Humanitext Reader

柏拉图 · 阿尔西比亚德篇之一 §133

瞳孔比喻中灵魂的自我认识与为政资格

第 20 段,共 21 段 · 希腊语

内容简介

苏格拉底论证说,正如眼睛通过注视另一只眼睛的“瞳孔”来看到自己一样,灵魂也必须通过注视其最神圣的部分(智慧)并以神为镜来认识自己。他得出结论说,凡是不认识自己的人,就无法认识自己、他人或城邦的事物,因而无法成为政治家。

§133ΣΩ. ἐννενόηκας οὖν ὅτι τοῦ ἐμβλέποντος εἰς τὸν ὀφθαλμὸν τὸ πρόσωπον ἐμφαίνεται ἐν τῇ τοῦ καταντικρὺ ὄψει ὥσπερ ἐν κατόπτρῳ, ὃ δὴ καὶ κόρην καλοῦμεν, εἴδωλον ὄν τι τοῦ ἐμβλέποντος;
苏格拉底:那么你是否注意到,注视眼睛的人的面孔,会呈现在对面那人的视觉中,就像在镜子里一样,这正是我们称之为“瞳孔”的地方,它是注视者的一种画像。
ΑΛ. ἀληθῆ λέγεις.
阿尔基比亚德:你说得对。
ΣΩ. ὀφθαλμὸς ἄρα ὀφθαλμὸν θεώμενος, καὶ ἐμβλέπων εἰς τοῦτο ὅπερ βέλτιστον αὐτοῦ καὶ ᾧ ὁρᾷ, οὕτως ἂν αὑτὸν ἴδοι.
苏格拉底:因此,一只眼睛凝视另一只眼睛,并注视着它最优秀的部分,也就是用来看的部分,如此便能看到它自己。
ΑΛ. φαίνεται.
阿尔基比亚德:看来是这样。
ΣΩ. εἰ δέ γʼ εἰς ἄλλο τῶν τοῦ ἀνθρώπου βλέποι ἤ τι τῶν ὄντων, πλὴν εἰς ἐκεῖνο ᾧ τοῦτο τυγχάνει ὅμοιον, οὐκ ὄψεται ἑαυτόν.
苏格拉底:但是,如果它注视人的其他部分,或存在物的任何其他东西,除了这只眼睛恰好相似的那个部分以外,它是看不到它自己的。
ΑΛ. ἀληθῆ λέγεις.
阿尔基比亚德:你说得对。
ΣΩ. ὀφθαλμὸς ἄρʼ εἰ μέλλει ἰδεῖν αὑτόν, εἰς ὀφθαλμὸν αὐτῷ βλεπτέον, καὶ τοῦ ὄμματος εἰς ἐκεῖνον τὸν τόπον ἐν ᾧ τυγχάνει ἡ ὀφθαλμοῦ ἀρετὴ ἐγγιγνομένη· ἔστι δὲ τοῦτό που ὄψις;
苏格拉底:因此,如果一只眼睛要看到它自己,它就必须注视另一只眼睛,并且注视眼睛中产生眼睛之德的那个地方;而我想这地方就是视觉吧?
ΑΛ. οὕτως.
阿尔基比亚德:正是。
ΣΩ. ἆρʼ οὖν, ὦ φίλε Ἀλκιβιάδη, καὶ ψυχὴ εἰ μέλλει γνώσεσθαι αὑτήν, εἰς ψυχὴν αὐτῇ βλεπτέον, καὶ μάλιστʼ εἰς τοῦτον αὐτῆς τὸν τόπον ἐν ᾧ ἐγγίγνεται ἡ ψυχῆς ἀρετή, σοφία, καὶ εἰς ἄλλο ᾧ τοῦτο τυγχάνει ὅμοιον ὄν;
苏格拉底:那么,亲爱的阿尔基比亚德,如果灵魂也要认识它自己,它不也必须注视灵魂,尤其是注视灵魂中产生灵魂之德——智慧——的那个地方,以及注视这地方恰好相似的其他东西吗?
ΑΛ. ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
阿尔基比亚德:在我看来是这样,苏格拉底。
ΣΩ. ἔχομεν οὖν εἰπεῖν ὅτι ἐστὶ τῆς ψυχῆς θειότερον ἢ τοῦτο, περὶ ὃ τὸ εἰδέναι τε καὶ φρονεῖν ἐστιν;
苏格拉底:那么,我们能说在灵魂中,还有比这更神圣的部分吗? 即那与认知和思考相关的部分。
ΑΛ. οὐκ ἔχομεν.
阿尔基比亚德:不能。
ΣΩ. τῷ θεῷ ἄρα τοῦτʼ ἔοικεν αὐτῆς, καί τις εἰς τοῦτο βλέπων καὶ πᾶν τὸ θεῖον γνούς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν ἂν γνοίη μάλιστα.
苏格拉底:因此,灵魂的这部分类似于神;凡是注视这部分并认识了神圣事物——神和智慧——的人,也就最能这样认识他自己。
ΑΛ. φαίνεται.
阿尔基比亚德:看来是这样。
ΣΩ. ἆρʼ οὖν, ὅθʼ ὥσπερ κάτοπτρά ἐστι σαφέστερα τοῦ ἐν τῷ ὀφθαλμῷ ἐνόπτρου καὶ καθαρώτερα καὶ λαμπρότερα, οὕτω καὶ ὁ θεὸς τοῦ ἐν τῇ ἡμετέρᾳ ψυχῇ βελτίστου καθαρώτερόν τε καὶ λαμπρότερον τυγχάνει ὄν;
苏格拉底:那么,正如镜子比眼睛里的镜子更清晰、更纯净、更明亮一样,神是不是也比我们灵魂中最优秀的部分更纯净、更明亮呢?
ΑΛ. ἔοικέ γε, ὦ Σώκρατες.
阿尔基比亚德:看来是的,苏格拉底。
ΣΩ. εἰς τὸν θεὸν ἄρα βλέποντες ἐκείνῳ καλλίστῳ ἐνόπτρῳ χρῴμεθʼ ἂν καὶ τῶν ἀνθρωπίνων εἰς τὴν ψυχῆς ἀρετήν, καὶ οὕτως ἂν μάλιστα ὁρῷμεν καὶ γιγνώσκοιμεν ἡμᾶς αὐτούς.
苏格拉底:因此,通过注视神,我们将使用那最美的镜子,并在人类事物中,注视灵魂之德,这样我们就能最清晰地看到并认识我们自己。
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. τὸ δὲ γιγνώσκειν αὑτὸν ὡμολογοῦμεν σωφροσύνην εἶναι;
苏格拉底:而我们曾同意,认识自己就是节制,对吧?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:完全如此。
ΣΩ. ἆρʼ οὖν μὴ γιγνώσκοντες ἡμᾶς αὐτοὺς μηδὲ σώφρονες ὄντες δυναίμεθʼ ἂν εἰδέναι τὰ ἡμέτερα αὐτῶν κακά τε καὶ ἀγαθά;
苏格拉底:那么,如果我们不认识我们自己,也不节制,我们能知道我们自己的好与坏吗?
ΑΛ. καὶ πῶς ἂν τοῦτο γένοιτο, ὦ Σώκρατες;
阿尔基比亚德:苏格拉底,这怎么可能呢?
ΣΩ. ἀδύνατον γὰρ ἴσως σοι φαίνεται μὴ γιγνώσκοντα Ἀλκιβιάδην τὰ Ἀλκιβιάδου γιγνώσκειν ὅτι Ἀλκιβιάδου ἐστίν.
苏格拉底:因为在你看来,不认识阿尔基比亚德的人,却能认识属于阿尔基比亚德的东西是属于阿尔基比亚德的,这大概是不可能的。
ΑΛ. ἀδύνατον μέντοι νὴ Δία.
阿尔基比亚德:凭宙斯起誓,确实不可能。
ΣΩ. οὐδʼ ἄρα τὰ ἡμέτερα ὅτι ἡμέτερα, εἰ μηδʼ ἡμᾶς αὐτούς;
苏格拉底:那么,如果我们甚至不认识我们自己,我们也就不能认识属于我们的东西是属于我们的,对吗?
ΑΛ. πῶς γάρ;
阿尔基比亚德:怎么可能呢?
ΣΩ. εἰ δʼ ἄρα μηδὲ τὰ ἡμέτερα, οὐδὲ τὰ τῶν ἡμετέρων;
苏格拉底:如果连属于我们的东西都认识不了,也就认识不了属于我们之物的东西,对吗?
ΑΛ. οὐ φαίνεται.
阿尔基比亚德:看来是这样。
ΣΩ. οὐκ ἄρα πάνυ τι ὀρθῶς ὡμολογοῦμεν ὁμολογοῦντες ἄρτι εἶναί τινας οἳ ἑαυτοὺς μὲν οὐ γιγνώσκουσιν, τὰ δʼ αὑτῶν, ἄλλους δὲ τὰ τῶν ἑαυτῶν.
苏格拉底:因此,我们刚才同意“有些人虽然不认识他们自己,却认识属于他们自己的东西,而另一些人认识属于他们之物的东西”,这个同意并不十分正确。
ἔοικε γὰρ πάντα ταῦτα εἶναι κατιδεῖν ἑνός τε καὶ μιᾶς τέχνης, αὑτόν, τὰ αὑτοῦ, τὰ τῶν ἑαυτοῦ.
因为看来,看清所有这些东西——自己、属于自己的东西、属于自己之物的东西——属于一个人和同一种技术。
ΑΛ. κινδυνεύει.
阿尔基比亚德:大概是这样。
ΣΩ. ὅστις δὲ τὰ αὑτοῦ ἀγνοεῖ, καὶ τὰ τῶν ἄλλων που ἂν ἀγνοοῖ κατὰ ταὐτά.
苏格拉底:而凡是不认识属于自己之物的人,我想在同样的情况下,他也会不认识别人的东西。
ΑΛ. τί μήν;
阿尔基比亚德:当然。
ΣΩ. οὐκοῦν εἰ τὰ τῶν ἄλλων, καὶ τὰ τῶν πόλεων ἀγνοήσει.
苏格拉底:那么,如果不认识别人的东西,他也会不认识城邦的事物。
ΑΛ. ἀνάγκη.
阿尔基比亚德:必然如此。
ΣΩ. οὐκ ἄρʼ ἂν γένοιτο ὁ τοιοῦτος ἀνὴρ πολιτικός.
苏格拉底:因此,这样的人不能成为政治家。
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:确实不能。
ΣΩ. οὐ μὴν οὐδʼ οἰκονομικός γε.
苏格拉底:而且,他也绝不能成为家政管理者。

词汇与语法注释

  1. 133aὃ δὴ καὶ κόρην καλοῦμεν — 关系代名词 ὃ 在性、数上与紧随其后的中性名词 εἴδωλον 一致。阴性名词 κόρην(少女、瞳孔)作为动词 καλοῦμεν 的谓语宾格(第二宾语)。
  2. 133bπλὴν εἰς ἐκεῖνο ᾧ τοῦτο τυγχάνει ὅμοιον — ᾧ 是关系代名词,修饰先行词 ἐκεῖνο,并采用形容词 ὅμοιον 所要求的与格。τοῦτο 是主语(“这只眼睛”),整句意为“除了这只眼睛恰好相似的那个部分(即他人眼睛最优秀的部分)以外”。
  3. 133cτῷ θεῷ ἄρα τοῦτʼ ἔοικεν αὐτῆς — 属格 αὐτῆς 指代前文中的 ψυχῆς(灵魂),用作部分属格(或所有属格)。τοῦτο 指代前文紧邻的“与认知和思考相关的、灵魂最神圣的部分”。
  4. 133dἑνός τε καὶ μιᾶς τέχνης — ἑνός(阳性属格)指代“同一个人”,而 μιᾶς(阴性属格)修饰 τέχνης(技术)。作为表示归属的表语属格,它并列地表达了主体与方法的同一性(“属于同一个人和同一种技术”)。

引用这一段

柏拉图, 阿尔西比亚德篇之一 §133. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:133

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。