§138ΣΩ. ὦ Ἀλκιβιάδη, ἆρά γε πρὸς τὸν θεὸν προσευξόμενος πορεύῃ;
苏格拉底:哦,阿尔基比亚德,你这是要去向神作祷告吗?
ΑΛ. πάνυ μὲν οὖν, ὦ Σώκρατες.
阿尔基比亚德:正是如此,苏格拉底。
ΣΩ. φαίνῃ γέ τοι ἐσκυθρωπακέναι τε καὶ εἰς γῆν βλέπειν, ὥς τι συννοούμενος.
苏格拉底:你看上去面带忧色,眼睛向下看,仿佛在沉思着什么。
ΑΛ. καὶ τί ἄν τις συννοοῖτο, ὦ Σώκρατες;
阿尔基比亚德:苏格拉底,一个人能沉思什么呢?
ΣΩ. τὴν μεγίστην, ὦ Ἀλκιβιάδη, σύννοιαν, ὥς γʼ ἐμοὶ δοκεῖ.
苏格拉底:在我看来,阿尔基比亚德,那是最大的一种沉思。
ἐπεὶ φέρε πρὸς Διός, οὐκ οἴει τοὺς θεούς, ἃ τυγχάνομεν εὐχόμενοι καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ἐνίοτε τούτων τὰ μὲν διδόναι, τὰ δʼ οὔ, καὶ ἔστιν οἷς μὲν αὐτῶν, ἔστι δʼ οἷς οὔ;
因为请告诉我,凭着宙斯起誓,你不认为神对于我们私下里和公开场合恰好祈求的事情,有时会赐予其中一些,而不赐予另一些,并且会赐予某些人,而不赐予另一些人吗?
ΑΛ. πάνυ μὲν οὖν.
阿尔基比亚德:确实如此。
ΣΩ. οὐκοῦν δοκεῖ σοι πολλῆς προμηθείας γε προσδεῖσθαι, ὅπως μὴ λήσεται αὑτὸν εὐχόμενος μεγάλα κακά, δοκῶν δʼ ἀγαθά, οἱ δὲ θεοὶ τύχωσιν ἐν ταύτῃ ὄντες τῇ ἕξει, ἐν ᾗ διδόασιν αὐτοὶ ἅ τις εὐχόμενος τυγχάνει;
苏格拉底:那么,你难道不认为这需要极大的预见,以免一个人在不知不觉中祈求了巨大的祸害,却以为是好事,而神又恰好处在那种会赏赐人们所祈求的一切的状态中吗?
ὥσπερ τὸν Οἰδίπουν αὐτίκα φασὶν εὔξασθαι χαλκῷ διελέσθαι τὰ πατρῷα τοὺς ὑεῖς·
就像人们说俄狄浦斯曾经立刻祈求他的儿子们用刀剑分家产一样。
ἐξὸν αὐτῷ τῶν παρόντων αὐτῷ κακῶν ἀποτροπήν τινα εὔξασθαι, ἕτερα πρὸς τοῖς ὑπάρχουσιν κατηρᾶτο·
他本可以祈求避开眼前的祸害,却在已有的祸害之外,又诅咒了其他的祸害。
τοιγαροῦν ταῦτά τε ἐξετελέσθη, καὶ ἐκ τούτων ἄλλα πολλὰ καὶ δεινά, ἃ τί δεῖ καθʼ ἕκαστα λέγειν;
因此,这些事情确实实现了,并且由此引出了许多其他可怕的后果,这些又何必一一细说呢?
ΑΛ. ἀλλὰ σὺ μέν, ὦ Σώκρατες, μαινόμενον ἄνθρωπον εἴρηκας·
阿尔基比亚德:但是,苏格拉底,你说的这是一个疯子。
ἐπεὶ τίς ἄν σοι δοκεῖ τολμῆσαι ὑγιαίνων τοιαῦτʼ εὔξασθαι;
因为你认为哪个神志清醒的人会敢于祈求这样的事情呢?
ΣΩ. τὸ μαίνεσθαι ἆρά γε ὑπεναντίον σοι δοκεῖ τῷ φρονεῖν;
苏格拉底:那么,在你看来,发疯是否与有智慧相反呢?
ΑΛ. πάνυ μὲν οὖν.
阿尔基比亚德:正是。
ΣΩ. ἄφρονες δὲ καὶ φρόνιμοι δοκοῦσιν ἄνθρωποι εἶναι τινές σοι;
苏格拉底:那么,在你看来,人类中是否有些是愚蠢的,有些是有智慧的?
ΑΛ. εἶναι μέντοι.
阿尔基比亚德:确实如此。
ΣΩ. φέρε δή, ἐπισκεψώμεθα τίνες ποτʼ εἰσὶν οὗτοι.
苏格拉底:来吧,让我们探讨一下这些人到底是谁。
ὅτι μὲν γάρ εἰσί τινες, ὡμολόγηται, ἄφρονές τε καὶ φρόνιμοι, καὶ μαινόμενοι ἕτεροι.
因为已经达成共识,确实存在着一些愚蠢的人,一些有智慧的人,以及另一些发疯的人。
ΑΛ. ὡμολόγηται γάρ.
阿尔基比亚德:确实达成了共识。
ΣΩ. ἔτι δὲ ὑγιαίνοντές εἰσί τινες;
苏格拉底:此外,是否有一些健康的人?
ΑΛ. εἰσίν.
阿尔基比亚德:有的。
ΣΩ. οὐκοῦν καὶ ἀσθενοῦντες ἕτεροι;
苏格拉底:那么,是否另有一些生病的人?
§139ΑΛ. πάνυ γε.
阿尔基比亚德:当然。
ΣΩ. οὐκοῦν οὐχ οἱ αὐτοί;
苏格拉底:那么,他们不是同一类人吧?
ΑΛ. οὐ γάρ.
阿尔基比亚德:不是。
ΣΩ. ἆρʼ οὖν καὶ ἕτεροί τινές εἰσιν, οἳ μηδέτερα τούτων πεπόνθασιν;
苏格拉底:那么,是否还有另一些人,这两种情况都没有经历过?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然没有。
ΣΩ. ἀνάγκη γάρ ἐστιν ἄνθρωπον ὄντα ἢ νοσεῖν ἢ μὴ νοσεῖν.
苏格拉底:因为作为人,要么生病,要么不生病。
ΑΛ. ἔμοιγε δοκεῖ.
阿尔基比亚德:在我看来是这样。
ΣΩ. τί δέ;
苏格拉底:那么,关于智慧和愚蠢,你是否也有同样的看法?
περὶ φρονήσεως καὶ ἀφροσύνης ἆρά γε τὴν αὐτὴν ἔχεις σὺ γνώμην;
阿尔基比亚德:你是什么意思?
ΑΛ. πῶς λέγεις;
苏格拉底:在你看来,一个人是只能有智慧或者愚蠢,还是说在这两者之间存在某种第三种状态,使人既不有智慧,也不愚蠢?
ΣΩ. εἰ δοκεῖ σοι οἷόν τε εἶναι ἢ φρόνιμον ἢ ἄφρονα, ἢ ἔστι τι διὰ μέσου τρίτον πάθος, ὃ ποιεῖ τὸν ἄνθρωπον μήτε φρόνιμον μήτε ἄφρονα;
阿尔基比亚德:当然没有。
ΑΛ. οὐ δῆτα.
苏格拉底:那么,人必然经历了这两者之一。
ΣΩ. ἀνάγκη ἄρʼ ἐστὶ τὸ ἕτερον τούτων πεπονθέναι.
阿尔基比亚德:在我看来是这样。
ΑΛ. ἔμοιγε δοκεῖ.
苏格拉底:那么,你是否记得你曾同意发疯与智慧是相反的?
ΣΩ. οὐκοῦν μέμνησαι ὁμολογήσας ὑπεναντίον εἶναι μανίαν φρονήσει;
阿尔基比亚德:记得。
ΑΛ. ἔγωγε.
苏格拉底:并且,在这两者之间没有第三种状态,使人既不聪明也不愚蠢?
ΣΩ. οὐκοῦν καὶ μηδὲν εἶναι διὰ μέσου τρίτον πάθος, ὃ ποιεῖ τὸν ἄνθρωπον μήτε φρόνιμον μήτε ἄφρονα εἶναι;
阿尔基比亚德:我确实同意过。
ΑΛ. ὡμολόγησα γάρ.
苏格拉底:然而,一个事物怎么可能有两件相反的东西呢?
ΣΩ. καὶ μὴν δύο γε ὑπεναντία ἑνὶ πράγματι πῶς ἂν εἴη;
阿尔基比亚德:绝不可能。
ΑΛ. οὐδαμῶς.
苏格拉底:那么,愚蠢和发疯似乎是同一种东西。
ΣΩ. ἀφροσύνη ἄρα καὶ μανία κινδυνεύει ταὐτὸν εἶναι.
阿尔基比亚德:看起来是这样。
ΑΛ. φαίνεται.
苏格拉底:因此,阿尔基比亚德,如果我们说所有愚蠢的人都是疯子,我们的说法就是正确的。
ΣΩ. πάντας οὖν ἂν φάντες, ὦ Ἀλκιβιάδη, τοὺς ἄφρονας μαίνεσθαι ὀρθῶς ἂν φαίημεν·
例如,在你的同辈中如果碰巧有一些愚蠢的人——正如确实有一样——以及在更年长的人中也是如此。
αὐτίκα τῶν σῶν ἡλικιωτῶν εἴ τινες τυγχάνουσιν ἄφρονες ὄντες, ὥσπερ εἰσί, καὶ τῶν ἔτι πρεσβυτέρων.
因为请告诉我,凭着宙斯起誓,你不认为城邦中聪明的人是少数,而愚蠢的人是多数吗——而这些愚蠢的人你正是称他们为疯子?
ἐπεὶ φέρε πρὸς Διός, οὐκ οἴει τῶν ἐν τῇ πόλει ὀλίγους μὲν εἶναι τοὺς φρονίμους, ἄφρονας δὲ δὴ τοὺς πολλούς, οὓς δὴ σὺ μαινομένους καλεῖς;
阿尔基比亚德:我是这样认为的。
ΑΛ. ἔγωγε.
苏格拉底:那么,你认为我们和这么多疯子生活在一个城邦里,能够安然无恙吗?
ΣΩ. οἴει ἂν οὖν χαίροντας ἡμᾶς εἶναι μετὰ τοσούτων μαινομένων πολιτευομένους, καὶ οὐκ ἂν παιομένους καὶ βαλλομένους, καὶ ἅπερ εἰώθασιν οἱ μαινόμενοι διαπράττεσθαι, πάλαι δὴ δίκην δεδωκέναι;
难道不会早就因为挨打、被扔石头,以及遭受疯子们通常做的事情,而付出了沉重的代价吗?
ἀλλὰ ὅρα, ὦ μακάριε, μὴ οὐχ οὕτως ταῦτʼ ἔχει.
但是,我的好朋友,请注意,事情也许不是这样的。
ΑΛ. πῶς ἂν οὖν ποτʼ ἔχοι, ὦ Σώκρατες;
阿尔基比亚德:苏格拉底,那到底会是怎样的呢?
κινδυνεύει γὰρ οὐχ οὕτως ἔχειν ὥσπερ ᾠήθην.
因为事情似乎并不像我所想的那样。
ΣΩ. οὐδʼ ἐμοὶ δοκεῖ.
苏格拉底:我也不这么认为。
ἀλλὰ τῇδέ πῃ ἀθρητέον.
但我们必须从这个角度来观察。
ΑΛ. πῇ ποτε λέγεις;
阿尔基比亚德:你指的是从哪个角度呢?
ΣΩ. ἐγὼ δή σοί γε ἐρῶ.
苏格拉底:我这就告诉你。
ὑπολαμβάνομέν γέ τινας εἶναι νοσοῦντας·
我们假设有某些人是生病的,是不是?
ἢ οὔ;
阿尔基比亚德:当然。
ΑΛ. πάνυ μὲν οὖν.
苏格拉底:那么,你认为一个生病的人必须是患有痛风、发烧或眼疾吗?
ΣΩ. ἆρʼ οὖν δοκεῖ σοι ἀναγκαῖον εἶναι τὸν νοσοῦντα ποδαγρᾶν ἢ πυρέττειν ἢ ὀφθαλμιᾶν, ἢ οὐκ ἂν δοκεῖ σοι καὶ μηδὲν τούτων πεπονθὼς ἑτέραν νόσον νοσεῖν;
还是说,你认为即使没有经历这些病痛,他也可以生另一种病?
πολλαὶ γὰρ δήπου γέ εἰσι, καὶ οὐχ αὗται μόναι.
因为病显然有很多种,不仅只有这几种。
ΑΛ. ἔμοιγε δοκοῦσιν.
阿尔基比亚德:我认为是这样。
ΣΩ. ὀφθαλμία σοι οὖν δοκεῖ πᾶσα νόσος εἶναι;
苏格拉底:那么,在你看来,所有的眼疾都是病吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἆρʼ οὖν καὶ πᾶσα νόσος ὀφθαλμία;
苏格拉底:那么,所有的病都是眼疾吗?
ΑΛ. οὐ δῆτα ἔμοιγε·
阿尔基比亚德:在我看来当然不是。
ἀπορῶ μέντοι γε πῶς λέγω.
不过,我确实对自己在说什么感到困惑了。