§134ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:确实不能。
ΣΩ. οὐδέ γε εἴσεται ὅτι πράττει.
苏格拉底:而且他也绝不会知道自己正在做什么。
ΑΛ. οὐ γὰρ οὖν.
阿尔基比亚德:确实如此。
ΣΩ. ὁ δὲ μὴ εἰδὼς οὐχ ἁμαρτήσεται;
苏格拉底:而不知道的人,难道不会犯错吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:完全如此。
ΣΩ. ἐξαμαρτάνων δὲ οὐ κακῶς πράξει ἰδίᾳ τε καὶ δημοσίᾳ;
苏格拉底:而犯错的人,在个人和公事上不都会行事糟糕吗?
ΑΛ. πῶς δʼ οὔ;
阿尔基比亚德:怎么会不呢?
ΣΩ. κακῶς δὲ πράττων οὐκ ἄθλιος;
苏格拉底:而行事糟糕的人,难道不可怜吗?
ΑΛ. σφόδρα γε.
阿尔基比亚德:确实非常可怜。
ΣΩ. τί δʼ οἷς οὗτος πράττει;
苏格拉底:那么,受他行为影响的人又如何呢?
ΑΛ. καὶ οὗτοι.
阿尔基比亚德:他们也一样。
ΣΩ. οὐκ ἄρα οἷόν τε, ἐὰν μή τις σώφρων καὶ ἀγαθὸς ᾖ, εὐδαίμονα εἶναι.
苏格拉底:因此,人若不节制且不善良,就不可能获得幸福。
ΑΛ. οὐχ οἷόν τε.
阿尔基比亚德:不可能。
ΣΩ. οἱ ἄρα κακοὶ τῶν ἀνθρώπων ἄθλιοι.
苏格拉底:因此,人类中的恶人是痛苦悲惨的。
ΑΛ. σφόδρα γε.
阿尔基比亚德:确实非常悲惨。
ΣΩ. οὐκ ἄρα οὐδʼ ὁ πλουτήσας ἀθλιότητος ἀπαλλάττεται, ἀλλʼ ὁ σωφρονήσας.
苏格拉底:因此,甚至连富有的人也不能免于悲惨,唯有节制的人才能免除。
ΑΛ. φαίνεται.
阿尔基比亚德:看来是这样。
ΣΩ. οὐκ ἄρα τειχῶν οὐδὲ τριήρων οὐδὲ νεωρίων δέονται αἱ πόλεις, ὦ Ἀλκιβιάδη, εἰ μέλλουσιν εὐδαιμονήσειν, οὐδὲ πλήθους οὐδὲ μεγέθους ἄνευ ἀρετῆς.
苏格拉底:因此,阿尔基比亚德,城邦如果要获得幸福,在没有美德的情况下,既不需要城墙,也不需要三段桨战船,不需要造船厂,也不需要人口众多或疆域辽阔。
ΑΛ. οὐ μέντοι.
阿尔基比亚德:确实不需要。
ΣΩ. εἰ δὴ μέλλεις τὰ τῆς πόλεως πράξειν ὀρθῶς καὶ καλῶς, ἀρετῆς σοι μεταδοτέον τοῖς πολίταις.
苏格拉底:那么,如果你要正确且美好地治理城邦的事物,你就必须向公民们分享美德。
ΑΛ. πῶς γὰρ οὔ;
阿尔基比亚德:怎么能不呢?
ΣΩ. δύναιτο δʼ ἄν τις μεταδιδόναι ὃ μὴ ἔχοι;
苏格拉底:但是,人能分享自己所没有的东西吗?
ΑΛ. καὶ πῶς;
阿尔基比亚德:又怎么能呢?
ΣΩ. αὐτῷ ἄρα σοὶ πρῶτον κτητέον ἀρετήν, καὶ ἄλλῳ ὃς μέλλει μὴ ἰδίᾳ μόνον αὑτοῦ τε καὶ τῶν αὑτοῦ ἄρξειν καὶ ἐπιμελήσεσθαι, ἀλλὰ πόλεως καὶ τῶν τῆς πόλεως.
苏格拉底:因此,你自己必须首先获得美德,任何其他不仅要在私下统治和照顾自己及属于自己之物,而且要统治和照顾城邦及属于城邦之物的人,也必须如此。
ΑΛ. ἀληθῆ λέγεις.
阿尔基比亚德:你说得对。
ΣΩ. οὐκ ἄρα ἐξουσίαν σοι οὐδʼ ἀρχὴν παρασκευαστέον σαυτῷ ποιεῖν ὅτι ἂν βούλῃ, οὐδὲ τῇ πόλει, ἀλλὰ δικαιοσύνην καὶ σωφροσύνην.
苏格拉底:因此,你既不应为自己,也不应为城邦准备随心所欲行事的权力和统治权,而应准备正义和节制。
ΑΛ. φαίνεται.
阿尔基比亚德:看来是这样。
ΣΩ. δικαίως μὲν γὰρ πράττοντες καὶ σωφρόνως σύ τε καὶ ἡ πόλις θεοφιλῶς πράξετε.
苏格拉底:因为如果你们行事正义且节制,你和城邦都将行神所喜悦的事。
ΑΛ. εἰκός γε.
阿尔基比亚德:这是自然的。
ΣΩ. καὶ ὅπερ γε ἐν τοῖς πρόσθεν ἐλέγομεν, εἰς τὸ θεῖον καὶ λαμπρὸν ὁρῶντες πράξετε.
苏格拉底:而且,正如我们刚才所说的,你们将在注视着那神圣且明亮之物的同时行事。
ΑΛ. φαίνεται.
阿尔基比亚德:看来是这样。
ΣΩ. ἀλλὰ μὴν ἐνταῦθά γε βλέποντες ὑμᾶς τε αὐτοὺς καὶ τὰ ὑμέτερα ἀγαθὰ κατόψεσθε καὶ γνώσεσθε.
苏格拉底:但是,注视着那里,你们就会看清并认识你们自己以及你们自己的善。
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν ὀρθῶς τε καὶ εὖ πράξετε;
苏格拉底:那么,你们不就会行得正确且行得好吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἀλλὰ μὴν οὕτω γε πράττοντας ὑμᾶς ἐθέλω ἐγγυήσασθαι ἦ μὴν εὐδαιμονήσειν.
苏格拉底:但是对于这样行事的你们,我愿意保证,你们必定会获得幸福。
ΑΛ. ἀσφαλὴς γὰρ εἶ ἐγγυητής.
阿尔基比亚德:因为你是一位可靠的保证人。
ΣΩ. ἀδίκως δέ γε πράττοντες, εἰς τὸ ἄθεον καὶ σκοτεινὸν βλέποντες, ὡς τὰ εἰκότα, ὅμοια τούτοις πράξετε ἀγνοοῦντες ὑμᾶς αὐτούς.
苏格拉底:但如果你们行事不义,注视着那无神且黑暗之物,很自然地,你们会在不认识自己的情况下,做出与这些相似的事来。
ΑΛ. ἔοικεν.
阿尔基比亚德:看来是这样。
§135ΣΩ. ὧι γὰρ ἄν, ὦ φίλε Ἀλκιβιάδη, ἐξουσία μὲν ᾖ ποιεῖν ὃ βούλεται, νοῦν δὲ μὴ ἔχῃ, τί τὸ εἰκὸς συμβαίνειν, ἰδιώτῃ ἢ καὶ πόλει;
苏格拉底:因为,亲爱的阿尔基比亚德,如果有人拥有随心所欲行事的权力,却不具备理性,那么无论是对个人还是对城邦,很自然会发生什么呢?
οἷον νοσοῦντι ἐξουσίας οὔσης δρᾶν ὃ βούλεται, νοῦν ἰατρικὸν μὴ ἔχοντι, τυραννοῦντι δὲ ὡς μηδὲν ἐπιπλήττοι τις αὐτῷ, τί τὸ συμβησόμενον;
例如,一个生病的人有权随心所欲,却没有医学理性,而是实行专制以至于没有人能指责他,那结果会如何?
ἆρʼ οὐχ, ὡς τὸ εἰκός, διαφθαρῆναι τὸ σῶμα;
难道不正如常理,身体会被毁掉吗?
ΑΛ. ἀληθῆ λέγεις.
阿尔基比亚德:你说得对。
ΣΩ. τί δʼ ἐν νηί, εἴ τῳ ἐξουσία εἴη ποιεῖν ὃ δοκεῖ, νοῦ τε καὶ ἀρετῆς κυβερνητικῆς ἐστερημένῳ, καθορᾷς ἃ ἂν συμβαίη αὐτῷ τε καὶ τοῖς συνναύταις;
苏格拉底:那么在船上呢?
ΑΛ. ἔγωγε, ὅτι γε ἀπόλοιντο πάντες ἄν.
如果一个缺乏航海理性和技术的人,有权做他认为合适的事,你是否能看出他自己和同船的水手会遭遇什么?
ΣΩ. οὐκοῦν ὡσαύτως ἐν πόλει τε καὶ πάσαις ἀρχαῖς καὶ ἐξουσίαις ἀπολειπομέναις ἀρετῆς ἕπεται τὸ κακῶς πράττειν;
阿尔基比亚德:我能看出,大家都会毁灭。
ΑΛ. ἀνάγκη.
苏格拉底:那么同样地,在城邦里,以及在一切缺乏美德的统治和权力中,行事糟糕不也是随之而来的吗?
ΣΩ. οὐκ ἄρα τυραννίδα χρή, ὦ ἄριστε Ἀλκιβιάδη, παρασκευάζεσθαι οὔθʼ αὑτῷ οὔτε τῇ πόλει, εἰ μέλλετε εὐδαιμονεῖν, ἀλλʼ ἀρετήν.
阿尔基比亚德:必然如此。
ΑΛ. ἀληθῆ λέγεις.
苏格拉底:因此,优秀的阿尔基比亚德,如果你们要获得幸福,不应该为自己或为城邦准备僭主统治,而应该准备美德。
ΣΩ. πρὶν δέ γε ἀρετὴν ἔχειν, τὸ ἄρχεσθαι ἄμεινον ὑπὸ τοῦ βελτίονος ἢ τὸ ἄρχειν ἀνδρί, οὐ μόνον παιδί.
阿尔基比亚德:你说得对。
ΑΛ. φαίνεται.
苏格拉底:而在拥有美德之前,被更优秀的人统治,比自己去统治要好,这不仅对孩子,对成年人也是如此。
ΣΩ. οὐκοῦν τό γʼ ἄμεινον καὶ κάλλιον;
阿尔基比亚德:看来是这样。
ΑΛ. ναί.
苏格拉底:那么,更好的事情不也更美好吗?
ΣΩ. τὸ δὲ κάλλιον πρεπωδέστερον;
阿尔基比亚德:是的。
ΑΛ. πῶς δʼ οὔ;
苏格拉底:而更美好的事情不也更合宜吗?
ΣΩ. πρέπει ἄρα τῷ κακῷ δουλεύειν·
阿尔基比亚德:怎么会不呢?
ἄμεινον γάρ.
苏格拉底:因此,对恶人来说,做奴隶是合宜的,因为这对他更好。
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. δουλοπρεπὲς ἄρʼ ἡ κακία.
苏格拉底:因此,邪恶是具有奴性的。
ΑΛ. φαίνεται.
阿尔基比亚德:看来是这样。
ΣΩ. ἐλευθεροπρεπὲς δὲ ἡ ἀρετή.
苏格拉底:而美德则是具有自由人气质的。
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν φεύγειν χρή, ὦ ἑταῖρε, τὴν δουλοπρέπειαν;
苏格拉底:那么,朋友,我们难道不应该逃避奴性吗?
ΑΛ. μάλιστά γε, ὦ Σώκρατες.
阿尔基比亚德:非常应该,苏格拉底。
ΣΩ. αἰσθάνῃ δὲ νῦν πῶς ἔχεις;
苏格拉底:那你现在意识到你自己的状态了吗?
ἐλευθεροπρεπῶς ἢ οὔ;
是具有自由人气质,还是没有?
ΑΛ. δοκῶ μοι καὶ μάλα σφόδρα αἰσθάνεσθαι.
阿尔基比亚德:我觉得我非常清楚地意识到了。
ΣΩ. οἶσθʼ οὖν πῶς ἀποφεύξῃ τοῦτο τὸ περὶ σὲ νῦν;
苏格拉底:那你是否知道,你该如何逃避现在纠缠着你的这种状态?
ἵνα μὴ ὀνομάζωμεν αὐτὸ ἐπὶ καλῷ ἀνδρί,
ΑΛ. ἔγωγε.
——为了不在一位美男子身上直呼其名。
ΣΩ. πῶς;
阿尔基比亚德:我知道。
ΑΛ. ἐὰν βούλῃ σύ, ὦ Σώκρατες.
苏格拉底:怎么做?
ΣΩ. οὐ καλῶς λέγεις, ὦ Ἀλκιβιάδη.
阿尔基比亚德:如果你愿意,苏格拉底。
ΑΛ. ἀλλὰ πῶς χρὴ λέγειν;
苏格拉底:你说得不妥,阿尔基比亚德。
ΣΩ. ὅτι ἐὰν θεὸς ἐθέλῃ.
阿尔基比亚德:那该怎么说呢?
ΑΛ. λέγω δή.
苏格拉底:说“如果神愿意”。
καὶ πρὸς τούτοις μέντοι τόδε λέγω, ὅτι κινδυνεύσομεν μεταβαλεῖν τὸ σχῆμα, ὦ Σώκρατες, τὸ μὲν σὸν ἐγώ, σὺ δὲ τοὐμόν·
阿尔基比亚德:那我就这样说。
οὐ γὰρ ἔστιν ὅπως οὐ παιδαγωγήσω σε ἀπὸ τῆσδε τῆς ἡμέρας, σὺ δʼ ὑπʼ ἐμοῦ παιδαγωγήσῃ.
而且,在此之外我还要说:苏格拉底,我们似乎要交换角色了,我将扮演你的角色,而你扮演我的;因为从今天起,我势必会引导你,而你也势必会由我来引导。
ΣΩ. ὦ γενναῖε, πελαργοῦ ἄρα ὁ ἐμὸς ἔρως οὐδὲν διοίσει, εἰ παρὰ σοὶ ἐννεοττεύσας ἔρωτα ὑπόπτερον ὑπὸ τούτου πάλιν θεραπεύσεται.
苏格拉底:高尚的朋友啊,那么我的爱就跟鹳鸟没有什么两样了:在你那里筑巢孵化出了一只带羽翼的爱之雏鸟,如今却反过来要受到这只雏鸟的照料。
ΑΛ. ἀλλὰ οὕτως ἔχει, καὶ ἄρξομαί γε ἐντεῦθεν τῆς δικαιοσύνης ἐπιμέλεσθαι.
阿尔基比亚德:事情确实就是这样,从今以后,我将开始致力于追求正义。
ΣΩ. βουλοίμην ἄν σε καὶ διατελέσαι· ὀρρωδῶ δέ, οὔ τι τῇ σῇ φύσει ἀπιστῶν, ἀλλὰ τὴν τῆς πόλεως ὁρῶν ῥώμην, μὴ ἐμοῦ τε καὶ σοῦ κρατήσῃ.
苏格拉底:我倒希望你能坚持到底;但我深感忧虑——这决非不信任你的天性,而是看到了城邦的力量,我害怕它会压压倒我和你。