§143ΣΩ. ἐμοὶ μὲν οὖν καλῶς δοκεῖ καὶ ἀσφαλῶς λέγειν ὁ ποιητής·
苏格拉底:在我看来,这位诗人说得很好,也很稳妥。
σὺ δʼ εἴ τι ἐν νῷ ἔχεις πρὸς ταῦτα, μὴ σιώπα.
但如果你对此有什么想法,不要保持沉默。
ΑΛ. χαλεπόν, ὦ Σώκρατες, ἐστὶν ἀντιλέγειν πρὸς τὰ καλῶς εἰρημένα·
阿尔基比亚德:苏格拉底,要反驳这些说得好的话是很困难的。
ἐκεῖνο δʼ οὖν ἐννοῶ, ὅσων κακῶν αἰτία ἡ ἄγνοια τοῖς ἀνθρώποις, ὁπότε, ὡς ἔοικε, λελήθαμεν ἡμᾶς αὐτοὺς διὰ ταύτην καὶ πράττοντες καὶ τό γε ἔσχατον εὐχόμενοι ἡμῖν αὐτοῖς τὰ κάκιστα.
但无论如何,我正在思考的是,无知给人类带来了多少灾祸,因为看来由于它,我们在不知不觉中既做着,而且最极端的是,还在为我们自己祈求着最坏的东西。
ὅπερ οὖν οὐδεὶς ἂν οἰηθείη, ἀλλὰ τοῦτό γε πᾶς ἂν οἴοιτο ἱκανὸς εἶναι, αὐτὸς αὑτῷ τὰ βέλτιστα εὔξασθαι, ἀλλʼ οὐ τὰ κάκιστα.
这确实是谁也不会想到的,相反,每个人都会认为自己至少有能力为自己祈求最好的东西,而不是最坏的东西。
τοῦτο μὲν γὰρ ὡς ἀληθῶς κατάρᾳ τινὶ ἀλλʼ οὐκ εὐχῇ ὅμοιον ἂν εἴη.
因为后者确实更像是一种诅咒,而不是祈祷。
ΣΩ. ἀλλʼ ἴσως, ὦ βέλτιστε, φαίη ἄν τις ἀνήρ, ὃς ἐμοῦ τε καὶ σοῦ σοφώτερος ὢν τυγχάνοι, οὐκ ὀρθῶς ἡμᾶς λέγειν, οὕτως εἰκῇ ψέγοντας ἄγνοιαν, εἴ γε μὴ προσθείημεν τὴν ἔστιν ὧν τε ἄγνοιαν καὶ ἔστιν οἷς καὶ ἔχουσί πως ἀγαθόν, ὥσπερ ἐκείνοις κακόν.
苏格拉底:但是,我优秀的年轻朋友,或许某个碰巧比你我更聪明的人会说,我们说得不对,不该这样随意地指责无知,除非我们加上:对某些事情的无知,对于某些处于某种状态的人来说,确实是一种好事,就像对那些人来说是坏事一样。
ΑΛ. πῶς λέγεις;
阿尔基比亚德:你这是什么意思?
ἔστι γὰρ ὁτιοῦν πρᾶγμα ὅτῳ δὴ ὁπωσοῦν ἔχοντι ἄμεινον ἀγνοεῖν ἢ γιγνώσκειν;
难道有什么事情,对于处于任何状态的任何人来说,无知都比知道更好吗?
ΣΩ. ἔμοιγε δοκεῖ· σοὶ δʼ οὔ;
苏格拉底:在我看来是如此;难道你觉得不是吗?
ΑΛ. οὐ μέντοι μὰ Δία.
阿尔基比亚德:确实不觉得,凭宙斯起誓。
ΣΩ. ἀλλὰ μὴν οὐδὲ ἐκεῖνό σου καταγνώσομαι, ἐθέλειν ἄν σε πρὸς τὴν ἑαυτοῦ μητέρα διαπεπρᾶχθαι ἅπερ Ὀρέστην φασὶ καὶ τὸν Ἀλκμέωνα καὶ εἰ δή τινες ἄλλοι ἐκείνοις τυγχάνουσι ταὐτὰ διαπεπραγμένοι.
苏格拉底:然而,我也不至于这样去责难你:说你愿意对你自己的母亲做出人们说俄瑞斯忒斯和阿尔克迈翁所做的事,或者如果确实还有其他什么人碰巧和他们做了同样的事。
ΑΛ. εὐφήμει πρὸς Διός, ὦ Σώκρατες.
阿尔基比亚德:凭宙斯起誓,苏格拉底,请别说这不祥的话!
ΣΩ. οὔτοι τὸν λέγοντα, ὦ Ἀλκιβιάδη, ὡς οὐκ ἂν ἐθέλοις σοι ταῦτα πεπρᾶχθαι, εὐφημεῖν δεῖ σε κελεύειν, ἀλλὰ μᾶλλον πολύ, εἴ τις τὰ ἐναντία λέγοι, ἐπειδὴ οὕτω σοι δοκεῖ σφόδρα δεινὸν εἶναι τὸ πρᾶγμα, ὥστʼ οὐδὲ ῥητέον εἶναι οὕτως εἰκῇ.
苏格拉底:阿尔基比亚德,对于那个说你“不会愿意做出这些事”的人,你其实不应该要求他“别说不祥的话”,而应当在有人说相反的话时才这样要求,因为你觉得这件事情太可怕了,以至于不该如此随意地提起。
δοκεῖς δʼ ἂν τὸν Ὀρέστην, εἰ ἐτύγχανε φρόνιμος ὢν καὶ εἰδὼς ὅτι βέλτιστον ἦν αὐτῷ πράττειν, τολμῆσαι ἄν τι τούτων διαπράξασθαι;
而你认为,如果俄瑞斯忒斯碰巧是个聪明人,并且知道做什么对他最好,他还会敢去做出这些事中的任何一件吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然不会。
ΣΩ. οὐδέ γε ἄλλον οἶμαι οὐδένα.
苏格拉底:我想其他任何人也都不会。
ΑΛ. οὐ μέντοι.
阿尔基比亚德:确实如此。
ΣΩ. κακὸν ἄρα, ὡς ἔοικεν, ἐστὶν ἡ τοῦ βελτίστου ἄγνοια καὶ τὸ ἀγνοεῖν τὸ βέλτιστον.
苏格拉底:看来,对最善的无知,以及不知道什么是最好,是一件坏事。
ΑΛ. ἔμοιγε δοκεῖ.
阿尔基比亚德:在我看来是如此。
ΣΩ. οὐκοῦν καὶ ἐκείνῳ καὶ τοῖς ἄλλοις ἅπασιν;
苏格拉底:那么,不论是对他还是对其他所有人,都是如此吗?
ΑΛ. φημί.
阿尔基比亚德:是的。
§144ΣΩ. ἔτι τοίνυν καὶ τόδε ἐπισκεψώμεθα· εἴ σοι αὐτίκα μάλα παρεσταίη, οἰηθέντι βέλτιον εἶναι, Περικλέα τὸν σεαυτοῦ ἐπίτροπόν τε καὶ φίλον, ἐγχειρίδιον λαβόντα, ἐλθόντα ἐπὶ τὰς θύρας, εἰπεῖν εἰ ἔνδον ἐστί, βουλόμενον ἀποκτεῖναι αὐτὸν ἐκεῖνον, ἄλλον δὲ μηδένα· οἱ δὲ φαῖεν ἔνδον εἶναι—καὶ οὐ λέγω ἐθέλειν ἄν σε τούτων τι πράττειν· ἀλλʼ εἰ, οἶμαι, δόξει σοι, ὅπερ οὐθὲν κωλύει δήπου τῷ γε ἀγνοοῦντι τὸ βέλτιστον παραστῆναί ποτε δόξαν, ὥστε οἰηθῆναι καὶ τὸ κάκιστόν ποτε βέλτιστον εἶναι·
苏格拉底:那么,我们再来看看这一点:如果现在突然有一种想法在你的心中升起,你认为这样做更好,于是你拿着一把短剑,走到你的监护人兼朋友伯里克利的门前,询问他是否在里面,因为你想要杀死他,就是他本人,而不是别人;而里面的人说他在家——我并不是说你会愿意做出这些事来;但是,我想,如果你有了这种想法(毕竟对于不知道什么是最好的人来说,没有任何东西能阻止他有时产生某种想法,以至于甚至认为最坏的事情在某些时候是最好的)——难道你不认为会是这样吗?
ἢ οὐκ ἂν δοκεῖ σοι; ΑΛ. πάνυ μὲν οὖν.
阿尔基比亚德:完全如此。
ΣΩ. εἰ οὖν παρελθὼν εἴσω καὶ ἰδὼν αὐτὸν ἐκεῖνον ἀγνοήσαις τε καὶ οἰηθείης ἂν ἄλλον εἶναί τινα, ἆρʼ ἔτι ἂν αὐτὸν τολμήσαις ἀποκτεῖναι;
苏格拉底:如果你走进去,看着他本人,却认不出他来,而以为他是别人,你还会敢杀死他吗?
ΑΛ. οὐ μὰ τὸν Δία, οὐκ ἄν μοι δοκῶ.
阿尔基比亚德:不,凭宙斯起誓,我想我不会。
ΣΩ. οὐ γὰρ δήπου τὸν ἐντυχόντα, ἀλλʼ αὐτὸν ἐκεῖνον ὃν ἠβούλου.
苏格拉底:因为你总不至于想杀任何一个碰巧遇到的人,而是想杀你原本想要杀的那个人。
ἦ γάρ;
不是吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν καὶ εἰ πολλάκις ἐγχειροῖς, αἰεὶ δὲ ἀγνοοῖς τὸν Περικλέα, ὁπότε μέλλοις τοῦτο πράττειν, οὔποτε ἂν ἐπίθοιο αὐτῷ.
苏格拉底:那么,即使你尝试了很多次,但只要在每次准备动手时都认不出伯里克利,你就绝不会袭击他。
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然不会。
ΣΩ. τί δέ;
苏格拉底:那又怎么样呢?
τὸν Ὀρέστην δοκεῖς ἄν ποτε τῇ μητρὶ ἐπιθέσθαι, εἴ γε ὡσαύτως ἠγνόησεν;
你认为如果俄瑞斯忒斯同样也认不出他的母亲,他还会袭击她吗?
ΑΛ. οὐκ οἶμαι ἔγωγε.
阿尔基比亚德:我想他不会。
ΣΩ. οὐ γὰρ δήπου οὐδʼ ἐκεῖνος τὴν προστυχοῦσαν γυναῖκα οὐδὲ τὴν ὁτουοῦν μητέρα διενοεῖτο ἀποκτεῖναι, ἀλλὰ τὴν αὐτὸς αὑτοῦ.
苏格拉底:因为他想必也不是打算杀死任何一个碰巧遇到的女人,或者任何人的母亲,而是他自己的母亲。
ΑΛ. ἔστι ταῦτα.
阿尔基比亚德:正是如此。
ΣΩ. ἀγνοεῖν ἄρα τά γε τοιαῦτα βέλτιον τοῖς οὕτω διακειμένοις καὶ τοιαύτας δόξας ἔχουσιν.
苏格拉底:因此,对于处于这种状态并持有这种想法的人来说,至少对这类事情保持无知是更好的。
ΑΛ. φαίνεται.
阿尔基比亚德:看起来是这样。
ΣΩ. ὁρᾷς οὖν ὅτι ἡ ἔστιν ὧν τε ἄγνοια καὶ ἔστιν οἷς καὶ ἔχουσί πως ἀγαθόν, ἀλλʼ οὐ κακόν, ὥσπερ ἄρτι σοι ἐδόκει;
苏格拉底:那么你看到了吗,对某些事情的无知,对于某些处于某种状态的人来说,确实是一件好事,而不是像你刚才所认为的那样是一件坏事?
ΑΛ. ἔοικεν.
阿尔基比亚德:确实如此。
ΣΩ. ἔτι τοίνυν εἰ βούλει τὸ μετὰ τοῦτο ἐπισκοπεῖν, ἄτοπον ἂν ἴσως ἄν σοι δόξειεν εἶναι.
苏格拉底:此外,如果你愿意考察接下来的事情,它或许会在你看来有些奇妙。
ΑΛ. τί μάλιστα, ὦ Σώκρατες;
阿尔基比亚德:特别是关于什么,苏格拉底?
ΣΩ. ὅτι, ὡς ἔπος εἰπεῖν, κινδυνεύει τό γε τῶν ἄλλων ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τοῦ βελτίστου κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα αὐτό.
苏格拉底:那就是,可以说,其他知识的占有,如果一个人在没有关于最善的知识的情况下占有了它,它就很少能带来益处,而在大多数情况下反而会危害占有它的人。
σκόπει δὲ ὧδε.
你可以这样考虑:难道你不认为这是必然的吗?
ἆρʼ οὐκ ἀναγκαῖόν σοι δοκεῖ εἶναι, ὅταν τι μέλλωμεν ἤτοι πράττειν ἢ λέγειν, οἰηθῆναι δεῖν πρῶτον ἡμᾶς εἰδέναι ἢ τῷ ὄντι εἰδέναι τοῦθʼ ὃ ἂν προχειροτέρως μέλλωμεν ἢ λέγειν ἢ πράττειν;
每当我们准备去做或说某事时,我们必须首先认为自己知道、或者确实知道,那件我们正急于去说或做的事?
ΑΛ. ἔμοιγε δοκεῖ.
阿尔基比亚德:在我看来是如此。