ἀντέχεσθαι, ἀτεχνῶς ὥσπερ ἀσθενοῦντα ἰατροῦ ἤ τινος κυβερνήτου τὸν ἀσφαλῶς μέλλοντα πλεῖν. ἄνευ γὰρ ταύτης, ὅσῳπερ ἂν λαμπρότερον ἐπουρίσῃ τὸ τῆς τύχης ἢ περὶ χρημάτων κτῆσιν ἢ σώματος ῥώμην ἢ καὶ ἄλλο τι τῶν τοιούτων, τοσούτῳ μείζω ἁμαρτήματα ἀπʼ αὐτῶν ἀναγκαῖόν ἐστιν, ὡς ἔοικε, γίγνεσθαι. ὁ δὲ δὴ τὴν καλουμένην πολυμαθίαν τε καὶ πολυτεχνίαν κεκτημένος, ὀρφανὸς δὲ ὢν ταύτης τῆς ἐπιστήμης, ἀγόμενος δὲ ὑπὸ μιᾶς ἑκάστης τῶν ἄλλων, ἆρʼ οὐχὶ τῷ ὄντι δικαίως πολλῷ χειμῶνι χρήσεται, ἅτε οἶμαι ἄνευ κυβερνήτου διατελῶν ἐν πελάγει, χρόνον οὐ μακρὸν βίου θέων; ὥστε συμβαίνειν μοι δοκεῖ καὶ ἐνταῦθα τὸ τοῦ ποιητοῦ, ὃ λέγει κατηγορῶν πού τινος, ὡς ἄρα "πολλὰ" "μὲν ἠπίστατο ἔργα, κακῶς δέ", φησίν, "ἠπίστατο πάντα". ΑΛ. καὶ τί δή ποτε συμβαίνει τὸ τοῦ ποιητοῦ, ὦ Σώκρατες; ἐμοὶ μὲν γὰρ οὐδʼ ὁτιοῦν δοκεῖ πρὸς λόγον εἰρηκέναι. ΣΩ. καὶ μάλα γε πρὸς λόγον· ἀλλʼ αἰνίττεται, ὦ βέλτιστε, καὶ οὗτος καὶ ἇλλοι δὲ ποιηταὶ σχεδόν τι πάντες. ἔστιν τε γὰρ φύσει ποιητικὴ ἡ σύμπασα αἰνιγματώδης καὶ οὐ τοῦ προστυχόντος ἀνδρὸς γνωρίσαι· ἔτι τε πρὸς τῷ φύσει τοιαύτη εἶναι, ὅταν λάβηται ἀνδρὸς φθονεροῦ τε καὶ μὴ βουλομένου ἡμῖν ἐνδείκνυσθαι ἀλλʼ ἀποκρύπτεσθαι ὅτι μάλιστα τὴν αὑτοῦ σοφίαν, ὑπερφυῶς δὴ τὸ χρῆμα ὡς δύσγνωστον φαίνεται, ὅτι ποτὲ νοοῦσιν ἕκαστος αὐτῶν. οὐ γὰρ δήπου Ὅμηρόν γε τὸν θειότατόν τε καὶ σοφώτατον ποιητὴν ἀγνοεῖν δοκεῖς ὡς οὐχ οἷόν τε ἦν ἐπίστασθαι κακῶς—ἐκεῖνος γάρ ἐστιν ὁ λέγων τὸν Μαργίτην πολλὰ μὲν ἐπίστασθαι, κακῶς δέ, φησί, πάντα ἠπίστατο—ἀλλʼ αἰνίττεται οἶμαι παράγων τὸ κακῶς μὲν ἀντὶ τοῦ κακοῦ, τὸ δὲ ἠπίστατο ἀντὶ τοῦ ἐπίστασθαι·3 γίγνεται οὖν συντεθὲν ἔξω μὲν τοῦ μέτρου, ἔστι δʼ ὅ γε βούλεται, ὡς πολλὰ μὲν ἠπίστατο ἔργα, κακὸν δʼ ἦν ἐπίστασθαι αὐτῷ πάντα ταῦτα. δῆλον οὖν ὅτι εἴπερ ἦν αὐτῷ κακὸν τὸ πολλὰ εἰδέναι, φαῦλός τις ὢν ἐτύγχανεν, εἴπερ γε πιστεύειν δεῖ τοῖς προειρημένοις λόγοις. ΑΛ. ἀλλʼ ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες· ἦ χαλεπῶς γʼ ἂν ἄλλοις τισὶ πιστεύσαιμι λόγοις, εἴπερ μηδὲ τούτοις. ΣΩ. καὶ ὀρθῶς γέ σοι δοκεῖ. ΑΛ. πάλιν αὖ μοι δοκεῖ.
ソクラテス:それゆえ、正しく生きようとする国家も魂も、この知識にしがみつかなければならない。それは全く、病人が医者に、あるいは安全に航海しようとする者が舵手にしがみつくのと同じだ。なぜなら、これがなければ、富の獲得や身体の強健、あるいはそのようなものの他の何かに、幸運がより輝かしく追い風を送れば送るほど、それらからより大きな過ちが生じることが、どうやら必然となるからだ。ところで、いわゆる博識や多才を獲得していながら、この知識を欠いており、他の知識の一つ一つに引きずられている者は、思うに舵手なしで外海で過ごしているがゆえに、人生という長くない時間を疾走しながら、本当に当然のこととして、激しい嵐に直面することになるのではないか。それゆえ、ここでもまた詩人の言葉が当てはまるように思われる。彼はどこかで誰かを非難して、このように言っている。「多くの仕事をよく知っていたが、悪くすべての仕事を知っていた」と。アルキビアデス:それにしても、どうして詩人の言葉が当てはまるのですか、ソクラテス。私には、彼が少しも理にかなったことを言っているようには思えません。ソクラテス:いや、大いに理にかなっているのだ。しかし、優れた友よ、彼もまた、そして他のほぼすべての詩人たちも、謎をかけているのだ。というのも、詩作というもの全体が本質的に謎めいており、並の人間が理解できるものではないからだ。さらに、本質的にそのようなものであることに加えて、もしそれが、自らの知恵を我々に示そうとせず、できるだけ隠そうとする嫉妬深い人間の手に渡るときには、彼ら一人一人が一体何を意図しているのかは、途方もなく見分けがたくなってしまう。というのも、君はまさか、最も神聖で最も知恵のある詩人ホメロスが、「悪く知る」などということはあり得ない、ということを知らなかったとは思わないだろう。――マルギテースについて「多くのことを知っていたが、すべてのことを悪く知っていた」と言っているのは彼なのだから。――しかし彼は、思うに、謎をかけているのであり、「悪く」を「悪いこと」の代わりに用い、「知っていた」を「知ること」の代わりに用いて意味をずらしているのだ。したがって、組み立て直すと、韻律からは外れるが、彼が言おうとしている意味は次のようになる。「多くの仕事をよく知っていたが、彼にとってこれらすべてを知ることは悪い(害になる)ことであった」と。したがって、もし多くのことを知ることが彼にとって悪いことであったなら、彼は劣った者であったということになるのは明らかだ。もし、先ほど述べられた議論を信じる必要があるならば。アルキビアデス:私にはそのように思えます、ソクラテス。もしこれらの議論をも信じないなら、他のどんな議論を信じることなど困難でしょうから。ソクラテス:そして、君がそう思うのは正しいのだ。アルキビアデス:改めて、私にはそのように思えます。
- 146τοῦ δὲ τῇ πόλει τε καὶ αὐτὸν αὑτῷ βελτίστου ὄντος τὰ πολλὰ διημαρτηκότα
分詞 διημαρτηκότα(完了能動態対格男性単数、145e-146aの ἕνα ἕκαστον に係る)は、属格句 τοῦ ... βελτίστου ὄντος(国家と自身にとって最善であるもの)を支配している。動詞 διαμαρτάνω(大きく的を外す、誤る)は、逸脱や離失の対象を属格で取るため、この属格は「最善であるものから大きく外れている」という意味になる。
- 146bοὐκοῦν ἀναγκαῖον ἡμῖν ἐδόκει οἰηθῆναι δεῖν πρῶτον ἡμᾶς εἰδέναι ἢ τῷ ὄντι εἰδέναι
不定法 οἰηθῆναι(およびそれに続く δεῖν ... εἰδέναι)と εἰδέναι が、非人称表現 ἀναγκαῖον ... ἐδόκει(必要であると思われた)の主語として並列されている。πρῶτον ἡμᾶς は、後続の不定法の意味上の主語を表す対格である。
- 147dπαράγων τὸ κακῶς μὲν ἀντὶ τοῦ κακοῦ, τὸ δὲ ἠπίστατο ἀντὶ τοῦ ἐπίστασθαι
前置詞 ἀντί は属格を支配し、「〜の代わりに」を意味する。冠詞付き不定法 τοῦ ἐπίστασθαι や中性名詞化した τοῦ κακοῦ が、それぞれ詩の中で「意味が置き換えられた」元の語句を示している。分詞 παράγων は「(語の意味や形を)本来の用法からずらす、転用する」の意。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
