§140ΣΩ. ἀλλʼ ἐὰν ἔμοιγε προσέχῃς τὸν νοῦν, σύν τε δύο σκεπτομένω τυχὸν εὑρήσομεν.
苏格拉底:但如果你向我专心,我们两人一起探讨,也许就会找到。
ΑΛ. ἀλλὰ προσέχω, ὦ Σώκρατες, εἰς δύναμιν τὴν ἐμήν.
阿尔基比亚德:但是,苏格拉底,我正在尽我所能地专心。
ΣΩ. οὐκοῦν ὡμολογήθη ἡμῖν ὀφθαλμία μὲν πᾶσα νόσος εἶναι, νόσος μέντοι οὐκ εἶναι πᾶσα ὀφθαλμία;
苏格拉底:我们不是已经同意,所有的眼疾都是病,但并非所有的病都是眼疾吗?
ΑΛ. ὡμολογήθη.
阿尔基比亚德:同意了。
ΣΩ. καὶ ὀρθῶς γέ μοι δοκεῖ ὁμολογηθῆναι.
苏格拉底:在我看来,这个共识是非常正确的。
καὶ γὰρ οἱ πυρέττοντες πάντες νοσοῦσιν, οὐ μέντοι οἱ νοσοῦντες πάντες πυρέττουσιν οὐδὲ ποδαγρῶσιν οὐδέ γε ὀφθαλμιῶσιν, οἶμαι· ἀλλὰ νόσος μὲν πᾶν τὸ τοιοῦτόν ἐστι, διαφέρειν δέ φασιν οὓς δὴ καλοῦμεν ἰατροὺς τὴν ἀπεργασίαν αὐτῶν.
因为发烧的人确实都生病了,然而生病的人我想并不都发烧,也不都患痛风,也不都患眼疾;而是说,所有这类情况都是生病,但我们称之为医生的人说,这些病症的产生过程是不同的。
οὐ γὰρ πᾶσιν οὔτε ὅμοιαι οὔτε ὁμοίως διαπράττονται, ἀλλὰ κατὰ τὴν αὑτῆς δύναμιν ἑκάστη· νόσοι μέντοι πᾶσαί εἰσιν.
因为它们既非对所有人都相似,也不是以相同的方式起作用,而是各自根据其自身的力量起作用;然而,它们都是病。
ὥσπερ δημιουργούς τινας ὑπολαμβάνομεν· ἢ οὔ;
就像我们假设有某些手艺人一样,是不是?
ΑΛ. πάνυ μὲν οὖν.
阿尔基比亚德:确实如此。
ΣΩ. οὐκοῦν τοὺς σκυτοτόμους καὶ τέκτονας καὶ ἀνδριαντοποιοὺς καὶ ἑτέρους παμπληθεῖς, οὓς τί δεῖ καθʼ ἕκαστα λέγειν;
苏格拉底:那么鞋匠、木匠、雕塑家以及其他无数的人,何必一一细说呢?
ἔχουσι δʼ οὖν διειληφότες δημιουργίας μέρη, καὶ πάντες οὗτοί εἰσι δημιουργοί, οὐ μέντοι εἰσὶ τέκτονές γε οὐδὲ σκυτοτόμοι οὐδʼ ἀνδριαντοποιοί, οἳ σύμπαντές εἰσι δημιουργοί.
无论如何,他们分领了手艺的各部分,并且所有这些人都是手艺人,但那些合起来是手艺人的人,却并不都是木匠,也不是鞋匠,更不是雕塑家。
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然不是。
ΣΩ. οὕτως μὲν τοίνυν καὶ τὴν ἀφροσύνην διειληφότες εἰσί, καὶ τοὺς μὲν πλεῖστον αὐτῆς μέρος ἔχοντας μαινομένους καλοῦμεν, τοὺς δʼ ὀλίγον ἔλαττον ἠλιθίους τε καὶ ἐμβροντήτους· οἱ δὲ ἐν εὐφημοτάτοις ὀνόμασι βουλόμενοι κατονομάζειν οἱ μὲν μεγαλοψύχους, οἱ δὲ εὐήθεις, ἕτεροι δὲ ἀκάκους καὶ ἀπείρους καὶ ἐνεούς· εὑρήσεις δὲ καὶ ἕτερα πολλὰ ἀναζητῶν ὀνόματα.
苏格拉底:那么,同样地,人们也分领了愚蠢,我们把拥有其中最大部分的人称为“疯子”,把拥有稍少一点的人称为“傻子”或“糊涂虫”;而那些想要用最委婉的名字来称呼他们的人,有的称他们为“大度的人”,有的称为“天真的人”,还有的称为 “无害的人”、“毫无经验的人”或“呆笨的人”;如果你去寻找,还会发现许多其他的名字。
πάντα δὲ ταῦτα ἀφροσύνη ἐστίν, διαφέρει δέ, ὥσπερ τέχνη τέχνης ἡμῖν κατεφαίνετο καὶ νόσος νόσου·
但所有这些都是“愚蠢”,它们的差别,就像刚才技术与技术的差别、疾病与疾病的差别向我们呈现的那样。
ἢ πῶς σοι δοκεῖ;
或者你觉得怎么样?
ΑΛ. ἐμοὶ μὲν οὕτως.
阿尔基比亚德:在我看来也是这样。
ΣΩ. οὐκοῦν ἀπʼ ἐκείνου πάλιν ἐπανέλθωμεν.
苏格拉底:那么,让我们再回到那个话题。
ἦν γὰρ δήπου καὶ ἐν ἀρχῇ τοῦ λόγου, σκεπτέον εἶναι τοὺς ἄφρονάς τε καὶ φρονίμους, τίνες ποτʼ εἰσίν.
因为在讨论开始时,我们就曾说过,必须探讨愚蠢的人和聪明的人到底是谁。
ὡμολόγητο γὰρ εἶναί τινας· ἦ γὰρ οὔ;
因为已经同意存在着这样的人,是不是?
ΑΛ. ναί, ὡμολόγηται.
阿尔基比亚德:是的,同意了。
ΣΩ. ἆρʼ οὖν τούτους φρονίμους ὑπολαμβάνεις, οἳ ἂν εἰδῶσιν ἅττα δεῖ πράττειν καὶ λέγειν;
苏格拉底:那么,你认为那些知道自己该做什么、该说什么的人是聪明的吗?
ΑΛ. ἔγωγε.
阿尔基比亚德:我是这样认为的。
ΣΩ. ἄφρονας δὲ ποτέρους;
苏格拉底:而愚蠢的人是哪一类呢?
ἆρά γε τοὺς μηδέτερα τούτων εἰδότας;
难道是那些这两者都不知道的人吗?
ΑΛ. τούτους.
阿尔基比亚德:正是这些人。
ΣΩ. οὐκοῦν οἵ γε μὴ εἰδότες μηδέτερα τούτων λήσουσιν αὑτοὺς καὶ λέγοντες καὶ πράττοντες ἅττα μὴ δεῖ;
苏格拉底:那么,那些这两者都不知道的人,岂不是会在不知不觉中说出和做出不该说和不该做的事吗?
ΑΛ. φαίνεται.
阿尔基比亚德:看起来是这样。
§141ΣΩ. τούτων μέντοι ἔλεγον, ὦ Ἀλκιβιάδη, καὶ τὸν Οἰδίπουν εἶναι τῶν ἀνθρώπων·
苏格拉底:阿尔基比亚德,我先前正是说,俄狄浦斯也是这类人之一。
εὑρήσεις δʼ ἔτι καὶ τῶν νῦν πολλοὺς οὐκ ὀργῇ κεχρημένους, ὥσπερ ἐκεῖνον, οὐδʼ οἰομένους κακά σφισιν εὔχεσθαι, ἀλλʼ ἀγαθά.
你还会发现,即使在今天,也有许多人并没有像他那样被愤怒支配,也不认为自己是在祈求祸害,而是在祈求好事。
ἐκεῖνος μὲν ὥσπερ οὐδʼ ηὔχετο, οὐδʼ ᾤετο· ἕτεροι δέ τινές εἰσιν οἳ τἀναντία τούτων πεπόνθασιν.
他确实既没有祈求好事,也未曾这样以为;但另外有一些人,他们经历着与此相反的情况。
ἐγὼ μὲν γὰρ οἶμαί σε πρῶτον, εἴ σοι ἐμφανὴς γενόμενος ὁ θεὸς πρὸς ὃν τυγχάνεις πορευόμενος, ἐρωτήσειεν, πρὶν ὁτιοῦν εὔξασθαί σε, εἰ ἐξαρκέσει σοι τύραννον γενέσθαι τῆς Ἀθηναίων πόλεως· εἰ δὲ τοῦτο φαῦλον ἡγήσαιο καὶ μὴ μέγα τι, προσθείη καὶ πάντων τῶν Ἑλλήνων· εἰ δέ σε ὁρῴη ἔτι ἔλαττον δοκοῦντα ἔχειν, εἰ μὴ καὶ πάσης Εὐρώπης, ὑποσταίη σοι καὶ τοῦτο, καὶ τοῦτο μὴ μόνον ὑποσταίη, ἀλλʼ αὐθημερόν σου βουλομένου ὡς πάντας αἰσθήσεσθαι ὅτι Ἀλκιβιάδης ὁ Κλεινίου τύραννός ἐστιν·
因为我想,首先是你,如果碰巧你正要去拜谒的那位神显现在你面前,在你有任何祈求之前问你,成为雅典城邦的僭主是否能让你满足;如果你认为这微不足道,不算什么大事,他又加上所有希腊人的僭主之位;如果他看到你仍然嫌少,除非连整个欧洲的僭主之位也一并给你的话,他便把这也向你许诺;而且不仅如此,只要你愿意,在当天之内就能让所有人知道克雷尼亚斯之子阿尔基比亚德是僭主。
αὐτὸν οἶμαι ἄν σε ἀπιέναι περιχαρῆ γενόμενον, ὡς τῶν μεγίστων ἀγαθῶν κεκυρηκότα.
我想,你会极其高兴地离去,仿佛已经获得了最大的好处。
ΑΛ. ἐγὼ μὲν οἶμαι, ὦ Σώκρατες, κἂν ἄλλον ὁντινοῦν, εἴπερ τοιαῦτα συμβαίη αὐτῷ.
阿尔基比亚德:苏格拉底,我想换作任何一个人,如果这样的好事落在他头上,都会是这样的。
ΣΩ. ἀλλὰ μέντοι ἀντί γε τῆς σῆς ψυχῆς οὐδʼ ἂν τὴν πάντων Ἑλλήνων τε καὶ βαρβάρων χώραν τε καὶ τυραννίδα βουληθείης σοι γενέσθαι.
苏格拉底:然而,你绝不会愿意用你的生命去换取所有希腊人和野蛮人的土地以及僭主统治权归你所有。
ΑΛ. οὐκ οἶμαι ἔγωγε.
阿尔基比亚德:我想我不会。
πῶς γὰρ ἄν, μηθέν γέ τι μέλλων αὐτοῖς χρήσεσθαι;
因为如果我根本无法使用它们,我又怎么会愿意呢?
ΣΩ. τί δʼ εἰ μέλλοις κακῶς τε καὶ βλαβερῶς χρῆσθαι;
苏格拉底:那如果你会以糟糕且有害的方式去使用它们呢?
οὐδʼ ἂν οὕτως;
即使这样你也不愿意吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然不。
ΣΩ. ὁρᾷς οὖν ὡς οὐκ ἀσφαλὲς οὔτε τὰ διδόμενα εἰκῇ δέχεσθαί τε οὔτε αὐτὸν εὔχεσθαι γενέσθαι, εἴ γέ τις βλάπτεσθαι μέλλοι διὰ ταῦτα ἢ τὸ παράπαν τοῦ βίου ἀπαλλαγῆναι.
苏格拉底:那么你看到了吧,无论盲目接受赐予的东西,还是亲自祈求某些事情发生,都不是安全的,如果一个人确实会因为这些事情而受害,或者彻底丧失生命的话。
πολλοὺς δʼ ἂν ἔχοιμεν εἰπεῖν, ὅσοι τυραννίδος ἐπιθυμήσαντες ἤδη καὶ σπουδάσαντες τοῦτʼ αὐτοῖς παραγενέσθαι, ὡς ἀγαθόν τι πράξαντες, διὰ τὴν τυραννίδα ἐπιβουλευθέντες τὸν βίον ἀφῃρέθησαν.
我们能够说出许多这样的人,他们曾渴望僭主之位并极力想让它落入自己手中,以为自己成就了什么好事,却因为这僭主之位而遭到暗算,被剥夺了生命。
οἶμαι δέ σε οὐκ ἀνήκοον εἶναι ἔνιά γε
"χθιζά τε καὶ πρωιζὰ"
γεγενημένα, ὅτε Ἀρχέλαον τὸν Μακεδόνων τύραννον τὰ παιδικά, ἐρασθέντα τῆς τυραννίδος οὐθὲν ἧττον ἤπερ ἐκεῖνος τῶν παιδικῶν, ἀπέκτεινε τὸν ἐραστὴν ὡς τύραννός τε καὶ εὐδαίμων ἀνὴρ ἐσόμενος· κατασχὼν δὲ τρεῖς ἢ τέτταρας ἡμέρας τὴν τυραννίδα πάλιν αὐτὸς ἐπιβουλευθεὶς ὑφʼ ἑτέρων τινῶν ἐτελεύτησεν.
我想你不会没有听说过一些“就在昨天或前天”发生的事情,当时马赛多尼亚人的僭主阿基劳斯的情夫——他爱上僭主之位,绝不亚于阿基劳斯爱他——杀死了他的情人,以为自己将成为僭主并成为一个幸福的人;但他仅仅掌握了三四天的僭主权力,就反过来遭到其他一些人的暗算而死去了。