§142ΣΩ. ὁρᾷς δὴ καὶ τῶν ἡμετέρων πολιτῶν—ταῦτα γὰρ οὐκ ἄλλων ἀκηκόαμεν, ἀλλʼ αὐτοὶ παρόντες οἴδαμεν— ὅσοι στρατηγίας ἐπιθυμήσαντες ἤδη καὶ τυχόντες αὐτῆς οἱ μὲν ἔτι καὶ νῦν φυγάδες τῆσδε τῆς πόλεώς εἰσιν, οἱ δὲ τὸν βίον ἐτελεύτησαν·
苏格拉底:确实,你也看到了我们公民中的情况——因为这些不是我们从别人那里听来的,而是我们自己亲身在场而知晓的—— 那些曾经渴望将军之职并已得到它的人,有的至今仍是这座城市的流亡者,有的则已经结束了生命。
οἱ δὲ ἄριστα δοκοῦντες αὐτῶν πράττειν διὰ πολλῶν κινδύνων ἐλθόντες καὶ φόβων οὐ μόνον ἐν ταύτῃ τῇ στρατηγίᾳ, ἀλλʼ ἐπεὶ εἰς τὴν ἑαυτῶν κατῆλθον, ὑπὸ τῶν συκοφαντῶν πολιορκούμενοι πολιορκίαν οὐδὲν ἐλάττω τῆς ὑπὸ τῶν πολεμίων διετέλεσαν, ὥστε ἐνίους αὐτῶν εὔχεσθαι ἀστρατηγήτους εἶναι μᾶλλον ἢ ἐστρατηγηκέναι.
而他们中看似处境最好的人,经历了许多危险和恐惧,不仅是在担任将军期间,而且在回到自己的家园之后,终日被密告者包围,所受的围困丝毫不亚于敌人的围困,以至于他们中的一些人甚至祈求自己从未当过将军,而不是当过将军。
εἰ μὲν οὖν ἦσαν οἱ κίνδυνοί τε καὶ πόνοι φέροντες εἰς ὠφέλειαν, εἶχεν ἄν τινα λόγον· νῦν δὲ καὶ πολὺ τοὐναντίον.
如果这些危险和劳苦能带来益处,那还有些道理;但现在,情况完全相反。
εὑρήσεις δὲ καὶ περὶ τέκνων τὸν αὐτὸν τρόπον, εὐξαμένους τινὰς ἤδη γενέσθαι καὶ γενομένων εἰς συμφοράς τε καὶ λύπας τὰς μεγίστας καταστάντας.
你也会发现关于孩子的情况也是如此,有些人曾经祈求能有孩子,而当孩子出生后,他们却陷入了极大的灾祸和痛苦之中。
οἱ μὲν γὰρ μοχθηρῶν διὰ τέλους ὄντων τῶν τέκνων ὅλον τὸν βίον λυπούμενοι διήγαγον· τοὺς δὲ χρηστῶν μὲν γενομένων, συμφοραῖς δὲ χρησαμένων ὥστε στερηθῆναι, καὶ τούτους οὐδὲν εἰς ἐλάττονας δυστυχίας καθεστηκότας ἤπερ ἐκείνους καὶ βουλομένους ἂν ἀγένητα μᾶλλον εἶναι ἢ γενέσθαι.
因为有些人由于孩子终生恶劣,一生都在悲伤中度过;而另一些人,他们的孩子虽然优秀,却遭遇不幸而夭折,这些人也陷入了丝毫不亚于前者的不幸之中,甚至希望孩子根本没有出生过,而不是出生了。
ἀλλʼ ὅμως τούτων τε καὶ ἑτέρων πολλῶν ὁμοιοτρόπων τούτοις οὕτω σφόδρα καταδήλων ὄντων, σπάνιον εὑρεῖν ὅστις ἂν ἢ διδομένων ἀπόσχοιτο ἢ μέλλων διʼ εὐχῆς τεύξεσθαι παύσαιτο ἂν εὐχόμενος·
然而,尽管这些事情以及其他许多类似的事情如此显而易见,却很少能找到一个人会拒绝赐予的东西,或者在即将通过祈祷获得某物时停止祈祷。
οἱ δὲ πολλοὶ οὔτε ἂν τυραννίδος διδομένης ἀπόσχοιντο ἂν οὔτε στρατηγίας οὐδʼ ἑτέρων πολλῶν, ἃ παρόντα βλάπτει μᾶλλον ἢ ὠφελεῖ, ἀλλὰ κἂν εὔξαιντο ἂν γενέσθαι, εἴ τῳ μὴ παρόντα τυγχάνει·
大多数人既不会拒绝送上门来的僭主之位,也不会拒绝将军之职,或许多其他拥有时害处大于益处的东西,反而如果有人恰巧没有这些东西,他们甚至会祈求它们发生。
ὀλίγον δὲ ἐπισχόντες ἐνίοτε παλινῳδοῦσιν, ἀνευχόμενοι ἅττʼ ἂν τὸ πρῶτον εὔξωνται.
但过了一会儿,他们有时会改弦易辙,祈求取消他们起初所祈求的东西。
ἐγὼ μὲν οὖν ἀπορῶ μὴ ὡς ἀληθῶς μάτην θεοὺς ἄνθρωποι αἰτιῶνται, ἐξ ἐκείνων φάμενοι κακά σφισιν εἶναι· "οἱ δὲ καὶ αὐτοὶ σφῇσιν"
εἴτε
"ἀτασθαλίαισιν"
εἴτε ἀφροσύναις χρὴ εἰπεῖν,
"ὑπὲρ μόρον"
"ἄλγεʼ ἔχουσι"
.
因此,我怀疑人们是不是真的在徒然地指责神明,说灾祸是从他们那里来的,而实际上“他们自己由于自己的”无论是“暴虐”还是应该说是“愚蠢”,“超越命运” “承受着痛苦”。
κινδυνεύει γοῦν, ὦ Ἀλκιβιάδη, φρόνιμός τις εἶναι ἐκεῖνος ὁ ποιητής, ὃς δοκεῖ μοι φίλοις ἀνοήτοις τισὶ χρησάμενος, ὁρῶν αὐτοὺς καὶ πράττοντας καὶ εὐχομένους ἅπερ οὐ βέλτιον ἦν, ἐκείνοις δὲ ἐδόκει, κοινῇ ὑπὲρ ἁπάντων αὐτῶν εὐχὴν ποιήσασθαι·
无论如何,阿尔基比亚德,那个诗人想必是个聪明人,在我看来,他因为交往了一些愚蠢的朋友,看到他们所做和所祈求的事情并非对他们最好(虽然在他们看来是最好的),便为他们所有人作了一个共同的祈祷。
λέγει δέ πως ὡδί—
"
Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλά, φησί, καὶ εὐχομένοις
καὶ ἀνεύκτοις
ἄμμι δίδου, τὰ δὲ δειλὰ καὶ εὐχομένοις ἀπαλέξειν
"
κελεύει.
他是这样说的: “宙斯王啊,无论我们祈求还是不祈求,请赐予我们好的东西;但对于有害的东西,即使我们祈求,也请予以驱除。 ”